TLG 2046 001 :: QUINTUS :: Posthomerica

QUINTUS Epic.
(Smyrnaeus: A.D. 4)

Posthomerica

Source: Vian, F. (ed.), Quintus de Smyrne. La suite d’Homère, 3 vols. Paris: Les Belles Lettres, 1:1963; 2:1966; 3:1969: 1:12–44, 56–81, 96–126, 136–159; 2:18–44, 67–92, 105–134, 144–163, 180–202; 3:16–36, 48–68, 88–111, 128–151, 176–203.

  • *Lib. 1–4: vol. 1
  • *Lib. 5–9: vol. 2
  • *Lib. 10–14: vol. 3

Citation: Book — (line)

t

ΚΟΙΝΤΟΥ ΟΙ ΜΕΘ’ ΟΜΗΡΟΝ ΛΟΓΟΙ

1

(t)

ΛΟΓΟΣ Αʹ
1 Εὖθ’ ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει, δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα δειδιότες μένος ἠὺ θρασύφρονος Αἰακίδαο·
5ἠύτ’ ἐνὶ ξυλόχοισι βόες βλοσυροῖο λέοντος ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβονται ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά· ὣς οἳ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμον ἄνδρα, μνησάμενοι προτέρων ὁπόσων ἀπὸ θυμὸν ἴαψε
10θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου, ἠδ’ 〈ὁπ〉όσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
Ἕκτορά θ’ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι, ἄλλους θ’ οὓς ἐδάιξε δι’ ἀκαμάτοιο θαλάσσης, ὁππότε δὴ τὰ πρῶτα φέρεν Τρώεσσιν ὄλεθρον.12 in vol. 1
15Τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον· ἀμφὶ δ’ ἄρά σφισι πένθος ἀνιηρὸν πεπότητο ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης. Καὶ τότε Θερμώδοντος ἀπ’ εὐρυπόροιο ῥεέθρων ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
20ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο καὶ μέγ’ ἀλευομένη στυγερὴν καὶ ἀεικέα φήμην, μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν, Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
25οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δ’ ἐλάφοιο· τοὔνεκ’ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν. Πρὸς δ’ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν, ὄφρα καθηραμένη πέρι λύματα λυγρὰ φόνοιο σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
30αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχ’ ἕποντο ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν στρωφῶντ’, οὐδέ τι ἔστι θεὰς ἀλιτόνθ’ ὑπαλύξαι. Σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα, πᾶσαι ἀγαυαί, πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
35αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι· ἀλλ’ ἄρα πασάων μέγ’ ὑπείρεχε Πενθεσίλεια.
Ὡς δ’ ὅτ’ ἀν’ οὐρανὸν εὐρὺν ἐν ἄστρασι δῖα σελήνη ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα, αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,13 in vol. 1
40εὖτ’ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων· ὣς ἥ γ’ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν. Ἔνθ’ ἄρ’ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε Εὐά〈ν〉δρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα ἠδὲ καὶ Ἱπποθόη, μετὰ δ’ Ἁρμοθόη κυανῶπις
45Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια, τῇς δ’ ἐπὶ Θερμώδοσσα μέγ’ ἔγχεϊ κυδιόωσα· τόσσαι ἄρ’ ἀμφὶς ἕποντο δαΐφρονι Πενθεσιλείῃ. Οἵη δ’ ἀκαμάτοιο κατέρχεται Οὐλύμποιο Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις

1

(50)

Ὡράων μετ’ ἐυπλοκάμων, μετὰ δέ σφισι πάσαις ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσαις· τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν. Ἀμφὶ δὲ Τρῶες πάντοθεν ἐσσύμενοι μέγ’ ἐθάμβεον, εὖτ’ ἐσίδοντο
55Ἄρεος ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει, μειδίαεν 〈δ’〉 ἐρατεινόν, ὑπ’ ὀφρύσι δ’ ἱμερόεντες ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
60αἰδὼς δ’ ἀμφερύθηνε παρήια, τῶν δ’ ἐφύπερθε θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν. Λαοὶ δ’ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν· ὡς δ’ ὁπότ’ ἀθρήσαντες ἀπ’ οὔρεος ἀγροιῶται Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,14 in vol. 1
65ὄμβρου ὅτ’ ἰσχανόωσι θεουδέος, ὁππότ’ ἀλωαὶ ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ, ὀψὲ δ’ ὑπηχλύνθη μέγας οὐρανός, οἳ δ’ ἐσιδόντες ἐσθλὸν σῆμ’ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος χαίρουσι〈ν〉, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
70ὣς ἄρα Τρώιοι υἷες, ὅτ’ ἔδρακον ἔνδοθι πάτρης δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν, γήθεον· ἐλπωρὴ γὰρ ὅτ’ ἐς φρένας ἀνδρὸς ἵκηται ἀμφ’ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα. Τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
75καὶ μέγ’ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη. Ὡς δ’ ὅτ’ ἀνὴρ ἀλαοῖσιν ἐπ’ ὄμμασι πολλὰ μογήσας ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο ὄμματ’ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,
80οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δ’ ἄρα βαιὸν ἰάνθη πολλῆς ἐκ κακότητος, ἔχει δ’ ἔτι πήματος ἄλγος αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν· παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
85ἄχνυτ’ ἀποκταμένων. Ἄγε δ’ εἰς ἑὰ δώματ’ ἄνασσαν, καί μιν προφρονέως τίεν ἔμπεδον, εὖτε θύγατρα τηλόθε νοστήσασαν ἐεικοστῷ λυκάβαντι, καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι κυδάλιμοι βασιλῆες, ὅτ’ ἔθνεα δῃώσαντες
90δαίνυντ’ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης. Δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δ’ ὑπέστη δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ. Ἣ δ’ ἄρ’ ὑπέσχετο ἔργον ὃ οὔ ποτε θνητὸς ἐώλπει, δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν15 in vol. 1
95Ἀργείων, νῆας δὲ πυρὸς καθύπερθε βαλέσθαι, νηπίη· οὐδέ τι ᾔδη ἐυμμελίην Ἀχιλῆα, ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ. Τῆς δ’ ὡς οὖν ἐπάκουσεν ἐὺς πάις Ἠετίωνος Ἀνδρομάχη, μάλα τοῖα 〈φίλῳ〉 προσελέξατο θυμῷ·

1

(100)

«Ἆ δειλή, τί νυ τόσσα μέγα φρονέους’ ἀγορεύεις; Οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέι Πηλείωνι μάρνασθ’, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει. Λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; Ἦ νύ τοι ἄγχι ἕστηκε〈ν〉 Θανάτοιο τέλος καὶ Δαίμονος Αἶσα.
105Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί· ἀλλ’ ἐδάμη κρατερός περ ἐών, μέγα δ’ ἤκαχε Τρῶας οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο· καί μοι ἔην μέγα κῦδος ἰδ’ ἀντιθέοις τοκέεσσι ζωὸς ἐών. Ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
110πρίν σφε δι’ ἀνθερεῶνος ὑπ’ ἔγχεϊ θυμὸν ὀλέσσαι. Νῦν δ’ ἄρ’ ἀάσπετον ἄλγος ὀιζυρῶς ἐσάθρησα, κεῖνον ὅτ’ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι ἀργαλέως Ἀχιλῆος, ὅ μ’ ἀνέρος εὖνιν ἔθηκε κουριδίου, τό μοι αἰνὸν ἄχος πέλει ἤματα πάντα.»
115Ὣς φάθ’ ἑὸν κατὰ θυμὸν ἐύσφυρος Ἠετιώνη
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν. Ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς δύσετ’ ἐς Ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δ’ ἠώς.16 in vol. 1
120Καί ῥ’ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός 〈τ’〉 ἐρατεινῆς, δὴ τότε που δμωαὶ στόρεσαν θυμήρεα λέκτρα ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ. Ἣ δὲ κιοῦς’ εὕδεσκεν, ὕπνος δέ οἱ ὄσς’ ἐκάλυψε νήδυμος ἀμφιπεσών. Μόλε δ’ αἰθέρος ἐξ ὑπάτοιο
125Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου, ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται οἷ τ’ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμοιο φάλαγγας. Καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια· τῇ δ’ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
130καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντ’ Ἀχιλῆος θαρσαλέως μάρνασθαι ἐναντίον. Ἣ δ’ ἀίουσα γήθεεν ἐν φρεσὶ πάμπαν· ὀίσατο γὰρ μέγα ἔργον ἐκτελέειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα, νηπίη, ἥ ῥ’ ἐπίθησεν ὀιζυρῷ περ Ὀνείρῳ
135ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων, ὅς μιν ἄρ’ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι. Ἀλλ’ ὅτε δή ῥ’ ἐπόρουσε ῥοδόσφυρος Ἠριγένεια, δὴ τότε Πενθεσίλεια μέγ’ ἐνθεμένη φρεσὶ κάρτος
140ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφ’ ὤμοισιν ἔδυνε τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
Πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπ’ ἀργυφέῃσιν ἔθηκε κνημῖδας χρυσέας αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι· ἕσσατο δ’ αὖ θώρηκα παναίολον· ἀμφὶ δ’ ἄρ’ ὤμοις17 in vol. 1
145θήκατο κυδιόωσα μέγα ξίφος ᾧ περὶ πάντῃ κουλεὸς εὖ ἤσκητο δι’ ἀργύρου ἠδ’ ἐλέφαντος· ἂν δ’ ἔθετ’ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης, ἥ θ’ ὑπὲρ Ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν ἥμισυ πεπληθυῖα περιγνάμπτοισι κεραίῃς·

1

(150)

τοίη μαρμαίρεσκεν 〈ἀ〉άσπετον· ἀμφὶ δὲ κρατὶ θῆκε κόρυν κομόωσαν ἐθείρῃσι〈ν〉 χρυσέῃσιν. Ὣς ἣ μὲν μορόεντα περὶ χροῒ θήκατο τεύχη· ἀστεροπῇ δ’ ἀτάλαντος ἐείδετο, τὴν ἀπ’ Ὀλύμπου ἐς γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
155δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν. Αὐτίκα δ’ ἐγκονέουσα δι’ ἐκ μεγάροιο νέεσθαι δοιοὺς εἵλετ’ ἄκοντας ὑπ’ ἀσπίδα, δεξιτερῇ δὲ ἀμφίτυπον βουπλῆγα τόν οἱ Ἔρις ὤπασε δεινὴ
160θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ. Τῷ ἐπικαγχαλόωσα τάχ’ ἤλυθεν ἔκτοθι πύργων Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν ἐλθέμεναι· 〈τ〉οὶ δ’ ὦκα συναγρόμενοι πεπίθοντο ἄνδρες ἀριστῆες, καί περ πάρος οὐκ ἐθέλοντες
165στήμεναι ἄντ’ Ἀχιλῆος· ὃ γὰρ περιδάμνατο πάντας. Ἣ δ’ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δ’ ἵππῳ
καλῷ τ’ ὠκυτάτῳ τε τόν οἱ ἄλοχος Βορέαο ὤπασεν Ὠρείθυια πάρος Θρῄκην δὲ κιούσῃ ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι·18 in vol. 1
170τῷ ῥα τόθ’ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον Κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν ἐλθέμεν. Ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι πολλοὶ ἕποντ’ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
175ἰλαδόν, ἠύτε μῆλα μετὰ κτίλον, ὅς θ’ ἅμα πάντων νισομένων προθέῃσι δαημοσύνῃσι νομῆος· ὣς ἄρα τῇ γ’ ἐφέποντο βίῃ μέγα μαιμώωντες Τρῶες ἐυσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι. Ἣ δ’ οἵη Τριτωνίς, ὅτ’ ἤλυθεν ἄντα Γιγάντων,
180ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀίσσουσα, τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια. Καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας χεῖρας Λαομέδοντος ἐὺς γόνος ἀφνειοῖο εὔχετ’ ἐς ἱερὸν ἠὺ τετραμμένος Ἰδαίοιο
185Ζηνὸς ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις· «Κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαι〈ι〉κὸν ἤματι τῷδε δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηι〈ά〉δος βασιλείης, καὶ δή μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην
190αὐτήν θ’, οὕνεκ’ ἔοικεν ἐπουρανίῃσι θεῇσιν ἐκπάγλως καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
Αἴδεσσαι δ’ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα παίδων ὀλλυμένων οὕς μοι περὶ Κῆρες ἔμαρψαν Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·19 in vol. 1
195αἴδεο δ’, 〈ἕ〉ως ἔτι παῦροι ἀφ’ αἵματός εἰμεν ἀγαυοῦ Δαρδάνου, 〈ἕ〉ως ἀδάικτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.» Ἦ ῥα μέγ’ εὐχόμενος. Τῷ δ’ αἰετὸς ὀξὺ κεκληγὼς ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν

1

(200)

ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ τάρβησε〈ν〉 Πριάμοιο νόος, φάτο δ’ οὐκέτ’ ἀθρήσειν ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν. Καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ Κῆρες ὑπεκτελέειν· ὃ δ’ ἄρ’ ἄχνυτο θυμὸν ἐαγώς.
205 Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον, εὖτ’ ἐσίδοντο Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν, τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τ’ ἐν ὄρεσσι ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι, τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τ’ ἐπὶ θάμνοις
210μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο. Καί τις ἅμ’ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε· «Τίς δὴ Τρῶας ἄγειρε μεθ’ Ἕκτορα δῃωθέντα, οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας; Νῦν δ’ ἄφαρ ἀίσσουσι λιλαιόμενοι μέγα χάρμης.
215Καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι· φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
Ἀλλ’ ἄγε, θάρσος ἄατον ἐνὶ στέρνοισι βαλόντες ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς νόσφι θεῶν Τρώεσσι μαχησόμεθ’ ἤματι τῷδε.»20 in vol. 1
220 Ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις. Σὺν δ’ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δ’ ἔχον ἔντεα καλά, ἔγχεα καὶ θώρηκας ἐυσθενέας τε βοείας
225καὶ κόρυθας βριαράς· ἕτερος δ’ ἑτέρου χρόα χαλκῷ τύπτον ἀνηλεγέως, τὸ δ’ ἐρεύθετο Τρώιον οὖδας. Ἔνθ’ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε Εἴλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τ’ Ἐλάσιππον.
230Δηρινόη δ’ ἕλε Λαογόνον, Κλονίη δὲ Μένιππον ὅς ῥα πάρος Φυλάκηθεν ἐφέσπετο Πρωτεσιλάῳ, ὅππως κεν Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο. Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο Ποδάρκεϊ θυμὸς ὀρίνθη Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθ’ ἑταίρων.
235Αἶψα δ’ ὅ γ’ ἀντιθέην Κλονίην βάλε· τῆς δὲ διὰ πρὸ ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δ’ ἔγκατα πάντα. Τῆς δ’ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
240χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
κέρσε, μέλαν δέ οἱ αἷμα δι’ ἕλκεος οὐταμένοιο ἔβλυσεν ἐσσυμένως· ὃ δ’ ἄρα στενάχων ἀπόρουσεν εἰσοπίσω, μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη. Τοῦ δ’ ἄρ’ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη21 in vol. 1
245ἄσπετος· ὃ〈σ〉 δ’ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων. Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι μακρῷ δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν. Ἣ δ’ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσσι

1

(250)

δουροτόμοι τέμνουσιν ὑπείροχον, ἣ δ’ ἀλεγεινὸν ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν· ὣς ἣ ἀνοιμώξασα πέσεν, τῆς δ’ ἅψεα πάντα λῦσε μόρος, ψυχὴ δ’ ἐμίγη πολυαέσιν αὔραις. Εὐάνδρην δ’ ἄρα Μηριόνης ἰδὲ Θερμώδοσσαν
255εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα, τῇ μὲν ἄρ’ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δ’ ὑπὸ νηδὺν φάσγανον ἐγχρίμψας· τὰς δ’ ἐσσυμένως λίπεν ἦτορ. Δηρινόην δ’ ἐδάμασσεν Ὀιλέος ὄβριμος υἱὸς ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
260 Ἀλκιβίης δ’ ἄρα Τυδείδης καὶ Δηριμαχείης ἄμφω κρᾶτ’ ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπ’ ὤμοις ἄορι λευγαλέῳ· ταὶ δ’ ἠύτε πόρτιες ἄμφω κάππεσον, ἅς τ’ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
265ὣς αἳ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων. Τῇσι δ’ ἐπὶ Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν Ἀργείοις, οὐδ’ αὖτις ἑὴν νοστήσατο πάτρην.22 in vol. 1
270Τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος καί ῥ’ ἔβαλε Σθενέλοιο καταντίον· οὐδ’ ἄρα τόν γε οὔτασεν ἐλδόμενός περ, ἀπεπλάγχθη γὰρ ὀιστὸς ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον· κτεῖνε δ’ ἄρ’ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην
275ὅς ῥ’ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι. Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο πάις Φυλῆος ἀγαυοῦ ὠρίνθη· μάλα δ’ ὦκα, λέων ὣς πώεσι μήλων, ἔνθορε· τοὶ δ’ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα. Κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἱππασίδην Ἀγέλαον
280οἵ ῥ’ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν Νάστῃ ὑπ’ ἀντιθέῳ καὶ ὑπ’ Ἀμφιμάχῳ μεγαθύμῳ, οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα Βράγχου τ’ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥ’ ἐπὶ γαῖαν
285Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι. Καὶ τοὺς μὲν κατέπεφνε Μέγης ἐν δηιοτῆτι· ἄλλους δ’ αὖτ’ ἐδάμασσεν ὅσους κίχε δουρὶ κελαινῷ· ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
290ὄφρά κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη. Δρησαῖον δ’ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι μιχθεῖς’ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι, ἧχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ23 in vol. 1
295πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθε πέτρης, καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου καὶ κορυφαὶ Σιπύλου περιμήκεες ὧν καθύπερθεν ἐχθρὴ μηλονόμοισιν ἀεὶ περιπέπτατ’ ὀμίχλη· ἣ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,

1

(300)

οὕνεκ’ ἔοικε γυναικὶ πολυστόνῳ ἥ τ’ ἐπὶ λυγρῷ πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει· καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότ’ ἄρ’ αὐτὴν τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι, φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τ’ ἀπορρώξ.
305Ἀλλ’ ἣ μὲν μακάρων ὀλοὸν χόλον ἐκτελέουσα μύρεται ἐν πέτρῃσιν ἔτ’ ἀχνυμένῃ εἰκυῖα. Ἄλλοι δ’ ἀμφ’ ἄλλοισι φόνον καὶ κῆρ’ ἐτίθεντο ἀργαλέον. Δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
310εἱστήκει Θανάτοιο τέλος· περὶ δέ σφισι Κῆρες λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι. Πολλῶν δ’ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ Τρώων τ’ Ἀργείων τε, πολὺς δ’ ἀλαλητὸς ὀρώρει. Οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
315ἀλλ’ ὥς τίς τε βόεσσι κατ’ οὔρεα μακρὰ λέαινα ἐνθόρῃ ἀίξασα βαθυσκοπέλου διὰ βήσσης αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει· ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
Οἳ δ’ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·24 in vol. 1
320ἣ δ’ ἕπετ’ ἠύτε κῦμα βαρυγδούποιο θαλάσσης νήεσιν ὠκείῃσιν, ὅθ’ ἱστία λευκὰ πετάσσῃ οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν. Ὣς ἥ γ’ ἑσπομένη Δαναῶν ἐδάιζε φάλαγγας·
325καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα· «Ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην σήμερον. Οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδ’ ἀλόχοισιν ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
330κείσεσθ’, οὐδέ τι τύμβος ἐφ’ ὑμέας ἵξεται αἴης. Πῇ νῦν Τυδείδαο βίη, πῇ δ’ Αἰακίδαο, ποῦ δὲ καὶ Αἴαντος; Τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους· ἀλλ’ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι, μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.»
335 Ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέους’ ἐνόρουσε, Κηρὶ βίην εἰκυῖα. Πολὺν δ’ ὑπεδάμνατο λαόν, ἄλλοτε μὲν βουπλῆγι βαθυστόμῳ, ἄλλοτε δ’ αὖτε πάλλους’ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρ’ αὐτῇ
340χρειὼ ἀν’ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν καὶ τόξοιο πέλοιτο. Θοοὶ δέ οἱ ἄνδρες ἕποντο, Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε, ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα, οἳ Δαναοὺς ἐδάιζον ἐυξέστῃς μελίῃσι.
345Τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι πῖπτον ἐπασσύτεροι· μέγα δ’ ἔστενεν ἄσπετος αἶα αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα, ἵπποι δ’ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες.25 in vol. 1

1

(350)

Οἳ δὲ κόνιν δραχμοῖσι δεδραγμένοι ἀσπαίρεσκον· τοὺς δ’ ἄρα Τρώιοι ἵπποι ἐπεσσύμενοι μετόπισθεν ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας. Καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς, ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀίσσουσαν
355λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τ’ ἐνὶ πόντῳ μαίνεθ’, ὅτ’ Αἰγοκερῆι συνέρχεται ἠελίου ἴς· καί ῥ’ ὅ γε μαψιδίῃσιν ἐπ’ ἐλπωρῇσιν ἔειπεν· «Ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπ’ οὐρανοῦ εἰλήλουθε σήμερον ἀθανάτων τις, ἵν’ Ἀργείοισι μάχηται
360ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ, ὃς τάχα που μέμνηται ἐυσθενέος Πριάμοιο ὅς ῥά οἱ εὔχεται εἶναι ἀφ’ αἵματος ἀθανάτοιο. Οὐ γὰρ τήνδε γυναῖκά γ’ ὀίομαι εἰσοράασθαι αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχε’ ἔχουσαν,
365ἀλλ’ ἄρ’ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ ἢ Ἔριν ἠ〈ὲ〉 κλυτὴν Λητωίδα· καί μιν ὀίω σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι νῆάς τ’ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν ἤλυθον ἐς Τροίην νῶιν κακὰ πορφύροντες·
370ἤλυθον ἄσχετον ἄμμιν ὑπ’ Ἄρεϊ πῆμα φέροντες,
ἀλλ’ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.» Ὣς ἄρ’ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς, νήπιος· οὐδ’ ἄρ’ ἐφράσσατ’ ἐπεσσύμενον βαρὺ πῆμα26 in vol. 1
375οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ. Οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφὶ πέπυστο Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς· ἀλλ’ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο μνησάμενοι ἑτάροιο, γόος δ’ ἔχεν ἄλλυδις ἄλλον.
380Τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ, ὄφρ’ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ ἥ σφιν ἐπαΐσσουσα . . . . . . . . . . . . .
383. . . . . . . . . κακὰ μήδετο, καί οἱ ἄεξεν ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ γ’ ἐς αἰχμὴν
385μαψιδίη ποτ’ ἔθυνεν, ἀεὶ δ’ ἢ νῶτα δάιζε φευγόντων ἢ στέρνα καταντίον ἀισσόντων. Θερμῷ δ’ αἵματι πάμπαν ἐδεύετο· γυῖα δ’ ἐλαφρὰ ἔπλετ’ ἐπεσσυμένης· κάματος δ’ οὐ δάμνατο θυμὸν ἄτρομον, ἀλλ’ ἀδάμαντος ἔχε〈ν〉 μένος. Εἰσέτι γάρ μιν
389a[οὕνεκα Μοῖρα ποτὶ κλεινὸν ὀτρύνους’ Ἀχιλῆα]
390Αἶσα λυγρὴ κύδαινεν· ἀπόπροθι δ’ ἑστηυῖα χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκ’ ἔμελλε κούρην οὐ μετὰ δηρὸν ὑπ’ Αἰακίδαο χέρεσσι δάμνασθ’· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δ’ ὀρόθυνεν αἰὲν ἄιστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
395ὕστατα κυδαίνους’. Ἣ δ’ ἄλλοθεν ἄλλον ἔναιρεν· ὡς δ’ ὁπόθ’ ἑρσήεντος ἔσω κήποιο θοροῦσα ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις, ἀνέρος οὐ παρεόντος, ἐπέσσυται ἄλλοθεν ἄλλῃ σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,27 in vol. 1

1

(400)

καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δ’ ἐν ποσὶν ἠμάλδυνεν· ὣς ἄρ’ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθ’ ὅμιλον κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δ’ ἐφόβησε. Τρωιάδες δ’ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς θαύμαζον· πολέμοιο δ’ ἔρως λάβεν Ἱπποδάμειαν
405Ἀντιμάχοιο θύγατρα, μενεπτολέμοιο δ’ ἄκοιτιν Τισιφόνου. Κρατερῇσι δ’ ὑπὸ φρεσὶ〈ν ἐμ〉μεμαυῖα θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα δῆριν ἐπὶ στονόεσσαν (ἔγειρε δέ οἱ θράσος ἀλκήν)· «Ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι βαλοῦσαι
410ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων, οὔ ποτ’ ἀναπνείοντες ὀιζύος—, ἀλλὰ καὶ αὐταὶ παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης. Οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐυσθενέων αἰζηῶν,
415ἀλλ’ οἷον κείνοισι πέλει μένος, ἔστι καὶ ἡμῖν· ἶσοι δ’ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δ’ ὁμοῖα, ξυνὸν δ’ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ, φορβὴ δ’ οὐχ ἑτέρη. Τί δ’ ἐπ’ ἀνδράσι λώιον ἄλλο θῆκε θεός; Τῶ μή τι φεβώμεθα δηιοτῆτος.
420Ἦ οὐχ ὁρά〈α〉τε γυναῖκα μέγ’ αἰζηῶν προφέρουσαν ἀγχεμάχων; Τῆς δ’ οὔ τι πέλει σχεδὸν οὔτε γενέθλη οὔτ’ ἄρ’ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δ’ ἄνακτος μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα.28 in vol. 1
425Ἡμῖν δ’ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται· τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι ὤλονθ’, αἳ δὲ τοκῆας ὀδυρόμεθ’ οὐκέτ’ ἐόντας, ἄλλαι δ’ αὖτ’ ἀκάχονται ἀδελφειῶν ἐπ’ ὀλέθρῳ καὶ πηῶν· οὐ γάρ τις ὀιζυρῆς κακότητος
430ἄμμορος, ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ εἰσιδέειν. Τῶ μή τις ἔτ’ ἀμβολίη πολέμοιο εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον τεθνάμεν ἢ μετόπισθεν ὑπ’ ἀλλοδαποῖσιν ἄγεσθαι νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπ’ ἀνάγκῃ,
435ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτ’ ἐόντων.» Ὣς ἄρ’ ἔφη, πάσῃσι δ’ ἔρως στυγεροῖο μόθοιο ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον βήμεναι ἐν τεύχεσσιν, ἀρηγέμεναι μεμαυῖαι ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
440Ὡς δ’ ὅτ’ ἔσω σίμβλοιο μέγ’ ἰύζωσι μέλισσαι χείματος οὐκέτ’ ἐόντος, ὅτ’ ἐς νομὸν ἐντύνονται ἐλθέμεν, οὐδ’ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν, ἄλλη δ’ αὖθ’ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι· ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
445ἀλλήλας ὤτρυνον· ἀπόπροθι δ’ εἴρια θέντο καὶ ταλάρους, ἀλεγεινὰ δ’ ἐπ’ ἔντεα χεῖρας ἴαλλον. Καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κεῖναι,
εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ29 in vol. 1

1

(450)

ἐσσυμένας πινυτοῖσι παραυδήσας’ ἐπέεσσι· «Τίπτε ποτὶ κλόνον αἰνόν, ἐελδόμεναι πονέεσθαι, σχέτλιαι, οὔ τι πάροιθε πονησάμεναι περὶ χάρμης, ἀλλ’ ἄρα νήιδες ἔργον ἐπ’ ἄτλητον μεμαυῖαι, ὄρνυσθ’ ἀφραδέως; Οὐ γὰρ σθένος ἔσσεται ἶσον
455ὑμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι. Αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε εὔαδεν ἐξ ἀρχῆς καὶ ὅς’ ἀνέρες ἔργα πένονται· τοὔνεκ’ ἄρά σφισι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν, οὐδ’ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
460θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατ’ ἔθηκε. Τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα· τῶ οἱ θηλυτέρην τιν’ ἐριζέμεν οὔ τι ἔοικεν· ἠὲ τάχ’ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισι. Πᾶσι δ’ ἄρ’ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλ’ ἐπὶ ἔργα
465στρωφῶντ’ ἄλλος ἐπ’ ἄλλα· πέλει δ’ ἄρα κεῖνο φέριστον ἔργον, ὅ τι φρεσὶν ᾗσιν ἐπιστάμενος πονέηται. Τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς ἱστὸν ἐπεντύνεσθε ἑῶν ἔντοσθε μελάθρων· ἀνδράσι δ’ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
470Ἐλπωρὴ δ’ ἀγαθοῖο τάχ’ ἔσσεται, οὕνεκ’ Ἀχαιοὺς δερκόμεθ’ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν ἡμετέρων· οὐδ’ ἔστι κακοῦ δέος· οὔ τι γὰρ ἄστυ δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτ’ ἀλεγεινὴ γίνετ’ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.»
475Ὣς φάτο· ταὶ δ’ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
ὑσμίνην δ’ ἀπάνευθεν ἐσέδρακον. Ἣ δ’ ἔτι λαοὺς δάμνατο Πενθεσίλεια· περιτρομέοντο δ’ Ἀχαιοί, οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις, ἀλλ’ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι30 in vol. 1
480πορδάλιος κτείνοντο. Ποθὴ δ’ ἔχεν οὐκέτι χάρμης ἀνέρας, ἀλλὰ φόβοιο· καὶ ἄλλυδις ἤιον ἄλλοι, οἳ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχε’ ἀπ’ ὤμων, οἳ δ’ ἄρα σὺν τεύχεσσι· καὶ ἡνιόχων ἀπάνευθεν ἵπποι ἴσαν φεύγοντες. Ἐπεσσυμένοις δ’ ἄρα χάρμα
485ἔπλετ’, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο πάντες ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης. Ὡς δ’ ὅτ’ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα ἄλλα μὲν ἐκ ῥιζῶν χαμάδις βάλε δένδρεα μακρὰ
490ἄνθεσι τηλεθόωντα, τὰ δ’ ἐκ πρέμνοιο κέδασσεν ὑψόθεν, ἀλλήλοισι δ’ ἐπὶ κλασθέντα κέχυ〈ν〉ται· ὣς Δαναῶν 〈τότε〉 κεῖτο πολὺς στρατὸς ἐν κονίῃσι Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης. Αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
495χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν· «Ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ οὔασιν, ὡς πολέμοιο συνεσταότος μεγάλοιο. Ἀλλ’ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν

1

(500)

Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας, νῶιν δ’ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ ἔσσεται. Οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ Τροίης ἀγλαὸν ἄστυ διέπραθον ἐγχείῃσι31 in vol. 1
505τὸ πρὶν ἅμ’ Ἡρακλῆι δαΐφρονι, Λαομέδοντος
505. . . . . . . . . . . . . . . . . . . . . . . . . ὥς περ νῦν τελέεσθαι ὑφ’ ἡμετέρῃσιν ὀίω χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.» Ὣς φάτο· τῷ δ’ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο· κλαγγὴν γὰρ στονόεσσαν ἐπέκλυεν οὔασιν οἷσιν.
510Ἄμφω δ’ ὡρμήθησαν ἐπ’ ἔντεα μαρμαίροντα· καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου· τῶν δ’ ἄρα τεύχεα καλὰ μέγ’ ἔβραχε, μαίνετο δέ σφιν ἶσον θυμὸς Ἄρηι, τόσον σθένος ἀμφοτέροισι δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
515Ἀργεῖοι δ’ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο, οἵ ποτ’ ἐπ’ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρά, Ὄσσαν 〈τ’〉 αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον, ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
520τοῖοι ἄρ’ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς, ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι. Πολλοὺς δ’ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν· ὡς δ’ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
525εὑρόντ’ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν· ὣς οἵ γ’ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν. Ἔνθ’ Αἴας ἕλε Δηί〈ο〉χον καὶ ἀρήιον Ὕλλον
530Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον. Ἀντάνδρην δ’ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δ’ Ἱπποθόην ἐρίθυμον, τῇσι δ’ ἐφ’ Ἁρμοθόην. Ἐπὶ δ’ ᾤχετο λαὸν ἅπαντα σὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δ’ ὑπὸ χερσὶ32 in vol. 1
535πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες ῥεῖα καὶ ὀτραλέως, ὡς εἰ πυρὶ δάσκιος ὕλη, οὔρεος ἐν ξυλόχοισιν ἐπισπέρχοντος ἀήτεω. Τοὺς δ’ ὁπότ’ εἰσενόησε δαΐφρων Πενθεσίλεια θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
540ἀμφοτέρων ὥρμησε καταντίον, ἠύτε λυγρὴ πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα αἰνὰ περισσαίνουσα θόρῃ κατέναντ’ ἐπιόντων ἀγρευτῶν, οἵ πέρ μιν ἐν ἔντεσι θωρηχθέντες ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
545ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον δούρατ’ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀύτει κινυμένων. Πρώτη δ’ ἔβαλεν περιμήκετον ἔγχος ἐσθλὴ Πενθεσίλεια· τὸ δ’ ἐ〈σ〉 σάκος Αἰακίδαο ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτ’ ἀπὸ πέτρης·

1

(550)

τοῖ’ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα. Ἣ δ’ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει· «Νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος· ἀλλ’ ὀίω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
555ὑμέων ἀμφοτέρων, οἵ τ’ ἄλκιμοι εὐχετάασθε ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
ἔσσεται ἱπποδάμοισι μετὰ Τρώεσσιν ὀιζύς. Ἀλλά μοι ἆσσον ἵκεσθε ἀνὰ κλόνον, ὄφρ’ ἐσίδησθε ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρε.33 in vol. 1
560Καὶ γάρ μευ γένος ἐστὶν ἀρήιον· οὐδέ με θνητὸς γείνατ’ ἀνήρ, ἀλλ’ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς· τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.» Ἦ μέγα . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
563. . . . . . . τοὶ δ’ ἐγέλασσαν. Ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ Αἴαντος κνημῖδα πανάργυρον· οὐδέ οἱ εἴσω
565ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι· οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου δυσμενέων στονόεσσαν ἐνὶ πτολέμοισιν ἀκωκήν. Αἴας δ’ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλ’ ἄρα Τρώων ἐς πληθὺν ἀνόρουσε· λίπεν δ’ ἄρα Πηλείωνι
570οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς ᾔδεεν ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα ῥηίδιος πόνος ἔσσεθ’ ὅπως ἴρηκι πέλεια. Ἣ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα· καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
575 «Ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν, οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων. Ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης εὐχόμεθ’ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
580ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀίσσοντας δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ καὶ κρατερόν περ ἐόντα. Σὺ δ’ ἐν φρεσὶ πάγχυ μέμηνας, ἣ μέγ’ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·34 in vol. 1
585οὐδὲ γὰρ οὐδ’ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης ἐξ ἐμέθεν, τίσεις δὲ κακὸν μόρον, εὖτ’ ἐν ὄρεσσι κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι. Ἢ οὔ πω τόδ’ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα Ξάνθου πὰρ προχοῇσιν ὑφ’ ἡμετέρῃς παλάμῃσιν,
590ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο καὶ νόον, ὄφρά σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.» Ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν. Αἶψα δ’ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
595οὔτασε δεξιτεροῖο, μέλαν δέ οἱ ἔρρεεν αἷμα ἐσσυμένως. Ἣ δ’ εἶθαρ ὑπεκλάσθη μελέεσσιν, ἐκ δ’ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι. Ἀλλὰ καὶ ὧς ἄμπνυε καὶ ἔξιδε δήιον ἄνδρα

1

(600)

ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου· ὥρμηνεν δ’ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν, ἢ κραιπνῶς ἵπποιο κατ’ ὠκυτάτοιο θοροῦσα λίσσεσθ’ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
605χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη, τοῖς ἤν πως πεπίθοιτ’ ὀλοὸν σθένος Αἰακίδαο, ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν
δώῃ νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.35 in vol. 1
610 Καὶ τὰ μὲν ὣς ὥρμαινε· θεοὶ δ’ ἑτέρως ἐβάλοντο. Τῇ γὰρ ἐπεσσυμένῃ μέγ’ ἐχώσατο Πηλέος υἱός, καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου. Εὖτέ τις ἀμφ’ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
615ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης· ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέι ἵππῳ
620ἀντικρὺ διάμησεν ὑπ’ ἔγχεϊ μαιμώωντι Πηλείδης. Ἣ δ’ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ εὐσταλέως ἐριποῦσα κατ’ οὔδεος· οὐδέ οἱ αἰδὼς ᾔσχυνεν δέμας ἠύ· τάθη δ’ ἐπὶ νηδύα μακρὴ δουρὶ περισπαίρουσα, θοῷ δ’ ἐπεκέκλιτο ἵππῳ.
625Εὖτ’ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο, ἥν τέ που αἰπυτάτην ἀνά τ’ ἄγκεα μακρὰ καὶ ὕλην, οἷ αὐτῇ μέγ’ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα· τοίη Πενθεσίλεια κατ’ ὠκέος ἤριπεν ἵππου, θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἀλκή.
630 Τρῶες δ’ ὡς ἐ〈σ〉ίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ, πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο, ἄσπετ’ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
Ὡς δ’ ὅτ’ ἀν’ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω ναῦται νῆ’ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,36 in vol. 1
635παῦροι πολλὰ καμόντες ὀιζυρῆς ἁλὸς εἴσω, ὀψὲ δ’ ἄρά σφισι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ, τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα ἐξ ἁλὸς ἀίσσουσι μέγ’ ἀχνύμενοι περὶ νηὸς ἠδ’ ἑτάρων οὓς αἰνὸν ὑπὸ ζόφον ἤλασε κῦμα·
640ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα καὶ λαοὺς οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο. Τῇ δ’ ἐπικαγχαλόων μεγάλ’ εὔχετο Πηλέος υἱός· «Κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ’ οἰωνῶν,
645δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντ〈ί〉’ ἐμεῖο ἐλθέμεν; Ἦ που ἔφησθα μάχης ἀπονοστήσασα οἴσειν ἄσπετα δῶρα παρὰ Πριάμοιο γέροντος κτείνας’ Ἀργείους; Ἀλλ’ οὐ τόδε σοί γε νόημα ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν

1

(650)

ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα ἠδὲ σοὶ αἰνομόρῳ, ἐπεὶ 〈ἦ〉 νύ σε Κῆρες ἐρεμναὶ καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν βήμεναι ἐς πόλεμον τόν περ τρομέουσι καὶ ἄνδρες.» Ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
655ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης· ἄμφω δ’ ἀσπαίρεσκον ὑφ’ ἓν δόρυ δῃωθέντες. Ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς αἴγλῃ· τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
660ἐξεφάνη ἐρατῇσιν ὑπ’ ὀφρύσι καλὰ πρόσωπα
καί περ ἀποκταμένης. Οἳ δ’, ὡς ἴδον, ἀμφιέποντες Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει. Κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠύτ’ ἀτειρὴς Ἄρτεμις ὑπνώουσα Διὸς τέκος, εὖτε κάμῃσι37 in vol. 1
665γυῖα κατ’ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας· αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν Κύπρις ἐυστέφανος κρατεροῦ παράκοιτις Ἄρηος, ὄφρά τι καὶ Πηλῆος ἀμύμονος υἷ’ ἀκαχήσῃ. Πολλοὶ δ’ εὐχετόωντο κατ’ οἰκία νοστήσαντες
670τοίης 〈τῆσδ’〉 ἀλόχοιο παρὰ λεχέεσσιν ἰαῦσαι. Καὶ δ’ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ, οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος ἔπλετ’ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
675 Ἄρεϊ δ’ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς θυμὸν ἀκηχεμένου. Τάχα δ’ ἔκθορεν Οὐλύμποιο, σμερδαλέῳ ἀτάλαντος ἀεὶ κτυπέοντι κεραυνῷ ὅν τε Ζεὺς προΐησιν, ὃ δ’ ἀκαμάτης ἀπὸ χειρὸς ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
680μαρμαίρων, τῷ δ’ ἀμφὶ μέγας πελεμίζετ’ Ὄλυμπος· τοῖος Ἄρης ταναοῖο δι’ ἠέρος ἀσχαλόων κῆρ ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε παιδὸς ἑῆς· τῷ γάρ ῥα κατ’ οὐρανὸν εὐρὺν ἰόντι Αὖραι μυθήσαντο θεαὶ Βορέαο θύγατρες
685κούρης αἰνὸν ὄλεθρον. Ὃ δ’ ὡς κλύεν, ἶσος ἀέλλῃ Ἰδαίων ὀρέων ἐπεβήσετο· τοῦ δ’ ὑπὸ ποσσὶν ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης. Καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,38 in vol. 1
690εἰ μή μιν Ζεὺς αὐτὸς ἀπ’ Οὐλύμποιο φόβησε σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτέοντο δι’ αἴθρης δεινὸν ἀπαιθόμενοι. Ὃ δ’ ἄρ’ εἰσορόων ἐνόησε πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν,
695ἔστη δ’ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν. Ὡς δ’ ὅτ’ ἀπ’ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος, ὄμβρος ἄρ’ ἠδὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι λάβρα κυλινδομένοιο, ὃ δ’ ἀκαμάτῳ ὑπὸ ῥοίβδῳ

1

(700)

ἔσσυτ’ ἀναθρῴσκων μάλα ταρφέα, μέχρις ἵκηται χῶρον ἐπ’ ἰσόπεδον, σταίη δ’ ἄφαρ οὐκ ἐθέλων περ· ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκ’ ἄρ’ αὐτῶν
705πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή. Πολλὰ δὲ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν ἄλλοτε μὲν Κρονίδαο μέγ’ ἀσχαλόωντος ἐνιπὴν σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι, ἄλλοτε δ’ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλ’ Ἀχιλῆι
710μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Ὀψὲ δέ οἱ κῆρ μνήσαθ’ ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν υἱέες οἷς οὐδ’ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισι. Τοὔνεκ’ ἀπ’ Ἀργείων ἑκὰς ἤιεν· ἦ γὰρ ἔμελλε κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
715εἰ Δ〈ι〉ὸς ἀθανάτοιο παρ’ ἐκ νόον ἄλλα μενοίνα. Καὶ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων σύλεον ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν πάντῃ ἐπεσσύμενοι. Μέγα δ’ ἄχνυτο Πηλέος υἱὸς κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κονίῃσι·39 in vol. 1
720τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι, ὁππόσον ἀμφ’ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος. Θερσίτης δέ μιν ἄντα κακῷ 〈μέγα〉 νείκεσε μύθῳ· «Ὦ Ἀχιλεῦ φρένας αἰνέ, τί 〈ἤ〉 νύ σε〈υ〉 ἤπαφε δαίμων θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς
725ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι; Καί τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανὲς ἦτορ ἔχοντι μέμβλεται ὡς ἀλόχοιο πολύφρονος ἥν τ’ ἐπὶ ἕδνοις κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι. Ὥς 〈σ’〉 ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
730οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ, οὐδέ νυ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν ἀμφ’ ἀρετῆς κλυτὸν ἔργον, ἐπὴν ἐσίδῃσθα γυναῖκα. Σχέτλιε, ποῦ νύ τοί ἐστι † περὶ † σθένος ἠδὲ νόημα; Πῇ δὲ βίη βασιλῆος ἀμύμονος; Οὐδέ τι οἶσθα
735ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται; Οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν ἐς λέχος ἱεμένης, ἥ τ’ ἄφρονα φῶτα τίθησι καὶ πινυτόν περ ἐόντα. Πόνῳ δ’ ἄρα κῦδος ὀπηδεῖ· ἀνδρὶ γὰρ αἰχμητῇ νίκη〈σ〉 κλέος ἔργα τ’ Ἄρηος
740τερπνά, φυγοπτολέμῳ 〈δὲ〉 γυναικῶν εὔαδεν εὐνή.» Φῆ μέγα νεικείων· ὃ δέ οἱ περιχώσατο θυμῷ Πηλείδης ἐρίθυμος. Ἄφαρ δέ ἑ χειρὶ κραταιῇ τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἳ δ’ ἅμα πάντες ἐξεχύθησαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δ’ αὐτὸς40 in vol. 1
745πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο ἀθρόον· αἶψα δ’ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς ἀνέρος οὐτιδανοῖο. Χάρη δ’ ἄρα λαὸς Ἀχαιῶν· τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν αὐτὸς ἐὼν λωβητός· ὃ γὰρ Δαναῶν πέλεν αἰδώς.

1

(750)

Καί ῥά τις ὧδ’ εἴπεσκεν ἀρηιθόων Ἀργείων· «Οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ· ἔστι θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη ἥ τ’ αἰεὶ μερόπεσσιν ἐπ’ ἄλγεσιν ἄλγος ἀέξει.»
755 Ὣς ἄρ’ ἔφη Δαναῶν τις· ὃ δ’ ἀσχαλόων ἐνὶ θυμῷ Πηλείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπε· «Κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων· οὐ γὰρ ἀμείνονι φωτὶ χρεὼ κακὸν ἀντιφερίζειν· ὃς καί που προπάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
760ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων. Ἀλλ’ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθη〈ν〉, ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκ ἐπὶ χειρὶ βαρείῃ πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψε, σῇ δ’ ὀλιγοδρανίῃ θυμὸν λίπες. Ἀλλ’ ἀπ’ Ἀχαιῶν
765ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.» Ὣς ἔφατ’ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός. Τυδείδης δ’ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
χώετο Θερσίταο δεδουπότος, οὕνεκ’ ἄρ’ αὐτοῦ εὔχετ’ ἀφ’ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ41 in vol. 1
770Τυδέος ὄβριμος υἱός, ὃ δ’ Ἀγρίου ἰσοθέοιο, Ἀγρίου ὅς τ’ Οἰνῆος ἀδελφ〈ε〉ὸς ἔπλετο δίου· Οἰνεὺς δ’ υἱ〈έ〉α γείνατ’ ἀρήιον ἐν Δαναοῖσι Τυδέα· τοῦ δ’ ἐτέ〈τυ〉κτο πάις σθεναρὸς Διομήδης. Τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
775Καί νύ κε Πηλείωνος ἐναντίον ἤρατο χεῖρας, εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν Πηλείδην ἑτέρωθεν ἐρήτυον. Ἦ γὰρ ἔμελλον ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
780Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν. Ἀλλ’ οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων. Οἳ δὲ μέγ’ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν Ἀτρεῖδαι βασιλῆες, ἀγασσάμενοι δὲ καὶ αὐτοὶ Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου
785σὺν σφοῖσι〈ν〉 τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν ἀγγελίην προϊέντος· ὃ γὰρ φρεσὶν ᾗσι μενοίνα κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ ἵππῳ ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος. Καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
790ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην πολλοῖς σὺν κτεάτεσσιν ὅσα κταμένῃ ἐπεῴκει ἐν πυρὶ συγκείασθαι ἐυκτεάνῳ βασιλείῃ. Καὶ τὴν μὲν κατέδαψε μένος μέγα Ἡφαίστοιο, φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
795πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
Ὀστέα δ’ ἀλλέξαντες ἄδην ἐπέχευαν ἄλειφα ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δ’ ἄρ’ αὐτοῖς πίονα δημὸν ὕπερθε βάλον βοὸς ἥ τ’ ἀγέλῃσιν Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.42 in vol. 1

1

(800)

Τρῶες δ’ ὥς τε θύγατρα φίλην περικωκύσαντες ἀχνύμενοι τάρχυσαν ἐύδμητον περὶ τεῖχος πύργῳ ἐπὶ προὔχοντι παρ’ ὀστέα Λαομέδοντος, ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ. Καί οἱ παρκατέθαψαν Ἀμαζόνας ὅσσαι ἅμ’ αὐτῇ
805ἑσπόμεναι ποτὶ δῆριν ὑπ’ Ἀργείοισι δάμησαν· οὐ γάρ σφι〈ν〉 τύμβοιο πολυκλαύτοιο μέγηραν Ἀτρεῖδαι, Τρώεσσι δ’ ἐυπτολέμοισιν ὄπασσαν ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις. Οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλ’ ἐλεεινοὶ
810δήιοι οὐκέτ’ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται. Ἀργεῖοι δ’ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα ἡρώων οἳ δή σφιν ὁμοῦ κτάθεν ἠδ’ ἐδάμησαν Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος, πολλὰ μάλ’ ἀχνύμενοι κταμένων ὕπερ· ἔξοχα δ’ ἄλλων
815ἀμφ’ ἀγαθοῦ μύροντο Ποδάρκεος. Οὐ γὰρ ἐπ’ ἐσθλοῦ δεύετ’ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου· ἀλλ’ ὃ μὲν ἤδη πρόσθεν ὑφ’ Ἕκτορι κεῖτο δαϊχθεὶς ἠὺς Πρωτεσίλαος, ὃ δ’ ἔγχεϊ Πενθεσιλείης βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος.
820Τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο τεθναότων· κείνῳ δὲ πέριξ ἐβάλοντο καμόντες οἴῳ σῆμ’ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
Νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο θάψαντες, ποτὶ νῆας ἐυπρώρους ἀφίκοντο43 in vol. 1
825Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες. Ἦμος δ’ αἰγλήεσσα κατ’ Ὠκεανοῖο βεβήκει Ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη Νύξ, δὴ τότ’ ἄρ’ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο δαίνυτο Πηλείδαο βίη· σὺν δ’ ἄλλοι ἄριστοι
830τέρποντ’ ἐν θαλίῃς μέχρις Ἠῶ δῖαν ἱκέσθαι.44 in vol. 1

2

(t)

ΛΟΓΟΣ Βʹ
1 Αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπὲρ ἠχηέντων λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο, οἳ μὲν ἄρ’ ἐν κλισίῃσιν Ἀχαιῶν ὄβριμοι υἷες γήθεον ἀκαμάτῳ μέγ’ ἐπευχόμενοι Ἀχιλῆι·
5Τρῶες δ’ αὖ μύροντο κατὰ πτόλιν, ἀμφὶ δὲ πύργους ἑζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας, μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνὴρ αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα. Τοῖσι δ’ ἄρ’ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·
10 «Ὦ φίλοι, οὐκέτ’ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδ’ ὅ γε Κῆρας ἄλυξεν, ἀλλ’ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀίω
15καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔν〈ι〉 δῃωθῆναι· οἵην τήνδ’ ἐδάμασσεν ἀνὰ κλόνον, ἥν περ οἱ ἄλλοι Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν· καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα, ὠισάμην μακάρων τιν’ ἀπ’ οὐρανοῦ ἐνθάδ’ ἱκέσθαι
20ἡμῖν χάρμα φέρουσαν· ὃ δ’ οὐκ ἄρ’ ἐτήτυμον ἦεν.
Ἀλλ’ ἄγε φραζώμεσθα τί λώιον ἄμμι γένηται, ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν, ἢ ἤδη φεύγωμεν ἀπ’ ἄστεος ὀλλυμένοιο· οὐ γὰρ ἔτ’ Ἀργείοισι δυνησόμεθ’ ἀντιφερίζειν56 in vol. 1
25μαρναμένου κατὰ δῆριν ἀμειλίκτου Ἀχιλῆος.» Ὣς ἄρ’ ἔφη· τὸν δ’ υἱὸς ἀμείβετο Λαομέδοντος· «Ὦ φίλος ἠδ’ ἄλλοι Τρῶες σθεναροί τ’ ἐπίκουροι, μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης, μηδ’ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
30ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰς ὅ κεν ἔλθῃ Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα λαῶν οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν. Ἤδη γάρ ῥα καὶ αὐτὸν ὀίομαι ἀγχόθι γαίης ἔμμεναι ἡμετέρης, ἐπεὶ ἦ νύ οἱ οὔ τι νέον γε
35ἀγγελίην προέηκα μέγ’ ἀχνύμενος περὶ θυμῷ· αὐτὰρ ὅ γ’ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι. Ἀλλ’ ἄγε τλῆτ’ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον ἠὲ φυγόντας
40ζώειν ἀλλοδαποῖσι παρ’ ἀνδράσιν αἴσχε’ ἔχοντας.» Ἦ ῥ’ ὁ γέρων· ἀλλ’ οὔ τι σαόφρονι Πουλυδάμαντι ἥνδανεν εἰσέτι δῆρις, ἐύφρονα δ’ ἔκφατο μῦθον· «Εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔ τι μεγαίρω
45μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλ’ ἄρα θυμῷ δείδω μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτ’ Ἀχαιῶν. Ἀλλ’ ἄγε μήτε πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες

2

(50)

αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδ’ ἐνὶ πάτρῃ μίμνοντες κτεινώμεθ’ ὑπ’ Ἀργείων ὀρυμαγδοῦ· ἀλλ’ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματα κείνης,57 in vol. 1
55ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα, δισσάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν 〈ἐκδόμεν, ἕ〉ως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται ἡμετέρην οὐδ’ ἄστυ κατήνυκε πῦρ ἀίδηλον. Νῦν δ’ ἄγ’ ἐμεῖο πίθεσθε ἐνὶ φρεσίν· οὐ γὰρ ὀίω
60ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι. Αἴθ’ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.» Ὣς φάτο Πουλυδάμαντος ἐὺ σθένος· ἀμφὶ δὲ Τρῶες ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδ’ ἀναφανδὸν
65μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα ἅζοντ’ ἠδ’ Ἑλένην, κείνης ἕνεκ’ ὀλλύμενοί περ. Τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην· «Πουλυδάμα, σὺ μέν ἐσσι φυγοπτόλεμος καὶ ἄναλκις, οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
70ἀλλὰ δέος καὶ φύζα· σὺ δ’ εὔχεαι εἶναι ἄριστος ἐν βουλῇ, πάντων δὲ χερείονα μήδεα οἶδας. Ἀλλ’ ἄγε 〈δὴ〉 σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος, μίμνε δ’ ἐνὶ μεγάροισι καθήμενος· αὐτὰρ οἱ ἄλλοι ἀμφ’ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἰς ὅ κε μῆχος
75εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο.
Οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον, φύζα δὲ νηπιάχοισι μάλ’ εὔαδεν ἠδὲ γυναιξί· κείνῃς θυμὸν ἔοικας· ἐγὼ δέ τοι οὔ τι πέποιθα58 in vol. 1
80μαρναμένῳ· πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.» Φῆ μέγα νεικείων· ὃ δὲ χωόμενος φάτο μῦθον Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετ’ ἀῦσαι κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδ’ ἀεσίφρων ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
85πορφύρῃ καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ. Τῶ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα· «Ὤ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν, σὸν θράσος ἤγαγε νῶιν ὀιζύα, σὸς νόος ἔτλη δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰς ὅ κε πάτρην
90σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι. Ἀλλ’ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.» Ὣς ἄρ’ ἔφη· ὃ δ’ ἄρ’ οὔ τι προσέννεπε Πουλυδάμαντα· μνήσατο γὰρ Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
95ἠδ’ ὁπόσας ἔτ’ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες ὑψόθεν ἐσκοπίαζον ἀπ’ ἄστεος αἰπεινοῖο δέγμενοι Ἀργείους ἠδ’ Αἰακίδην Ἀχιλῆα.

2

(100)

Τοῖσι δ’ ἄρ’ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων, Μέμνων κυανέοισι μετ’ Αἰθιόπεσσιν ἀνάσσων, ὃς κίε λαὸν ἄγων ἀπερείσιον. Ἀμφὶ δὲ Τρῶες γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠύτε ναῦται
χείματος ἐξ ὀλοοῖο δι’ αἰθέρος ἀθρήσωσιν59 in vol. 1
105ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην· ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δ’ ἄλλων Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει δῃώσειν πυρὶ νῆας ὑπ’ ἀνδράσιν Αἰθιόπεσσιν, οὕνεκ’ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
110πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες. Τῶ ῥ’ ἄμοτον κύδαινεν ἐὺν γόνον Ἠριγενείης δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ. Ἀλλήλοις δ’ ὀάριζον ἐπ’ εἰλαπίνῃ καὶ ἐδωδῇ, ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅς’ ἄλγε’ ἀνέτλη
115ἐξενέπων, ὃ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς ἀθάνατον βίον αἰὲν ἀπειρεσίης τε ῥέεθρα Τηθύος Ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα ἠδὲ καὶ ἀκαμάτου πέρατα χθονὸς ἀντολίας τε ἠελίου καὶ πᾶσαν ἀπ’ Ὠκεανοῖο κέλευθον
120μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης, ἠδὲ καὶ ὡς ἐδάιξεν ὑπὸ στιβαρῇσι χέρεσσιν ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα εἶργον, ὃ καί σφισι πῆμα καὶ ἄσχετον ὤπασε πότμον. Καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
125μυρία· τοῦ δ’ ἀίοντος ὑπὸ φρεσὶ τέρπετο θυμός, καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ· «Ὦ Μέμνον, τὸ μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις. Ὥς μοι ἔτι κρήνειαν, ἵν’ Ἀργείους ἐσίδωμαι
130ὀλλυμένους ἅμα πάντας ὑπ’ ἐγχείῃσι τεῇσι· καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
ἐκπάγλως, ὡς οὔ τις ἐπιχθονίων ἡρώων· τῶ ς’ ὀίω κείνοισι φόνον στονόεντα βαλέσθαι. Νῦν δ’ ἄγε τέρπεο θυμὸν ἐπ’ εἰλαπίνῃσιν ἐμῇσι60 in vol. 1
135σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι ὡς ἐπέοικεν.» Ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ χρυσείῳ, τό ῥα δῶκε περίφρων Ἀμφιγυήεις Ἥφαιστος κλυτὸν ἔργον, ὅτ’ ἤγετο Κυπρογένειαν,
140Ζηνὶ μεγασθενέι· ὃ δ’ ἄρ’ ὤπασεν υἱέι δῶρον Δαρδάνῳ ἀντιθέῳ· ὃ δ’ Ἐριχθονίῳ πόρε παιδί, Τρωὶ δ’ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὃ Ἴλῳ κάλλιπε σὺν κτεάτεσσιν· ὃ δ’ ὤπασε Λαομέδοντι· αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
145υἱέι δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσε. Κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον· «Οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι οὐδ’ ἄρ’ ὑποσχεσίην κατανευσέμεν, ἀλλὰ ἕκηλον

2

(150)

δαίνυσθ’ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι· εἴ τε γὰρ ἐσθλός τ’ εἰμὶ καὶ ἄλκιμος εἴ τε καὶ οὐκί, γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότ’ ἀνέρος εἴδεται ἀλκή. Νῦν δ’ ἄγε δὴ κοίτοιο μεδώμεθα μηδ’ ἀνὰ νύκτα πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένῳ μαχέ〈σα〉σθαι
155οἶνος ἀπειρέσιος καὶ ἀυπνοσύνη ἀλεγεινή.» Ὣς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν· «Αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δ’ αὐτῷ· οὐ γὰρ ἐγώ ς’ ἀέκοντα βιήσομαι. Οὐ γὰρ ἔοικεν οὔτ’ ἀπιόντ’ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
160σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.» Ὣς φάθ’· ὃ δ’ ἐκ δόρποιο μεθίστατο, βῆ δὲ πρὸς εὐνὴν ὑστατίην. Ἅμα δ’ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι δαιτυμόνες· † τοῖς δέ σφιν † ἐπήλυθε νήδυμος ὕπνος. Αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο61 in vol. 1
165ἀθάνατοι δαίνυντο· πατὴρ δ’ ἐν τοῖσι Κρονίων εὖ εἰδὼς ἀγόρευε δυσηχέος ἔργα μόθοιο· «Ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολέω〈ν〉 μένος ἵππων ὄψεσθ’ ἀμφ’ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
170ἄνδρας τ’ ὀλλυμένους. Τῶν καὶ περικηδόμενός τις μιμνέτω ὑμείων μηδ’ ἀμφ’ ἐμὰ γούναθ’ ἱκάνων λισσέσθω· Κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.» Ὣς ἔφατ’ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς, ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται
175μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου. Καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο, τλῆσαν ἐνὶ στέρνοισι καὶ οὐ βασιλῆος ἔναντα μῦθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον.
180Ἀχνύμενοι δ’ ἵκανον ὅπῃ δόμος ἦεν ἑκάστου καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη. Ἦμος δ’ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας λαμπρὸς ἀν’ οὐρανὸν εὐρὺν Ἑωσφόρος, ὅς τ’ ἐπὶ ἔργον
185ἡδὺ μάλα κνώσσοντας ἀμαλλοδετῆρας ἐγείρει,
τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης ὕστατος ὕπνος ἀνῆκεν· ὃ δ’ ἐν φρεσὶ κάρτος ἀέξων ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι· Ἠὼς δ’ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.62 in vol. 1
190Καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη, τοῖσι δ’ ἅμ’ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων, πανσυδίῃ· μάλα δ’ ὦκα πρὸ τείχεος ἐσσεύοντο κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
195χείματος ὀρνυμένοιο κατ’ ἠέρα πουλὺν ἀγείρει. Αἶψα δ’ ἄρ’ ἐπλήσθη πεδίον πᾶν· τοὶ δ’ ἐπέχυντο ἀκρίσι π〈υ〉ροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο ἄπληστοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·

2

(200)

ὣς οἳ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δὲ γαῖα στείνετ’ ἐπεσσυμένων, ὑπὸ δ’ ἔγρετο ποσσὶ κονίη. Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον, εὖτ’ ἐσίδοντο ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο κάρτεϊ Πηλείδαο πεποιθότες. Ὃς δ’ ἐνὶ μέσσοις
205ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικώς, κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δ’ ἄρα τεύχη πάντῃ μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν. Οἷος δ’ ἐκ περάτων γαιηόχου Ὠκεανοῖο ἔρχεται Ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
210παμφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ· τοῖος ἐν Ἀργείοισι τότ’ ἔσσυτο Πηλέος υἱός.
Ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.63 in vol. 1
215 Αἶψα δ’ 〈ἄρ’〉 ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες Τρώων καὶ Δαναῶν, μετὰ δ’ ἔπρεπον Αἰθιοπῆες. Σὺν δ’ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου πάντοθεν ἀγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ· ἀλλήλους δ’ ἐδάιζον ἐυξέστῃς μελίῃσι
220βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει. Ὡς δ’ ὅτ’ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος ἐκ Διός, εὖτ’ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι θηγόμεν’ ἀλλήλοισι, πυρὸς δ’ ἐξέσσυτ’ ἀυτμή·
225ὣς τῶν μαρναμένων μέγ’ ὑπαὶ ποσὶ γαῖα πελώρη ἔβραχε, θεσπεσίου δὲ δι’ ἠέρος ἔσσυτ’ ἀυτὴ σμερδαλέη· δεινὸν γὰρ ἀύτεον ἀμφοτέρωθεν. Ἔνθ’ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην, ἄμφω ἀριγνώτω. Βάλε δ’ ἄλλων πολλὰ κάρηνα·
230εὖτ’ αἰγὶς μελάθροισιν ὑποχθονίη ἐπορούσῃ λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται ἐκ θεμέθλων, μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα· ὣς οἵ γ’ ἐν κονίῃσι κατήριπον ὠκέι πότμῳ αἰχμῇ Πηλείωνος· ὃ γὰρ μέγα μαίνετο θυμῷ.
235 Ὣς δ’ αὕτως ἑτέρωθεν ἐὺς πάις Ἠριγενείης Ἀργείους ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ, ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
Πρῶτον δ’ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας δούρατι λευγαλέῳ, ἐπὶ δ’ ἔκτανε δῖον Ἔρευθον,64 in vol. 1
240ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμην, οἳ Θρύον ἀμφενέμοντο παρ’ Ἀλφειοῖο ῥεέθροις καί ῥ’ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ. Τοὺς δ’ ὁπότ’ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἷα κτεῖναί μιν μεμαώς· τοῦ δ’ Ἀντίλοχος θεοειδὴς
245πρόσθ’ ἐλθὼν ἴθυνε μακρὸν δόρυ· καί οἱ ἅμαρτε τυτθὸν ἀλευαμένοιο, φίλον δέ οἱ εἷλεν ἑταῖρον Αἴθοπα Πυρρασίδην. Ὃ δὲ χωσάμενος κταμένοιο Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι

2

(250)

ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσχετος ὁρμή· ὣς ὃ θοῶς ἐπόρουσεν, ὃ δ’ εὐρέι μιν βάλε πέτρῳ Ἀντίλοχος. Τοῦ δ’ οὔ τι λύθη κέαρ, οὕνεκ’ ἄρ’ αὐτοῦ ἀλγινόεντ’ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια· σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στήθεσσιν ὀρίνθη
255βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥ’ ἔτι μᾶλλον μαίνετ’ ἐπ’ Ἀντιλόχῳ, κρατερὴ δέ οἱ ἔζεεν ἀλκή. Τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα τύψεν ὑπὲρ μαζοῖο· διήλασε δ’ ὄβριμον ἔγχος ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
260 Τοῦ δ’ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος Νέστορι παιδὸς ἑοῖο παρ’ ὀφθαλμοῖσι δαμέντος· οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος.
265Τοὔνεκα καὶ στερεῇσιν ἀρηρέμενος φρεσὶ θυμὸν ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος. Κέκλετο δ’ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα· «Ὄρσό μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο65 in vol. 1
270νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος ἠὲ καὶ αὐτοὶ ἀμφ’ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀιζύν. Εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γ’ ἐμεῖο υἱὸς ἔφυς οὐδ’ ἐσσὶ Περικλυμένοιο γενέθλης, ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
275Ἀλλ’ ἄγε δὴ πονεώμεθ’, ἐπεὶ μέγα κάρτος ἀνάγκη πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.» Ὣς φάτο· τοῦ δ’ ἀίοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς πένθεσι λευγαλέοισιν. Ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
280εἷλεν ἄχος· κρατεροῖο δ’ ἐναντία δηριάασθαι Μέμνονος ὡρμήθησαν ἀν’ αἱματόεντα κυδοιμόν. Ὡς δ’ ὅταν ἀγρευτῆρες ἀνὰ πτύχας ὑληέσσας οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀίσσωσι
285κτεινέμεναι μεμαῶτες, ὃ δ’ ἀμφοτέροις ἐπορούσας θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν· ὣς τότε 〈μὲν〉 Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι ἤλυθον, ἀλλά μιν οὔ τι 〈κατα〉κτανέειν ἐδύναντο μακρῇσι〈ν〉 μελίῃσιν· ἀπέπλαγχθεν γάρ οἱ αἰχμαὶ
290τῆλε χροός, μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια. Δούρατα δ’ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλ’ ὃ μὲν ὦκα ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος Φηρεὺς ὀβριμόθυμος, ὃ δ’ ἔκτανε Λαομέδοντα Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,66 in vol. 1
295ὃν Μέμνων ἐδάιξε κατὰ μόθον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ χερσὶν ὑπ’ ἀκαμάτοισι λύεν παγχάλκεα τεύχη οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος· οἳ δ’ ἅτε θῶε ἀμφ’ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα

2

(300)

οὔ τι πρόσω μεμαῶτες ἔτ’ ἐλθέμεν. Αἰνὰ δὲ Νέστωρ ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δ’ ἄλλους σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς ὥρμαινε〈ν〉 πονέεσθαι ἀφ’ ἅρματος, οὕνεκ’ ἄρ’ αὐτὸν παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε
305πὰρ δύναμιν. Μέλλεν δὲ φίλῳ 〈περὶ〉 παιδὶ καὶ αὐτὸς κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρ’ αὐτὸν Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο· «Ὦ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι
310πρεσβυτέροιο γεγῶτος, ἐπεί γε μὲν οἶδα νοῆσαι· ἦ γὰρ ἔγωγ’ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα ἀντιάαν δηίοισι, θρασὺς δέ μοι ἔλπετο θυμὸς χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον. Ἀλλ’ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,
315χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγ’ ἀμείνονι φωτὶ μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσονται ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.» Ὣς φάτο· τὸν δ’ ἑτέρωθε γέρων ἠμείβετο μύθῳ·67 in vol. 1
320 «Ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντ’ ἀγορεύεις· οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον. Ὡς ὄφελόν μοι ἀλκὴ ἔτ’ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος.
325Νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγ’ εὔχεαι, οὕνεκα θυμὸς θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερόν τε νόημα· τῶ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις. Εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις, οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·
330νῦν δ’ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ, ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται θαρσαλέως, ὃ δ’ ἄρ’ οὔ τι λιλαιόμενός περ ἀμύνει οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτ’ ἔμπεδοί εἰσιν ὀδόντες οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·
335ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν οἷόν περ τὸ πάροιθεν· ὅμως δ’ ἔτι φέρτερός εἰμι πολλῶν ἀνθρώπων, παύροισι δὲ γῆρας ὑπείκει.» Ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δ’ ἄρ’ υἷα κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν
340γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθε·
γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο. Ὣς δ’ αὕτως ἀπόρουσεν ἐυμμελίης Θρασυμήδης Φηρεύς τ’ ὀβριμόθυμος ἰδ’ ἄλλοι πάντες ἑταῖροι δειδιότες· μάλα γάρ σφιν ἐπῴχετο λοίγιος ἀνήρ.68 in vol. 1
345 Ὡς δ’ ὅτ’ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ, ὁππότε συννεφὲς ἦμαρ ἐπ’ ἀνθρώποισι τανύσσῃ Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων

2

(350)

θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ σμερδαλέον βοόωσι κατ’ οὔρεα πάντα χαράδραι· ὣς Μέμνων σεύεσκεν ἐπ’ ᾐόνας Ἑλλησπόντου Ἀργείους, μετόπισθε δ’ ἐπισπόμενος κεράιζε.
355Πολλοὶ δ’ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον Αἰθιόπων ὑπὸ χερσί, λύθρῳ δ’ ἐφορύνετο γαῖα ὀλλυμένων Δαναῶν· μέγα δ’ ἐν φρεσὶ γήθεε Μέμνων αἰὲν ἐπεσσύμενος δηίων στίχας, ἀμφὶ δὲ νεκρῶν στείνετο Τρώιον οὖδας. Ὃ δ’ οὐκ ἀπέληγε κυδοιμοῦ·
360ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα ἔσσεσθ’· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόπευεν ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα. Ἀμφὶ δέ οἱ θεράποντες ἐυσθενέες πονέοντο, Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
365αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε ἄλλοι τ’ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ καρτύναντ’ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι. Καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
Νηλείδης κατέπεφνεν· ὃ δ’ ἀσχαλόων ἑτάροιο69 in vol. 1
370Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον. Ὡς δ’ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτ〈ι〉ον δόλον ἄγρης αἰζηῶν ἰότητι, κύνες δ’ ἐπικαγχαλόωσι
375πυκνὸν ὑλακτιόωντες, ὃ δ’ ἐμμεμαὼς ὑπ’ ἄκοντι κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν· ὣς Μέμνων ἐδάιζε πολὺν στρατόν, ἀμφὶ δ’ ἑταῖροι γήθεον. Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρ’ ἐφέβοντο· ὡς δ’ ὁπότ’ ἐξεριπόντος ἀπ’ οὔρεος ἠλιβάτοιο
380πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ, τοῦ δ’ ἄρ’ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δ’ ἀν’ ὕλην, εἴ που μῆλ’ ὑπένερθε κυλινδομένοιο νέμονται
385ἢ βόες ἠέ τι ἄλλο, καὶ ἐξαλέονται ἰόντος ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρ’ Ἀχαιοὶ Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο. Καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο Νέστωρ, ἀμφὶ δὲ παιδὶ μέγ’ ἀχνύμενος φάτο μῦθον·
390 «Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων, ὤλετό μοι φίλος υἱός, ἔχει δέ οἱ ἔντεα Μέμνων τεθναότος, δείδω δὲ κυνῶν μὴ κύρμα γένηται. Ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅς τις ἑταίρου μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτ’ ἐόντος.»
395 Ὣς φάτο· τοῦ δ’ ἀίοντος ὑπὸ φρένας ἔμπεσε πένθος. Μέμνονα δ’ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν Ἀργείους ἰληδὸν ὑπ’ ἔγχεϊ δηιόωντα, αὐτίκα κάλλιπε Τρῶας ὅσους ὑπὸ χερσὶ δάιζεν ἀμφ’ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο70 in vol. 1

2

(400)

ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο ἠδ’ ἄλλων κταμένων. Ὃ δ’ ἄρ’ εἵλετο χείρεσι πέτρην, τήν ῥα βροτοὶ θέσαν οὖρον ἐυστάχυος πεδίοιο, καὶ βάλεν ἀκαμάτοιο κατ’ ἀσπίδα Πηλείωνος δῖος ἀνήρ. Ὃ δ’ ἄρ’ οὔ τι τρέσας περιμήκεα πέτρην
405αὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων, πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ, καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν. Ὃς δὲ καὶ οὐτάμενός 〈περ〉 ἀταρβέι μάρνατο θυμῷ, τύψε δ’ ἄρ’ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·
410τοῦ δ’ ἐχύθη φίλον αἷμα. Χάρη δ’ ἄρ’ ἐτώσιον ἥρως καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι· «Νῦν ς’ ὀίω μόρον αἰνὸν ἀναπλήσειν ὑπ’ ὀλέθρῳ χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι. Σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες,
415πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν μητρός τ’ ἀθανάτης Νηρηίδος; Ἀλλὰ σοὶ ἤδη ἤλυθεν αἴσιμον ἦμαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκτοθι λειριόεσσαι Ἑσπερίδες θρέψαντο παρὰ ῥόον Ὠκεανοῖο.
420Τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω, εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ Νηρεΐδος τῆς αὐτὸς ἐπεύχεαι ἔκγονος εἶναι. Ἣ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει, τῇ ἐπὶ πάντα τελεῖται ἀτειρέος ἔνδον Ὀλύμπου71 in vol. 1
425ἐσθλά τε καὶ κλυτὰ ἔργα τά τ’ ἀνδράσι γίνετ’ ὄνειαρ· ἣ δ’ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι ναίει ὁμῶς κήτεσσι μετ’ ἰχθύσι κυδιόωσα ἄπρηκτος καὶ ἄιστος. Ἐγὼ δέ μιν οὐκ ἀλεγίζω οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐίσκω.»
430 Ὣς φάτο· τὸν δ’ ἐνένιπε θρασὺς πάις Αἰακίδαο· «Ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν ἐλθέμεν ἀντί’ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν; Ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε, Ζηνὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
435καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε κούρας Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίους’ ἐν Ὀλύμπῳ, πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν, οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις, ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,
440ἠδὲ καὶ ὡς Ἥφαιστον ἐύφρονα χαλκεοτέχνην δέξατο οἷσι δόμοισιν ἀπ’ Οὐλύμποιο πεσόντα, αὐτόν τ’ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν· τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες μητέρ’ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
445Γνώσῃ δ’ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ· Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δ’ Ἀντιλόχοιο χολωθεὶς τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον. Ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν72 in vol. 1

2

(450)

ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων ἠδ’ αὐτῶν; Ἐγγὺς γὰρ Ἄρης, ἐγγὺς 〈δὲ〉 καὶ ἀλκή.» Ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ, Μέμνων δ’ αὖθ’ ἑτέρωθε, καὶ ὀτραλέως συνόρουσαν. Τύπτον δ’ ἀλλήλων ἄμοτον φρεσὶ κυδιόωντες
455ἀσπίδας ἃς Ἥφαιστος ὑπ’ ἀμβροσίῃ κάμε τέχνῃ, πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι. Ζεὺς δὲ μέγ’ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος, τεῦξε δ’ ἄρ’ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους
460ἀνδράσιν, ἀλλὰ θεοῖσιν· Ἔρις δ’ ἐπεγήθεεν ἄμφω. Οἳ δ’ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δ’ αὖτε βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
465θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν, ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη ἀμφ’ ὤμοις ἀράβησε. Βοὴ δ’ ἵκετ’ αἰθέρα δῖον Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων μαρναμένων ἑκάτερθε· κόνις δ’ ὑπὸ ποσσὶν ὀρώρει
470ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα ἤνυτο ἔργον. Εὖτ’ ὀμίχλη κατ’ ὄρεσφιν ὀρινομένου ὑετοῖο, ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι
ὕδατος ἐσσυμένοιο, βρέμει δ’ ἄρα πᾶσα χαράδρη ἄσπετον, οἳ δ’ ἄρα πάντες ἐπιτρομέουσι νομῆες73 in vol. 1
475χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν ἠδ’ ἄλλοις θήρεσσιν ὅσους τρέφει ἄσπετος ὕλη· ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητ’ ἀλεγεινή, ἥ ῥά τε καὶ φάος ἠὺ κατέκρυφεν ἠελίοιο αἰθέρ’ ἐπισκιάουσα· κακὴ δ’ ὑπεδάμνατ’ ὀιζὺς
480λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ. Καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας Κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δ’ οὐ λῆγε φόνοιο
485λευγαλέου, πάντῃ δὲ πέριξ ἐφορύνετο γαῖα αἵματος ἐκχυμένοιο· μέλας δ’ ἐπετέρπετ’ Ὄλεθρος. Στείνετο δὲ κταμένων πεδίον μέγα ἱππόβοτόν τε, ὁππόσον ἀμφὶ ῥοῇς Σιμόεις καὶ Ξάνθος ἐέργει Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.
490 Ἀλλ’ ὅτε δὴ πολλὴ μὲν ἄδην μηκύνετο δῆρις μαρναμένων, ἶσον δὲ μένος τέτατ’ ἀμφοτέροισι, δὴ τότε τούς γ’ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες οἳ μὲν θυμὸν ἔτερπον ἀτειρέι Πηλείωνι, οἳ δ’ ἄρα Τιθωνοῖο καὶ Ἠοῦς υἱέι δίῳ.
495Ὑψόθε δ’ οὐρανὸς εὐρὺς ἐπέβραχεν, ἀμφὶ δὲ πόντος ἴαχε, κυανέη δὲ πέριξ ἐλελίζετο γαῖα ἀμφοτέρων ὑπὸ ποσσί. Περιτρομέοντο δὲ πᾶσαι ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες ὀβρίμου ἀμφ’ Ἀχιλῆος ἰδ’ ἄσπετα δειμαίνοντο.

2

(500)

Δείδιε δ’ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
ἵπποις ἐμβεβαυῖα δι’ αἰθέρος· αἳ δέ οἱ ἄγχι Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι θεσπέσιον περὶ κύκλον, ὃν Ἠελίῳ ἀκάμαντι Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐὺν δρόμον, ᾧ περὶ πάντα74 in vol. 1
505ζώει τε φθινύθει τε περιπλομένοιο κατ’ ἦμαρ νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν. Καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις, εἰ μὴ ὑπ’ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο δοιαὶ ἄρ’ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
510Κῆρες· ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ, φαιδρὴ δ’ ἀμφ’ Ἀχιλῆα δαΐφρονα· τοὶ δ’ ἐσιδόντες ἀθάνατοι μέγ’ ἄυσαν, ἄφαρ δ’ ἕλε τοὺς μὲν ἀνίη λευγαλέη, τοὺς δ’ ἠὺ καὶ ἀγλαὸν ἔλλαβε χάρμα. Ἥρωες δ’ ἐμάχοντο καθ’ αἱματόεντα κυδοιμὸν
515ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν θυμὸν καὶ μέγα κάρτος ἐπ’ ἀλλήλοισι φέροντες. Φαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ μάρνασθ’ ὥς τε Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς Τιτῆνας· σθεναρὴ γὰρ ἐπὶ σφίσι δῆρις ὀρώρει·
520ἠμὲν ὁτὲ ξιφέεσσι συνέδραμον, ἠδ’ ὁτὲ λᾶας βάλλον ἐπεσσύμενοι περιμήκεας. Οὐδέ τις αὐτῶν χάζετο βαλλομένων οὐδ’ ἔτρεσαν, ἀλλ’ ἅτε πρῶνες ἕστασαν ἀκμῆτες καταειμένοι ἄσπετον ἀλκήν· ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο.
525Τοὔνεκ’ ἄρά σφισι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ πολλὸν ἐρειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ, αὐτοῖς ἠδ’ ἑτάροισιν ἀταρβέσιν οἳ μετ’ ἀνάκτων
νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν75 in vol. 1
530θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλ’ ἄρα πάντων ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρὼς αἰὲν ἐρειδομένων. Κεκάλυπτο δὲ γαῖα νέκυσσιν, οὐρανὸς ὣς νεφέεσσιν ἐς Αἰγοκερῆα κιόντος ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
535Τοὺς 〈δ’〉 ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς τεθναότας στείβεσκον, ἅτ’ ἄσπετα φύλλα κατ’ ἄλσος χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην. Οἳ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο υἱῆες μακάρων ἐρικυδέες οὐδ’ ἀπέληγον
540ἀλλήλοις κοτέοντες. Ἔρις δ’ ἴθυνε τάλαντα ὑσμίνης ἀλεγεινά. Τὰ δ’ οὐκέτι ἶσα πέλοντο· ἀλλ’ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα Πηλείδης οὔτησε, τὸ δ’ ἀντικρὺ μέλαν ἆορ ἐξέθορε〈ν〉. Τοῦ δ’ αἶψα λύθη πολυήρατος αἰών·
545κάππεσε δ’ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη, γαῖα δ’ ὑπεσμαράγησε καὶ ἀμφεφόβηθεν ἑταῖροι. Τὸν δ’ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες φεῦγον, ὃ δ’ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος. Ἠὼς δὲ στονάχησε καλυψαμένη νεφέεσσιν,

2

(550)

ἠχλύνθη δ’ ἄρα γαῖα. Θοοὶ δ’ ἅμα πάντες Ἀῆται μητρὸς ἐφημοσύνῃσι μιῇ φορέοντο κελεύθῳ ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέαντο θανόντι·
οἳ καὶ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα καί ἑ φέρον πολιοῖο δι’ ἠέρος· ἄχνυτο δέ σφι76 in vol. 1
555θυμὸς ἀδελφειοῖο δεδουπότος, ἀμφὶ δ’ ἄρ’ αἰθὴρ ἔστενε. Τοῦ δ’ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,
560τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι πάντες ὅσοι ναίουσι μακρῆς ὑπὸ πείρασιν Ἴδης· ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσεται αἶαν, ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρὸν ᾧ ἔνι κεῖνος κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
565ἐξ ὕδατος· φαίης κεν ἔθ’ ἕλκεος οὐλομένοιο πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν. Ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθ’· οἳ δ’ ἐπέτοντο Ἠοῦς ὄβριμον υἷα θοοὶ φορ〈έ〉οντες Ἀῆται τυτθὸν ὑπὲρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ.
570 Οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἷον ἔμελλον οὐ μετὰ δηρὸν ἔχοντες ὑπηέριοι φορέεσθαι· τοὔνεχ’ ἕποντ’ Ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
575Ὡς δ’ ὅτ〈αν〉 ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι σῶμ’ ἀναειράμενοι μογεροὶ φορέωσιν ἑταῖροι ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκ’ ἄγρης·
580ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες Ἀήταις ἀχλύι θεσπεσίῃ κεκαλυμμένοι. Ἀμφὶ δὲ Τρῶες καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι πάντας ἀιστωθέντας, ἀπειρεσίῃ δ’ ἀνὰ θυμὸν77 in vol. 1
585ἀμφασίῃ βεβόληντο. Νέκυν δ’ ἀκάμαντες Ἀῆται Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχοντες πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο, ἧχί τε Νυμφάων καλλιπλοκάμων πέλει ἄλσος καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμ’ ἐβάλοντο
590Αἰσήποιο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο υἱέα κυδαίνουσαι ἐυθρόνου Ἠριγενείης. Δύσετο δ’ ἠελίοιο φάος· κατὰ δ’ ἤλυθεν Ἠὼς οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δ’ ἄρ’ αὐτῇ
595κοῦραι ἐυπλόκαμοι δυο〈καί〉δεκα, τῇσι μέμηλεν αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπὰ κέλευθα νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας στρωφῶντ’ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι

2

(600)

καρποῖσι βρίθοντα, κυλινδομένου περὶ κύκλον χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τ’ ὀπώρης. Αἳ δ’ ὅτε δὴ κατέβησαν ἀπ’ αἰθέρος ἠλιβάτοιο ἄσπετ’ ὀδυρόμεναι περὶ Μέμνονα, σὺν δ’ ἄρα τῇσι
605Πληιάδες μύροντο, περίαχε δ’ οὔρεα μακρὰ καὶ ῥόος Αἰσήποιο, γόος δ’ ἄλληκτος ὀρώρει.
Ἣ δ’ ἄρ’ ἐνὶ μέσσῃσιν ἑῷ περὶ παιδὶ χυθεῖσα μακρὸν ἀνεστονάχησε πολύστονος Ἠριγένεια· «Ὤλεό μοι, φίλε τέκνον, ἑῇ δ’ ἄρα μητέρι πένθος78 in vol. 1
610ἀργαλέον περίθηκας. Ἐγὼ δ’ οὐ σεῖο δαμέντος τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν· ἀλλὰ καταχθονίων ἐσδύσομαι αἰνὰ βέρεθρα, ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένου 〈πε〉πότηται, πάντ’ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
615ὄφρά τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται. Οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος, ἐκ Διὸς αὐτοῦ πάντ’ ἐπιδερκομένη, πάντ’ ἐς τέλος ἄχρις ἄγουσα, μαψιδίως· ἦ γάρ κεν ἐμὸν φάος ὠπίσατο Ζεύς. Τοὔνεχ’ ὑπὸ ζόφον εἶμι· Θέτιν δ’ ἐς Ὄλυμπον ἀγέσθω
620ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ· αὐτὰρ ἐμοὶ στονόεσσα μετ’ οὐρανὸν εὔαδεν ὄρφνη, μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.» Ὣς φαμένης ῥέε δάκρυ κατ’ ἀμβροσίοιο προσώπου ἀενάῳ ποταμῷ ἐναλίγκιον, ἀμφὶ δὲ νεκρῷ
625δεύετο γαῖα μέλαινα· συνάχνυτο δ’ ἀμβροσίη Νὺξ παιδὶ φίλῃ καὶ πάντα κατέκρυφεν Οὐρανὸς ἄστρα ἀχλύι καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ. Τρῶες δ’ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
630Οὐδὲ μὲν Ἀργεῖοι μέγ’ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
ἐν πεδίῳ κταμένοισι παρ’ ἀνδράσιν αὖλιν ἔχοντες ἄμφω ἐυμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον, Ἀντίλοχον δ’ ἄρα κλαῖον· ἔχον δ’ ἅμα χάρματι πένθος. Παννυχίη δ’ ἀλεγεινὸν ἀνεστενάχιζε γοῶσα79 in vol. 1
635Ἠώς, ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ ἀντολίης ἀλέγιζε, μέγαν δ’ ἤχθηρεν Ὄλυμπον. Ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι, γαῖαν ἐπιστείβοντες ἀήθεα καὶ βασίλειαν ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
640Ζεὺς δ’ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα κινήθη περὶ πᾶσα· τρόμος δ’ ἕλεν ἄμβροτον Ἠῶ. Τὸν δ’ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες θάψαν ὀδυρόμενοι· τοὺς δ’ Ἠριγένεια βοῶπις πόλλ’ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
645οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι. Τοὺς δὴ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα μέμνονας, οἵ ῥ’ ἔτι τύμβον ἔπι σφετέρου βασιλῆος ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες σήματος, ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν

2

(650)

Μέμνονι ἦρα φέροντες· ὃ δ’ εἰν Ἀίδαο δόμοισιν ἠέ που ἐν μακάρεσσι κατ’ Ἠλύσιον πέδον αἴης καγχαλάᾳ, καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς δερκομένη· τοῖσι〈ν〉 δὲ πέλει πόνος, ἄχρι καμόντες εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον ἠὲ καὶ ἄμφω
655πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτι. Καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
οἰωνοὶ τελέουσι θοοί. Τότε δ’ ἄμβροτος Ἠὼς οὐρανὸν εἰσανόρουσ〈εν〉 ὁμῶς πολυαλδέσιν Ὥραις, αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας,80 in vol. 1
660παρφάμεναι μύθοισιν ὅσοις βαρὺ πένθος ὑπείκει, καί περ ἔτ’ ἀχνυμένην. Ἣ δ’ οὐ λάθεθ’ οἷο δρόμοιο· δείδιε γὰρ 〈δὴ〉 Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν, ἐξ οὗ πάντα πέλονται ὅς’ Ὠκεανοῖο ῥέεθρα ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
665Τῆς 〈δ’ ἄ〉ρα Πληιάδες πρότεραι ἴσαν· ἣ δὲ καὶ αὐτὴ
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ’ ἄρ’ ἀχλύν.81 in vol. 1

3

(t)

ΛΟΓΟΣ Γʹ
1 Αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐυθρόνου Ἠριγενείης, δὴ τότ’ ἄρ’ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν αἰχμηταὶ Πύλιοι μεγά〈λα〉 στενάχοντες ἄνακτα καί μιν ταρχύσαντο παρ’ ᾐόσιν Ἑλλησπόντου
5πολλὰ μάλ’ ἀχνύμενοι. Περὶ δ’ ἔστενον ὄβριμοι υἷες Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμπεχε πένθος Νέστορι ἦρα φέροντας. Ὃ δ’ οὐ μέγα δάμνατο θυμῷ· ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος θαρσαλέως καὶ μή τι κατηφιόωντ’ ἀκάχησθαι.
10 Πηλείδης δ’ ἑτάροιο χολούμενος Ἀντιλόχοιο σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δὲ καὶ αὐτοὶ καί περ ὑποτρομέοντες ἐυμμελίην Ἀχιλῆα τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκ’ ἄρά σφι Κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
15πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀιδονῆος χερσὶν ὑπ’ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι. Αἶψα δ’ ἄρ’ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τ’ Ἀργείων96 in vol. 1
20μαιμώωντ’ ἐς Ἄρηα διεγρομένου πολέμοιο. Πηλείδης δ’ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα δεύετο καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα Ξάνθου καὶ Σιμόεντος. Ὃ δ’ ἑσπόμενος κεράιζε
25μέχρι〈σ〉 ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμπεχε λαούς. Καί νύ κε πάντας ὄλεσσε, πύλας δ’ εἰς οὖδας ἔρεισε θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δ’ ἔθηκε κέλευθον ἐς Πριάμοιο πόληα, διέπραθε δ’ ὄλβιον ἄστυ,
30εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέι χώσατο θυμῷ, ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων. Αἶψα δ’ ἀπ’ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς· ἔστη δ’ Αἰακίδαο καταντίον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
35γωρυτὸς καὶ τόξα μέγ’ ἴαχεν, ἐκ δέ οἱ ὄσσων πῦρ ἄμοτον μάρμαιρε, ποσὶν δ’ ὑπὸ κίνυτο γαῖα. Σμερδαλέον δ’ ἤυσε μέγας θεός, ὄφρ’ Ἀχιλῆα τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα θεσπεσίην καὶ Τρῶας ὑπ’ ἐκ θανάτοιο σαώσῃ·
40 «Χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν οὔ ς’ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν, μή σε καὶ ἀθανάτων τις ἀπ’ Οὐλύμποιο χαλέψῃ.» Ὣς ἄρ’ ἔφη· ὃ δ’ ἄρ’ οὔ τι θεοῦ τρέσεν ἄμβροτον αὐδήν· ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο.
45Τοὔνεκ’ ἄρ’ οὐκ ἀλέγιζε θεοῦ, μέγα δ’ ἴαχεν ἄντην· «Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων; Ἤδη γὰρ καὶ πρόσθε μ’ ἀποστρέψας ὀρυμαγδοῦ ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου97 in vol. 1

3

(50)

Ἕκτορα τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο. Ἀλλ’ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.» Ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δ’ ἐπὶ Τρῶας οἵ ῥ’ ἔτι που φεύγεσκον ἅμα προπάροιθε πόληος,
55καὶ τοὺς μὲν σεύεσκεν· ὃ δ’ ἀσχαλόων ἐνὶ θυμῷ Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν· «Ὢ πόποι, ὡς ὅ γε μαίνετ’ ἀνὰ φρένας· ἀλλά μιν οὔ τι οὐδ’ αὐτὸς Κρονίδης ἔτ’ ἀνέξεται οὔτέ τις ἄλλος οὕτω μαργαίνοντα καὶ ἀντιόωντα θεοῖσιν.»
60 Ὣς ἄρ’ ἔφη καὶ ἄιστος ὁμοῦ νεφέεσσιν ἐτύχθη· ἠέρα δ’ ἑσσάμενος στυγερὸν προέηκε βέλεμνον καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν. Αἶψα δ’ ἀνῖαι δῦσαν ὑπὸ κραδίην· ὃ δ’ ἀνετράπετ’ ἠύτε πύργος, ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
65ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης· ὣς ἐκλίθη δέμας ἠὺ κατ’ οὔδεος Αἰακίδαο. Ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ † ἄκρατον † ὁμόκλα· «Τίς νύ μοι αἰνὸν ὀιστὸν ἐπιπροέηκε κρυφηδόν; Τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
70ὄφρά κέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄιδα λυγρὸν ἵκηται.
Οἶδα γὰρ ὡς οὔ τίς με δυνήσεται ἐγγύθεν ἐλθὼν ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων, οὐδ’ εἴ περ στέρνοισι μάλ’ ἄτρομον ἦτορ ἔχῃσιν,98 in vol. 1
75ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη. Κρύβδα δ’ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι· τῶ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.
80Ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ κείνου ὑπαὶ βελέεσσιν ὀιζυρῶς ἀπολέσθαι Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δ’ οὐκ ἀνεμώλιον ἦεν.» Ἦ καὶ λυγρὸν ὀιστὸν ἀμειλίκτοισι χέρεσσιν ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
85ἔσσυτο τειρομένοιο, πότμος δέ οἱ ἦτορ ἐδάμνα. Ἀσχαλόων δ’ ἔρριψε βέλος· τὸ δ’ ἄρ’ αἶψα κιοῦσαι Πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει ἄμβροτον ἰὸν ὀλέσθαι ἀπ’ ἀθανάτοιο μολόντα.
90Δεξάμενος δ’ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ἧχι μάλιστα πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν· οἳ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι, οἳ δ’ ἄρα καὶ Δαναοῖς, δι〈ὰ δ’〉 ἄνδιχα μητιόωντες
95δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε. Τὸν δ’ ὁπότ’ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις, αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσι· «Φοῖβε, τί ἢ τόδ’ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ99 in vol. 1

3

(100)

ἀντιθέῳ Πηλῆι συνήρσαμεν; Εὖ δ’ ἐνὶ μέσσοις δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν Πηλεὺς ἤγετ’ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν· καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα θῆρές τ’ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
105καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη. Ἀλλὰ τά γ’ ἐξελάθου καὶ ἀμείλιχον ἔργον ἔρεξας κτείνας ἀνέρα δῖον ὃν ἀθανάτοισι σὺν ἄλλοις νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι ἐκ Θέτιδος Πηλῆι. Τεῆς δ’ ἐπελήσαο ἀρῆς
110ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος ᾧ πάρα βουκολέεσκε〈σ〉· ὃ δ’ ἀθάνατόν περ ἐόντα θνητὸς ἐὼν ἀκάχιζε· σὺ δ’ ἀφρονέων ἐνὶ θυμῷ ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσς’ ἐμόγησας. Σχέτλιε, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν
115οὔθ’ ὅ τις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν, οὔθ’ ὅ τις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν. Ἀλλ’ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω ἔσσεσθ’ Αἰακίδαο δεδουπότος, οὕνεκ’ ἄρ’ αὐτοῦ
120υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν πατρὶ ἑῷ, πολέσιν δὲ κακὸν δηίοισι πελάσσει. Ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλ’ Ἀχιλῆι ἀμφ’ ἀρετῆς 〈ἐ〉μέγηρας, ἐπεὶ πέλε φέρτατος ἀνδρῶν.
125Νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματ’ ἰοῦσαν, ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;» Ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα Ἥρη ἀκηχεμένη. Ὃ δ’ ἄρ’ οὐκ ἀπαμείβετο μύθῳ·100 in vol. 1
130ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο, οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι ἔσθενεν, ἀλλ’ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων ἧστο κατωπιόων. Ἄμοτον δέ οἱ ἐσκύζοντο ἀθάνατοι κατ’ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
135ὅσσοι δ’ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι, κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες κρύβδ’ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες ἅζοντ’ ἀσχαλόωσαν. Ὃ δ’ οὔ πω λήθετο θυμοῦ Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
140ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι. Οὐδ’ ἄρά οἱ Τρώων τις ἐτόλμα〈εν〉 ἐγγὺς ἱκέσθαι βλημένου, ἀλλ’ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι θηρητήρ, ὃ δ’ ἄρ’ οὔ τι πεπαρμένος ἦτορ ἄκοντι
145λήθεται ἠνορέης, ἀλλὰ στρέφετ’ ἄγριον ὄμμα σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς· ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος θυμὸν ἄδην ὀρόθυνε. Θεοῦ δέ μιν ἰὸς ἐδάμνα· ἀλλὰ καὶ ὧς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι

3

(150)

πάλλων ὄβριμον ἔγχος. Ἕλεν δ’ Ὀρυθάονα δῖον, Ἕκτορος ἐσθλὸν ἑταῖρον, ὑπὸ κροτάφοιο τυχήσας· οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ καὶ μεμαῶτος,
ἀλλὰ δι’ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν ἶνας 〈ἐσ〉 ἐγκεφάλοιο, κέ〈δ〉ασσε δέ οἱ θαλερὸν κῆρ.101 in vol. 1
155Ἱππόνοον δ’ ἐδάμασσεν ὑπ’ ὀφρύος ἔγχος ἐρείσας ἐς θέμεθλ’ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη ἐκ βλεφάρων, ψυχὴ δὲ κατ’ Ἄιδος ἐξεποτήθη. Ἀλκιθόου δ’ ἄρ’ ἔπειτα διὰ γναθμοῖο περήσας γλῶσσαν ὅλην ἀπέκερσεν· ὃ δ’ ἐς πέδον ἤριπε γαίης
160ἐκπνείων, αἰχμὴ δὲ δι’ οὔατος ἐξεφαάνθη. Καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀίσσοντας δῖος ἀνήρ, πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα. Ἀλλ’ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
165ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δ’ ἐπέτοντο πανσυδίῃ τρομέοντες, ὃ δέ σφισι τοῖον ὁμόκλα· «Ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλ’ ἅμα πάντες τίσετε αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.»
170 Ὣς φάτο· τοὶ δ’ ἀίοντες ὑπέτρεσαν, εὖτ’ ἐν ὄρεσσι φθόγγον ἐριβρύχμοιο νεβροὶ τρομέωσι λέοντος δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ Τρώων ἱπποπόλων ἠδ’ ἀλλοδαπῶν ἐπικούρων ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλὴν
175ἐλπόμενοί μιν ἔτ’ ἔμμεν ἀνούτατον. Ὃς δ’ ὑπὸ πότμῳ θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ· γαῖα δ’ ὑπεπλατάγησε καὶ ἄσπετον ἔβραχε τεύχη Πηλείδαο πεσόντος ἀμύμονος. Οἳ δ’ ἔτι θυμῷ
180δήιον εἰσορόωντες ἀπειρέσιον τρομέεσκον· ὡς δ’ ὅτε θῆρα δαφοινὸν ὑπ’ αἰζηοῖσι δαμέντα μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν, ἀλλά ἑ ὡς ζώοντα νέκυν περιπεφρίκασιν·102 in vol. 1
185ὣς Τρῶες φοβέοντο καὶ οὐκέτ’ ἐόντ’ Ἀχιλῆα. Ἀλλὰ καὶ ὧς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε λαόν, ἐπεὶ φρεσὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ Πηλείδαο πεσόντος· ὃ γὰρ Δαναοῖς πέλεν ἀλκή·
190 «Ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες, σήμερον ἠὲ θάνωμεν ὑπ’ Ἀργείοισι δαμέντες, ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα, οἵ μ’ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
195ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα. Τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα, ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ Ἕκτορι, εἴ γέ τίς ἐστι κατ’ Ἄιδος ἀνθρώποισιν ἢ νόος ἠὲ θέμιστες· ὃ γὰρ κακὰ μήσατο Τρῶας.

3

(200)

Καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠύτε λυγραὶ πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης· ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
205ἀθρόαι ἀίξουσιν ἀπειρέσιον κοτέουσαι, αἳ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἳ δὲ καὶ ἀνδρῶν, αἳ δ’ ἄρ’ ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων.
Γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες ὅσσους οὐκ ἐθέλοντας ἐν ἄστεϊ γῆρας ἐρύκει,103 in vol. 1
210τόνδ’ ἡμεῖς εἴ πέρ γε ποτὶ πτόλιν εἰρύσσαντες θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.» Ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο ἀμφέβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθε, Γλαῦκός τ’ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
215ἄλλοι τ’ οὐλομένοιο δαήμονες ἰωχμοῖο, εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ. Ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας, ἀλλὰ θοῶς περίβη· πάντας δ’ ὑπὸ δούρατι μακρῷ ὤθει ἀπὸ νέκυος. Τοὶ δ’ οὐκ ἀπέληγον ὁμοκλῆς,
220ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀίσσοντες αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι, αἵ 〈ῥά〉 θ’ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται ἄνδρ’ ἀπαμυνόμεναι, ὃ δ’ ἄρ’ οὐκ ἀλέγων ἐπιούσας κηροὺς ἐκτάμνῃσι μελίχροας, αἳ δ’ ἀκάχονται
225καπνοῦ ὑπὸ ῥιπῆς ἠδ’ ἀνέρος, ἀλλ’ ἄρα καὶ ὧς ἀντίαι ἀίσσουσιν, ὃ δ’ οὐκ ὄθετ’ οὐδ’ ἄρα βαιόν. Ὣς Αἴας τῶν οὔ τι μάλ’ ἐσσυμένων ἀλέγιζεν, ἀλλ’ ἄρα πρῶτον ἐνήραθ’ ὑπὲρ μαζοῖο τυχήσας Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον·
230εἷλε δ’ ἄρ’ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδ’ Ἀγάνιππον Ζῶρόν τε Νίσσον τε περικλειτόν τ’ Ἐρύμαντα ὃς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ·
ναῖε δ’ ὅ γ’ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,104 in vol. 1
235τὴν μέγ’ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται, εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας. Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο κλυτὸς πάις Ἱππολόχοιο παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος· καί ῥα θοῶς Αἴαντα κατ’ ἀσπίδα πουλυβόειον
240οὔτασεν, ἀλλά οἱ οὔ τι διήλασεν ἐς χρόα καλόν· ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπ’ ἀσπίδι θώρηξ ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει. Γλαῦκος δ’ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
245καί οἱ ἐπευχόμενος μέγ’ ἀπείλεεν ἄφρονι θυμῷ· «Αἶαν, ἐπεί νύ σέ φασι μέγ’ ἔξοχον ἔμμεναι ἄλλων Ἀργείων, σοὶ δ’ αἰὲν ἐπιφρονέουσι μάλιστα ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι οἴω συνθανέεσθαι ἐπ’ ἤματι τῷδε καὶ αὐτόν.»

3

(250)

Ὣς ἔφατ’ ἀκράαντον ἱεὶς ἔπος, οὐδέ τι ᾔδη ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα. Τὸν δ’ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας· «Ἆ δείλ’, οὔ 〈νύ〉 τι οἶδας ὅσον σέο φέρτερος Ἕκτωρ ἔπλετ’ ἐνὶ πτολέμοισι; Μένος δ’ ἀλέεινε καὶ ἔγχος
255ἡμέτερον· πινυτὸν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν. Σοὶ δ’ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης ἐς μόθον ἐλθέμεναι μέγ’ ἀμείνονί περ γεγαῶτι·
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι, οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο105 in vol. 1
260νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα· ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ ς’ ἔτ’ ἔγωγε ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι. Ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἳ μετὰ σεῖο μυίαις οὐτιδανῇσιν ἐοικότες ἀίσσουσιν
265ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; Ἀλλ’ ἄρα καὶ τοῖς δώσω ἐπεσσυμένοις θάνατον καὶ Κῆρας ἐρεμνάς.» Ὣς εἰπὼν Τρώεσσιν ἐπεστρωφᾶτο, λέων ὣς ἐν κυσὶν ἀγρευτῇσι κατ’ ἄγκεα μακρὰ καὶ ὕλην. Πολλοὺς δ’ αἶψ’ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
270Τρῶας ὁμῶς Λυκίοισι. Περιτρομέοντο δὲ λαοί, ἰχθύες ὣς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ κήτεος ἢ δελφῖνος ἁλιτρεφέος μεγάλοιο· ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον. Ἀλλ’ ἄρα καὶ ὧς
275μάρναντ’, ἀμφὶ δὲ νεκρὸν Ἀχιλλέος ἄλλοθεν ἄλλοι μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα, κτείνοντ’· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει. Ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα Αἴας ὀβριμόθυμος. Ὃ δ’ ὕπτιος ἀμφ’ Ἀχιλῆα
280κάππεσεν, εὖτ’ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος· ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι βλήμενος. Ἀμφὶ δέ οἱ κρατερὸς πάις Ἀγχίσαο πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν εἴρυσεν ἐς Τρῶας καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
285δῶκε φέρειν ἑτάροισι μέγ’ ἀχνυμένοις περὶ θυμῷ.
Αὐτὸς δ’ ἀμφ’ Ἀχιλῆι μαχέσκετο· τὸν δ’ ἄρα δουρὶ μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας χειρὸς δεξιτερῆς· ὃ δ’ ἄρ’ ἐσσυμένως ἀπόρουσεν ἐξ ὀλοοῦ πολέμοιο, κίεν δ’ ἄφαρ ἄστεος εἴσω·106 in vol. 1
290ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες, οἵ ῥά οἱ αἷμα κάθηραν ἀφ’ ἕλκεος ἄλλά τε πάντα τεῦχον ὅς’ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας. Αἴας δ’ αἰὲν ἐμάρνατ’ ἀλίγκιος ἀστεροπῇσι, κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
295ἀχνύμενος δηναιὸν ἀνεψιοῖο δαμέντος. Ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων μάρνατο δυσμενέεσσι, φέβοντο δέ μιν μέγα λαοί. Κτεῖνε δὲ Πείσανδρόν τε θοὸν καὶ Ἀρήιον υἷα Μαινάλου, ὃς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου.

3

(300)

Τῷ δ’ ἐπὶ δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη Πηγασὶς ἠύκομος σθεναρῷ τέκεν Ἠμαθίωνι Γρηνίκου ποταμοῖο παρὰ ῥόον. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ Πρωτέος υἷα δάιξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς Ἴδης ναιετάεσκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
305δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια, ἀλλ’ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων πολλῶν θυμὸν ἔλυσεν ὑπ’ ἔγχεϊ μαιμώωντι κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. Ἀλλά μιν Ἄλκων υἱὸς ἀρηιθόοιο Μεγακλέος ἔγχεϊ τύψε
310πὰρ γόνυ δεξιτερόν, περὶ δὲ κνημῖδα φαεινὴν
ἔβλυσεν αἷμα κελαινόν. Ὃ δ’ ἕλκεος οὐκ ἀλέγιζεν, ἀλλ’ ἄφαρ οὐτήσαντι κακὸν γένεθ’, οὕνεκ’ ἄρ’ αὐτὸν ἱέμενον πολέμοιο δι’ ἀσπίδος οὔτασε δουρί, ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς107 in vol. 1
315ὕπτιον ἐς γαῖαν. Κανάχησε δέ οἱ πέρι τεύχη βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ δεύετο φοινήεντι λύθρῳ. Ὃ δὲ λοίγιον ἔγχος ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δ’ αἰχμῇ θυμὸς ἀπὸ μελέων, 〈ἔ〉λιπεν δέ μιν ἄμβροτος αἰών.
320Τοῦ δ’ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς, οὐδ’ ἀπέληγε μόθοιο δυσηχέος. Ὣς δὲ καὶ ἄλλοι πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφ’ Ἀχιλῆα προφρονέως ἐμάχοντο, πολὺν δ’ ὑπὸ χείρεσι λαὸν ἐσσυμένως ἐδάιζον ἐυξέστῃς μελίῃσιν.
325Εὖτ’ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται λάβρον ἐπιβρίσαντες ἐπ’ ἄλσεα ὑλήεντα ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι· ὣς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι. Μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
330ἐκπάγλως δ’ Αἴαντι δαΐφρονι· τοὔνεκ’ ἄρ’ ἔμπης Τρῶας ἄδην ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ. Τῷ δ’ ἐπὶ τόξ’ ἐτίταινε Πάρις· τὸν δ’ αἶψα νοήσας κάββαλε χερμαδίῳ κατὰ κρά〈α〉τος· ἐν δ’ ἄρ’ ἔθλασσεν ἀμφίφαλον κυνέην ὀλοὸς λίθος, ἀμφὶ δέ μιν νὺξ
335μάρψεν. Ὃ δ’ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο γὰρ ἄλλυδις ἄλλοι
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη· τόξον δ’ ἔκφυγε χεῖρε. Φίλοι δέ μιν ἁρπάξαντες ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ108 in vol. 1
340βαιὸν ἔτ’ ἐμπνείοντα καὶ ἀργαλέον στενάχοντα· οὐδὲ μὲν ἔντε’ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες. Τῷ δ’ Αἴας ἐπὶ μακρὸν ἀύτεεν ἀσχαλόων κῆρ· «Ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
345σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ. Νῦν δ’ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.» Ὣς εἰπὼν δηίοισι κακὰς ἐπὶ Κῆρας ἴαλλεν,

3

(350)

οἵ ῥ’ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος. Οἳ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδ’ ἔτ’ ἔμιμνον, οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ αἰετὸς οἰωνῶν προφερέστατος, εὖτ’ ἐν ὄρεσσι
355πώεα δαρδάπτουσι λύκοις ὑποδηῳθέντα· ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ. Οἳ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων
360κίρκος ἐπισσεύει, τοὶ δ’ ἰλαδὸν ἄλλος ἐπ’ ἄλλῳ ταρφέες ἀίσσουσιν ἀλευόμενοι μέγα πῆμα· ὣς οἵ γ’ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα φεῦγον ὀιζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν,
Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,109 in vol. 1
365ὅς ῥ’ ἕπετ’ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας. Καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν, εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε. Τοὺς δ’ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὣς αἰόλα μῆλα,
370ἤιεν ἐς πεδίον, χθόνα δ’ οὐ ποσὶ μάρπτεν ἑοῖσιν ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι· κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ ἄχρις ἐφ’ Ἑλλήσποντον ἀπ’ εὐρυχόροιο πόληος αἰζηῶν κταμένων ὁπόσους λάχε Δαίμονος Αἶσα.
375Ὡς δ’ ὅτε λήιον αὖον ὑπ’ ἀμητῆρσι πέσῃσι πυκνὸν ἐόν, τὰ δὲ πολλὰ κατ’ αὐτόθι δράγματα κεῖται βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπ’ ἔργῳ ἀνέρος εἰσορόωντος, ὅ τις κλυτὸν οὖδας ἔχῃσιν· ὣς οἵ 〈γ’〉 ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
380κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο πρηνέες. Οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας, πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅ σφιν ὄνειαρ ἔπλετ’ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
385 Τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες ἀμφὶ νέκυν φορέεσκον ἀπείριτον. Εὖτε φέροντες κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων, ἀμφὶ δέ μιν μάλα πάντες ἀγειρόμενοι στενάχοντο ἀχνύμενοι κατὰ θυμόν, —ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν—,
390δὴ τότ’ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων κεῖτο βαρυγδούποιο παρ’ ᾐόσιν Ἑλλησπόντου· οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ ἐρχομένην Πυθὼ δὲ βιάζετο, καί ἑ χολωθεὶς ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατ’ Ἀπόλλων110 in vol. 1
395λαιψηροῖς βελέεσσιν, ὃ δ’ ἀργαλέῳ ἐνὶ λύθρῳ πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο μητρὸς ἑῆς, ἣ δ’ υἷα περιστονάχησε πεσόντα ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ· τοῖος ἄρ’ Αἰακίδης δηίων ἐπικάππεσε γαίῃ,

3

(400)

χάρμα φέρων Τρώεσσι, γόον δ’ ἀλίαστον Ἀχαιοῖς.

3

(400)

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . λαῶν μυρομένων, περὶ δ’ ἔβρεμε βένθεα πόντου. Θυμὸς δ’ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι. Μνησάμενοι δ’ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
405τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν, αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας, μᾶλλον ἀνεστενάχοντο· γόου δ’ ἔρος ἔμπεσε θυμῷ κλαῖόν τ’ αὖτ’ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείαις,
410πρηνέες ἐκχύμενοι μεγάλῳ παρὰ Πηλείωνι, χαίτας ἐκ κεφαλῆς προθελύμνους δηιόωντες· χευάμενοι δ’ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα. Οἵη δ’ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων οἰμωγὴ πέλεται, ὅτε δήιοι ἐμμεμαῶτες
415καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται· τοίη καὶ παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετ’ ἀυτή, οὕνεκ’ ἀοσσητὴρ Δαναῶν, πάις Αἰακίδαο, κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,111 in vol. 1
420οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη Τρώων ἐν πεδίῳ πολυαχθέι κάββαλε πέτρῃ. Μυρμιδόνες δ’ ἄλληκτον ἀνεστενάχοντ’ Ἀχιλῆα εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος, ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
425οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδ’ ὀλοόφρων, ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντ’ ἐκέκαστο. Αἴας δ’ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει, πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα, βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔ τινι βλητὸς
430ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο. Τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας, ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος ἐσφοιτῶν, ὁτὲ δ’ αὖτε παρὰ ψαμάθοισι θαλάσσης ἐκχύμενος μάλα πουλύς, ἔπος δ’ ὀλοφύρατο τοῖον·
435 «Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων, κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ, τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν· οὐ γάρ τις, πίσυνός γε σάκος μέγα νωμήσασθαι
440ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
καὶ χαλκὸν δηίοισι περὶ στέρνοισι δαΐξαι, ἰοῖσίν γ’ ἀπάνευθεν ἐπεσσύμενος πολεμίζει· εἰ γάρ σευ κατέναντα τότ’ ἤλυθεν ὅς ς’ ἔβαλέν περ,112 in vol. 1
445οὐκ ἂν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν. Ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντα τελέσσαι, ἡμέων δ’ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν· ἤδη γὰρ Τρώεσσι κατ’ Ἀργείων τάχα νίκην νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.

3

(450)

Ὢ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεὺς ὀχθήσει μέγα πένθος ἀτερπέι γήραϊ κύρσας. Αὐτή κεν φήμη μιν ἀπορραίσει τάχα θυμόν· ὧδε δέ οἱ καὶ ἄμεινον ὀιζύος αἶψα λαθέσθαι. Εἰ δέ κεν οὐ φθίσει ἑ κακὴ περὶ υἱέος ὄσσα,
455ἆ δειλός, χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει αἰὲν ἐπ’ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι, Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν· ἀλλ’ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.» Ὣς ὃ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
460Φοῖνιξ δ’ αὖθ’ ὁ γεραιὸς 〈ἀ〉άσπετα κωκύεσκεν ἀμφιχυθεὶς δέμας ἠὺ θρασύφρονος Αἰακίδαο, καί ῥ’ ὀλοφυδνὸν ἄυσε μέγ’ ἀχνύμενος πινυτὸν κῆρ· «Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ ἄχος αἰὲν ἄφυκτον κάλλιπες. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
465πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον. Οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν 〈πο〉τ’ ἐσήλυθεν ἐς φρένα πῆμα, οὐδ’ ὅτε πατρίδ’ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας φεύγων ἐς Πηλῆα δι’ Ἑλλάδος, ὅς μ’ ὑπέδεκτο καί μοι δῶρα πόρεν, Δολόπεσσι δ’ ἔθηκεν ἀνάσσειν,113 in vol. 1
470καὶ σέ γ’ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε νηπίαχον κομέειν, ὡς εἰ φίλον υἷα γεγῶτα· τῷ πιθόμην· σὺ δ’ ἐμοῖ〈σι〉 περὶ στέρνοισι γεγηθὼς πολλάκι παππάζεσκες ἔτ’ ἄκριτα χείλεσι βάζων,
475καί μευ νηπιέῃσιν ὑπ’ ἐννεσίῃσι δίηνας στήθεά τ’ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ. Καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα·
480νῦν 〈δὲ〉 δὴ οἴχῃ ἄιστος ὑπὸ ζόφον· ἀμφὶ δ’ ἐμὸν κῆρ ἄχνυτ’ ὀιζυρῶς, ἐπεὶ ἦ νύ με 〈πέν〉θος ἰάπτει λευγαλέον· τό 〈νύ〉 μ’ εἴθε καταφθίσειε γοῶντα πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀίω κωκύσειν ἀλίαστον, ὅτ’ ἀμφί ἑ φῆμις ἵκηται.
485Οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος, πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν δυσόμεθ’ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.»
490 Ἦ ῥ’ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων. Πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
ᾤμωξεν δ’ ὀδύνῃσι μέγ’ αἰθόμενος κέαρ ἔνδον· «Ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων, ὤλεο καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·114 in vol. 1
495ῥηίτεροι δ’ ἄρα σεῖο καταφθιμένου πελόμεσθα δυσμενέσιν. Σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας, οἵ σε πάρος φοβέοντο, λέονθ’ ὣς αἰόλα μῆλα· νῦν δ’ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται. Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι

3

(500)

θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος ἄστυ διαπραθέειν, νῦν δ’ οὐ τελέεις ὅς’ ὑπέστης, ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀίω εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.» Ὣς ἔφατ’ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
505κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα· τοῖς δ’ ἄρ’ ἐπεβρόμεον νῆες παρὰ μυρομένοισιν, ἠχὴ δ’ ἄσπετος ὦρτο δι’ αἰθέρος ἀκαμάτοιο. Ὡς δ’ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο ὀρνύμεν’ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
510σμερδαλέον, πάντῃ δὲ προσαγνυμένης ἁλὸς αἰεὶ ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιον βοόωσι· τοῖος ἄρ’ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα. Καί σφιν ὀδυρομένοισι τάχ’ ἤλυθε κυανέη νύξ,
515εἰ μὴ ἄρ’ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς Νέστωρ, ὅς ῥά τ’ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίον ἄλγος μνησάμενος σφοῦ παιδὸς ἐύφρονος Ἀντιλόχοιο· «Ἀργείων σκηπτοῦχε, μέγα κρατέων Ἀγάμεμνον, νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
520σήμερον· οὐ γὰρ ἔτ’ αὖτις ἐρωήσει τις Ἀχαιοὺς κλαυθμοῦ ἄδην κορέσασθαι ἐπ’ ἤματα πολλὰ γοῶντας. Ἀλλ’ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο λούσαντες λεχέεσς’ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.»115 in vol. 1
525 Καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός. Αὐτὰρ ὃ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας θερμῆναι λοῦσαί τε νέκυν περί θ’ εἵματα ἕσσαι καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
530ἐς Τροίην ἀνιόντι. Θοῶς δ’ ἐπίθησαν ἄνακτι· ἐνδυκέως δ’ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα. Τὸν δ’ ἐσιδοῦς’ ἐλέησε περίφρων Τριτογένεια· στάζε δ’ ἄρ’ ἀμβροσίην κατὰ κρ〈ά〉ατος, ἥν ῥά τέ φασι
535δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων· θῆκε δ’ ἄρ’ ἑρσήεντα καὶ εἴκελον ἀμπνείοντι· σμερδαλέον δ’ ἄρα τεῦξεν ἐπισκύνιον περὶ νεκρῷ, οἷόν τ’ ἀμφ’ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·
540βριθύτερον δ’ ἄρα θῆκε δέμας καὶ ἄρειον ἰδέσθαι. Ἀργείους δ’ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας Πηλείδην ζώοντι πανείκελον, ὅς ῥ’ ἐπὶ λέκτροις ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει. Ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτ’ αὐτὸς
545Λέσβον τε ζαθέην Κιλίκων τ’ αἰπὺ πτολίεθρον
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας, ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν, στήθεά τ’ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν ἐκ θυμοῦ στενάχεσκον ἐύφρονα Πηλείωνα·116 in vol. 1

3

(550)

τὰς γὰρ δὴ τίεσκε καὶ ἐκ δηίων περ ἐούσας. Πασάων δ’ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον Βρισηὶς παράκοιτις ἐυπτολέμου Ἀχιλῆος ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι δρυπτομένη χρόα καλὸν ἀύτεεν· ἐκ δ’ ἁπαλοῖο
555στήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι φοίνιον. Ἀγλαΐη δὲ καὶ ἀχνυμένης ἀλεγεινῶς ἱμερόεν μάρμαιρε, χάρις δέ οἱ ἄμπεχεν εἶδος. Τοῖον δ’ ἔκφατο μῦθον ὀιζυρὸν γοόωσα·
560 «Ὤ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα· οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλό τι πῆμα, οὔτε κασιγνήτων οὔτ’ εὐρυχόρου περὶ πάτρης, ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
565ἐλπωρή τ’ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης πάσης τ’ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων ἔπλεο· πάντα γὰρ οἶος ἔης δμωῇ περ ἐούσῃ, καί ῥά με θῆκας ἄκοιτιν ἑλὼν ἄπο δούλια ἔργα. Νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
570Σπάρτην εἰς ἐρίβωλον ἢ ἐς πολυδίψιον Ἄργος·
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομ’ ἀνίας σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος. Ὡς ὄφελόν με γαῖα χυτὴ ἐκάλυψε πάρος σέο πότμον ἰδέσθαι.» Ὣς ἣ μὲν δμηθέντ’ ὀλοφύρετο Πηλείωνα117 in vol. 1
575δμωῇς σὺν μογερῇσι καὶ ἀχνυμένοισιν Ἀχαιοῖς μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς 〈δ’〉 ἀλεγεινὸν οὔ ποτε τέρσετο δάκρυ, κατείβετο δ’ ἄχρις ἐπ’ οὖδας ἐκ βλεφάρων, ὡς εἴ τε μέλαν κατὰ πίδακος ὕδωρ πετραίης, ἧς πουλὺς ὑπὲρ παγετός τε χιών τε
580ἐκκέχυται στυφελοῖο κατ’ οὔδεος, ἀμφὶ δὲ πάχνη τήκεθ’ ὁμῶς Εὔρῳ τε καὶ ἠελίοιο βολῇσι. Καὶ τότε δή ῥ’ ἐσάκουσαν ὀρινομένοιο γόοιο θυγατέρες Νηρῆος ὅσαι μέγα βένθος ἔχουσι· πάσῃσιν δ’ ἀλεγεινὸν ὑπὸ κραδίην πέσεν ἄλγος·
585οἰκτρὸν δὲ στονάχησαν, ἐπίαχε δ’ Ἑλλήσποντος. Ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἐπλετ’ Ἀχαιῶν, πανσυδίῃ πολιοῖο δι’ οἴδματος, ἀμφὶ δ’ ἄρά σφι νισομένῃσι θάλασσα διίστατο· ταὶ δ’ ἐφέροντο
590κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν κήτεα μυρομένῃσιν. Ἔσαν δ’ ἄφαρ ἧχι νέοντο παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
595ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι, ἀρνύμεναι τιμὴν ἑλικώπιδι Νηρηίνῃ. Ζεὺς δὲ μέγ’ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων ἀμφαδὸν ἀθρήσαντες ἀνὰ στρατόν. Αἳ δ’ Ἀχιλῆος118 in vol. 1

3

(600)

ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου, δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο δάκρυσι· καὶ μέγα 〈λαοὶ〉 ἀνέστενον, ἀμφὶ δὲ λαῶν μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
605καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει. Μήτηρ δ’ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος παιδὸς ἑοῦ καὶ τοῖον ἔπος φάτο δάκρυ χέουσα· «Γηθείτω ῥοδόπεπλος ἀν’ οὐρανὸν Ἠριγένεια, γηθείτω φρεσὶν ᾗσι μεθεὶς χόλον Ἀστεροπαίου
610Ἀξιὸς εὐ〈ρυ〉ρέεθρος ἰδὲ Πριάμοιο γενέθλη. Αὐτὰρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφὶ δὲ ποσσὶ κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα, οὕνεκά μ’ οὐκ ἐθέλουσαν ὑπ’ ἀνέρι δῶκε δαμῆναι, ἀνέρι ὃν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρφε
615Κῆρές τ’ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι. Ἀλλά μοι οὐ κείνοιο μέλει τόσον ὡς Ἀχιλῆος, ὅν μοι Ζεὺς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν ἴφθιμον θήσειν, ἐπεὶ οὔ τί μοι ἥνδανεν εὐνή, ἀλλ’ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δ’ ὕδωρ,
620ἄλλοτε δ’ οἰωνῷ ἐναλίγκιος ἢ πυρὸς ὁρμῇ·
οὐδέ με θνητὸς ἀνὴρ δύνατο λεχέεσσι 〈δαμάσσαι〉 γινομένην ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει, μέσφ’ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον ἔκπαγλον θήσειν καὶ ἀρήιον. Ἀλλὰ τὸ μέν που119 in vol. 1
625ἀτρεκέως ἐτέλεσσεν· ὃ γὰρ πέλε φέρτατος ἀνδρῶν· ἀλλά μιν ὠκύμορον ποιήσατο καί μ’ ἀπάφησε. Τοὔνεκ’ ἐς οὐρανὸν εἶμι· Διὸς δ’ ἐς δώματ’ ἰοῦσα κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθ’ ἐμόγησα ἀμφ’ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι,
630μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.» Ὣς ἔφατ’ αἰνὰ γοῶς’ ἁλίη Θέτις· ἣ δέ οἱ αὐτὴ Καλλιόπη φάτο μῦθον ἀρηρεμένη φρεσὶ θυμόν· «Ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδ’ ἀλύουσα εἵνεκα παιδὸς ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
635σκύζεο. Καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ Κηρὶ δαμέντες. Κάτθανε δ’ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο Ὀρφεύς, οὗ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη, πᾶσα δ’ ἄρ’ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
640πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν· ἀλλ’ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔ τι ἔοικε πένθεσι λευγαλέοισι καὶ ἄλγεσι θυμὸν ἀχεύειν. Τῶ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
645καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ καὶ μένος ἀείσουσιν ἐμῇ ἰότητι καὶ ἄλλων
Πιερίδων. Σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν. Ἦ οὐκ ἀίεις ὅτι πάντας ὅσοι χθονὶ ναιετάουσιν120 in vol. 1

3

(650)

ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα οὐδὲ θεῶν ἀλέγουσα, τόσον σθένος ἔλλαχε μούνη; Ἣ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα ἀνέρας, ὅν κ’ ἐθέλῃσι· θεῶν δ’ οὔ τίς μιν ἐρύξει.»
655 Ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα. Ἠέλιος δ’ ἀπόρουσεν ἐς Ὠκεανοῖο ῥέεθρα, ὦρτο δὲ Νὺξ μεγάλοιο κατ’ ἠέρος ὀρφνήεσσα, ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ. Αὐτοῦ δ’ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
660ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ. Ἀλλ’ οὐχ ὕπνος ἔμαρπτε θοὴν Θέτιν· ἄγχι δὲ παιδὸς ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
665 Ἀλλ’ ὅτε καγχαλόωσα δι’ αἰθέρος ἤλυθεν Ἠὼς λαμπρότατον 〈τό〉τε πᾶσι φάος Τρώεσσι φέρουσα καὶ Πριάμῳ, Δαναοὶ δὲ μέγ’ ἀχνύμενοι Ἀχιλῆα κλαῖον ἐπ’ ἤματα πολλά· περιστενάχοντο δὲ μακραὶ ἠιόνες πόντοιο, μέγας δ’ ὀλοφύρετο Νηρεὺς
670ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος. Καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες δοῦρα τά οἱ φορέοντες ἀπ’ οὔρεος Ἰδαίοιο
675πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην, ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος. Ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο αἰζηῶν κταμένων, πολλοὺς δ’ ἐφύπερθε βάλοντο121 in vol. 1
680Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας ἵππους τε χρεμέθοντας ἐυσθενέας θ’ ἅμα ταύρους, σὺν δ’ ὄιάς τε σύας τ’ ἔβαλον βρίθοντας ἀλοιφῇ· φάρεα δ’ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι δμω〈ι〉άδες καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
685χρυσόν τ’ ἤλεκτρόν τ’ ἐπενήνεον. Ἀμφὶ δὲ χαίτας Μυρμιδόνες κείραντο, νέκυν δ’ ἐκάλυψαν ἄνακτος· καὶ δ’ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι. Πολλοὺς δ’ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
690ἄλλους δ’ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου ἡδέος οὗ μέθυ λαρὸν ὀδώδει νέκταρι ἶσον· ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα. Ἀλλ’ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
695πεζοὶ ἅμ’ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο ἀμφὶ πυρὴν πολύδακρυν. Ὃ δ’ ἔκποθεν Οὐλύμποιο Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο ἀμβροσίης, δίῃ τε φέρων Νηρηίδι τιμὴν Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ

3

(700)

λαιψηρῶν Ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε
καίεσθ’ Αἰακίδαο νέκυς. Τοῦ δ’ αἶψα μολόντος Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δ’ ἀλεγεινὸν καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ.122 in vol. 1
705Οἳ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι ῥιπῇ ἀπειρεσίῃ· περὶ δ’ ἴαχεν ἐσσυμένοισι πόντος ὁμοῦ καὶ γαῖα, περικλονέοντο δ’ ὕπερθε πάντα νέφη μεγάλοιο δι’ ἠέρος ἀίσσοντα. Οἳ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος
710αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες· ὦρτο δ’ ἀυτμὴ Ἡφαίστου μαλεροῖο, γόος δ’ ἀλίαστος ὀρώρει Μυρμιδόνων. Ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες καῖον ἐυπνείοντες ὁμῶς· ἀνὰ δ’ ἔγρετο πουλὺς
715καπνὸς ἐς ἠέρα δῖαν, ἐπέστενε δ’ ἄσπετος ὕλη δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη. Οἳ δὲ μέγ’ ἐκτελέσαντες ἀτειρέες ἔργον Ἀῆται εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο. Μυρμιδόνες δ’, ὅτ’ ἄνακτα πελώριον ὕστατον ἄλλων
720ἤνυσε πῦρ ἀίδηλον ἀποκταμένων περὶ νεκρῷ ἵππων τ’ αἰζηῶν τε καὶ ἄλλ’ ὅσα δάκρυ χέοντες ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί, δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ’ αὐτοῦ φαίνετ’ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
725ἦν, ἀλλ’ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα σὺν κείνοις ἐμέμικτ’, ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δ’ ἐνὶ μέσσοις ῥιπῇ ὑφ’ Ἡφαίστου δεδμημένος οἶος ἔκειτο.123 in vol. 1
730Τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε, ἀργυρέην, χρυσῷ δὲ διαυγέι πᾶς’ ἐκέκαστο. Καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν κοῦραι Νηρῆος μέγ’ Ἀχιλλέα κυδαίνουσαι,
735ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα ταρχύσασθαι σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον, Ἡφαίστου κλυτὸν ἔργον ἐύφρονος, ᾧ ἔνι θῆκαν ὀστέ’ Ἀχιλλῆος μεγαλήτορος. Ἀμφὶ δὲ τύμβον
740Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο ἀκτῇ ἐπ’ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες. Οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
745μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος· οὐδ’ ἔθελον μογεροῖσιν ἔτ’ ἀνδράσιν οὐδὲ μὲν ἵπποις μίσγεσθ’ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες, ἀλλ’ ὑπὲρ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα ἀνθρώπων ἀπάτερθεν ὀιζυρῶν φορέεσθαι,

3

(750)

ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα. Καί νύ κεν αἶψ’ ἐτέλεσσαν ὅσά σφισι μήδετο θυμός, εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρ’ Ἀχιλῆος ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάις, ὅν ῥα καὶ αὐτοὶ
755δεχνῦνθ’, ὁππόθ’ ἵκοιτο ποτὶ στρατόν, οὕνεκ’ ἄρά σφι θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,124 in vol. 1
760τέτρατον αὖτ’ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ, τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον Ζηνὸς ὑπ’ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν. Τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
765τὸν μὲν ἀκηχέμενοι, τὸν δ’ αὖ ποθέοντες ἰδέσθαι. Καὶ τότ’ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα ἤλυθεν Ἐννοσίγαιος ἐπ’ ᾐόνας· οὐδέ μιν ἄνδρες ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς· καί ῥα Θέτιν προσέειπεν ἔτ’ ἀχνυμένην Ἀχιλῆος·
770 «Ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα. Οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν, ὡς ἠὺς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος· οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει οὐδ’ Ἀίδης, ἀλλ’ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·
775καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ σὸς πάις· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς ἶσον ἐμοὶ τίσουσι. Σὺ δ’ ἴσχεο κωκύουσα
780ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.» Ὣς εἰπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ παρφάμενος μύθοισι Θέτιν· τῆς δ’ ἐν φρεσὶ θυμὸς
βαιὸν ἀνέπνευσε〈ν〉· τὰ 〈δέ〉 οἱ θεὸς ἐξετέλεσσεν. Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ἧχι ἑκάστῳ125 in vol. 1
785νῆες ἔσαν, τὰς ἦγον ἀφ’ Ἑλλάδος· αἳ δ’ Ἑλικῶνα Πιερίδες νίσοντο, καὶ εἰς ἅλα Νηρηῖναι
δῦσαν ἀναστενάχουσαι ἐύφρονα Πηλείωνα.126 in vol. 1

4

(t)

ΛΟΓΟΣ Δʹ
1 Οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα πυρκαϊῆς καθύπερθε βάλον. Τὸν δ’ αὐτὸς Ἀπόλλων
5ἐκ πυρὸς αἰθομένοιο μάλ’ ἐσσυμένως ἀναείρας δῶκε θοοῖς Ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης· οἳ δέ μιν αἶψ’ ἀπένεικαν ὑπ’ ἄγκεα Τηλάνδροιο χῶρον ἐς ἱμερόεντα, πέτρην δ’ ἐφύπερθε βάλοντο ἄρρηκτον· Νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
10ἀενάου ποταμοῖο τὸν εἰσέτι φῦλ’ ἀνθρώπων Γλαῦκον ἐπικλείουσιν ἐύρροον· ἀλλὰ τὰ μέν που ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι. Ἀργεῖοι δ’ ἐρίθυμον ἀνεστενάχοντ’ Ἀχιλῆα νηυσὶ παρ’ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
15λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἑὸν υἷα δίζοντ’, οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς. Τρῶες δ’ αὖ〈τ’〉 ἀλίαστον ἐγήθεον εἰσορόωντες τοὺς μὲν ἀκηχεμένους, τὸν δ’ ἐν πυρὶ δῃωθέντα· καί τις ἐπευχόμενος τοῖον ποτὶ μῦθον ἔειπε·
20«Νῦν πάντεσσιν ἄελπτον ἀπ’ Οὐλύμποιο Κρονίων
ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα. Ἦ γὰρ ὀίω βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὑσμίνης.136 in vol. 1
25Αἰεὶ γάρ οἱ χερσὶν ἐμαίνετο λοίγιον ἔγχος λύθρῳ ὑπ’ ἀργαλέῳ πεπαλαγμένον· οὐδέ τις ἡμέων κείνῳ ἐσάντα μολὼν ἔτ’ ἐσέδρακεν ἠριγένειαν. Νῦν δ’ ὀίω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα νηυσὶν ἐυπρώροισι δαϊκταμένου Ἀχιλῆος.
30Ὡς ὄφελον μένος ἦεν ἔθ’ Ἕκτορος, ὄφρ’ ἅμα πάντας Ἀργείους σφετέρῃσιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.» Ὣς ἄρ’ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς· ἄλλος δ’ αὖθ’ ἑτέρωθε πύκα φρονέων φάτο μῦθον· «Φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
35πόντον ἐπ’ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι· ἀλλ’ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης. Εἰσὶ〈ν〉 γὰρ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι, Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες, τοὺς ἔτ’ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·
40τοὺς εἴθ’ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων, καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.» Ὣς ἔφατ’. Ἀθάνατοι δὲ κατ’ οὐρανὸν ἐστενάχοντο ὅσσοι ἔσαν Δαναοῖσιν ἐυσθενέεσσιν ἀρωγοί,
45ἀμφὶ δὲ κρᾶτ’ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
θυμὸν ἀκηχέμενοι· ἑτέρω〈θε〉 δὲ γήθεον ἄλλοι εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι. Καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη· «Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις137 in vol. 1

4

(50)

κούρης ἠυκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν ἀντιθέῳ Πηλῆι πόρες θυμήρε’ ἄκοιτιν Πηλίου ἐν βήσσῃσι; Γάμον δέ οἱ αὐτὸς ἔτευξας ἄμβροτον, οἳ δέ νυ πάντες ἐδαινύμεθ’ ἤματι κείνῳ ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
55ἀλλὰ τά γ’ ἐξελάθου, μέγα δ’ Ἑλλάδι μήσαο πένθος.» Ὣς ἄρ’ ἔφη· τὴν δ’ οὔ τι προσέννεπεν ἀκάματος Ζεύς. Ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν, οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
60ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέι πόντῳ· καὶ τὰ μὲν ὣς ὥρμαινε τὰ δὴ μετόπισθε τέλεσσεν. Ἠὼς δ’ Ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε, κυανέην δ’ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη, ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο.
65Ἀργεῖοι δ’ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ· οὐ γὰρ νηδύος ἔστιν ἀπωσέμεναι μεμαυίης λιμὸν ἀταρτηρήν, ὁπόταν στέρνοισιν ἵκηται· ἀλλ’ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν.
70Τοὔνεκα δαῖτ’ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος· αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη. Τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
λῦσε δ’ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν. Ἀλλ’ ὅτε δὴ κεφαλὰς μὲν ἐπ’ ἀντολίην ἔχον ἄρκτοι138 in vol. 1
75δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δ’ Ἠώς, δὴ τότ’ ἀνέγρετο λαὸς ἐυσθενέων Ἀργείων πορφύρων Τρώεσσι φόνον καὶ κῆρ’ ἀίδηλον. Κίνυτο δ’ ἠύτε πόντος ἀπείριτος Ἰκαρίοιο ἠὲ καὶ αὐαλέον βαθὺ λήιον, ὁππόθ’ ἵκηται
80ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο· ὣς ἄρα κίνυτο λαὸς ἐπ’ ᾐόσιν Ἑλλησπόντου. Καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισιν ἔειπεν· «Ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα, νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
85μή πως θαρσήσωσιν, Ἀχιλλέος οὐκέτ’ ἐόντος,
99aκαὶ Τελαμωνιάδαο μέγα σθένος ἔκτοθι μίμνειν.
86Ἀλλ’ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις ἴομεν ἀμφὶ πόληα· πόνος δ’ ἄρα κῦδος ὀρέξει.» Ὣς ἔφατ’ ἐν Δαναοῖσιν· ἀμείβετο δ’ ὄβριμος Αἴας· «Τυδείδη, σὺ μὲν ἐσθλὰ καὶ οὐκ ἀνεμώλια βάζεις
90ὀτρύνων Τρώεσσιν ἐυπτολέμοισι μάχεσθαι ἀγχεμάχους Δαναούς, οἵ περ μεμάασι καὶ αὐτοί. Ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ δῖα Θέτις· μάλα γάρ 〈οἱ〉 ἐνὶ φρεσὶ μήδεται ἦτορ υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
95ὣς χθιζή μοι ἔειπεν, ὅτ’ εἰς ἁλὸς ἤιε βένθος, νόσφ’ ἄλλων Δαναῶν· καί μιν σχεδὸν ἔλπομαι εἶναι
ἐσσυμένην. Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός, οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.»139 in vol. 1

4

(100)

Ὣς ἄρ’ ἔφη Τελαμῶνος ἐὺς πάις, οὐδέ τι ᾔδη ὅττι ῥά οἱ μετ’ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων ἀργαλέον· τὸν δ’ αὖτις ἀμείβετο Τυδέος υἱός· «Ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
105πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους. Καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε· καὶ δ’ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.» Ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
110Καὶ τότ’ ἄρ’ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις αὔρῃ ὑπηώῃ ἐναλίγκιος· αἶψα δ’ ἵκανεν Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον, οἳ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι, οἳ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
115Τοῖσι δ’ ἅμ’ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς αὐτίκ’ ἀεθλεύειν· τοὶ δ’ ἀθανάτῃ πεπίθοντο. Πρῶτος δ’ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός, οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
120οὔτε παλαισμοσύνῃ πολυτειρέι· τοῦ γὰρ ὕπερθε γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας. Ἀλλά οἱ ἐν στέρνοισιν ἔτ’ ἔμπεδος ἔπλετο θυμὸς
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν κείνῳ, ὅτ’ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτύχθη·140 in vol. 1
125τῷ καὶ Λαέρταο κλυτὸς πάις εἵνεκα μύθων εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν πάντων Ἀργείων, μέγ’ ἐυμμελίης Ἀγαμέμνων. Τοὔνεκ’ ἐν〈ὶ〉 μέσσοισιν ἐύφρονα Νηρηίνην ὕμνεεν, ὡς πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
130εἵνεκ’ ἐυφροσύνης καὶ εἴδεος· ἣ δ’ ἀίουσα τέρπεθ’. Ὃ δ’ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε, τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο δαῖτα παρ’ εἰλαπίνῃσιν, ὅτ’ εἴδατα θεῖα φέρουσαι
135χερσὶν ὑπ’ ἀμβροσίῃσι θοαὶ παρενήνεον Ὧραι χρυσείοις κανέοισι, Θέμις δ’ ἄρα καγχαλόωσα ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας, πῦρ δ’ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι ἀμβροσίην ἐκέραιον ἐνὶ χρυσέοισ〈ι〉 κυπέλλοις,
140αἳ δ’ ἄρ’ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα, Μοῦσαι δ’ ἐς μολπήν, ἐπετέρπετο δ’ οὔρεα πάντα καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δ’ ἄφθιτος αἰθὴρ ἄντρά τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί. Καὶ τὰ μὲν ἂρ Νηλῆος ἐὺς πάις Ἀργείοισι
145πάντα μάλ’ ἱεμένοις κατελέξατο· τοὶ δ’ ἀίοντες τέρπονθ’. Ὃς 〈δ’〉 Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα μέλπε μέσῳ ἐν ἀγῶνι, πολὺς δ’ ἀμφίαχε λαὸς ἀσπασίως· ὃ δ’ ἄρ’ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
ἐκπάγλως κύδαινεν ἀρηρεμένοις ἐπέεσσι,141 in vol. 1

4

(150)

δώδεχ’ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν, ἕνδεκα δ’ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς 〈δ’〉 ἐδάιξε Τήλεφον ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ υἷα Ποσειδάωνος ἰδ’ ἀντίθεον Πολύδωρον
155καὶ Τρωίλον θηητὸν ἀμύμονά τ’ Ἀστεροπαῖον, αἵματι δ’ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν νοσφίσατ’ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
160Ἕκτορά θ’ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν ἠδὲ καὶ υἱ〈έ〉α δῖον ἐυθρόνου Ἠριγενείης. Καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔ τις ἔσθενε δηριάασθαι ἐναντίον, οὔτ’ ἐν ἀέθλοις
165αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται, οὐδὲ μὲν ἱππασίῃ οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ, κάλλεΐ θ’ ὡς Δαναοὺς μέγ’ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ ἔπλετ’ ἀπειρεσίη, ὁπότ’ Ἄρεος ἔσσυτο δῆρις. Εὔχετο δ’ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
170κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα. Ἀργεῖοι δ’ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν αὐτή τ’ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους ὠκύποδας, τοὺς πρόσθεν ἐυμμελίῃ Ἀχιλῆι Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
175εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν ἠκέσατ’ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
αὐτὸς ἔσω μηροῖο, διήλασε δ’ ὄβριμον αἰχμήν. Καὶ τοὺς μὲν Νέστωρ Νηλήιος οἷς ἑτάροισιν ὤπασεν· οἳ δ’ ἐς νῆας ἄγον μέγα κυδαίνοντες142 in vol. 1
180ἀντίθεον βασιλῆα. Θέτις δ’ ἐς μέσσον ἀγῶνα θῆκεν ἄρ’ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς καλαὶ πόρτιες ἦσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι· τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο ἤλασεν ἐξ Ἴδης μεγάλῳ περὶ δουρὶ πεποιθώς.
185 Τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης, Τεῦκρος μὲν πρῶτος Τελαμώνιος ἠδὲ καὶ Αἴας, Αἴας ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν. Ἀμφὶ δ’ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ φάρεα, πάντα δ’ ἔνερθεν ἅ περ θέμις ἐκρύψαντο
190αἰδόμενοι Πηλῆος ἐυσθενέος παράκοιτιν ἄλλάς τ’ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμ’ αὐτῇ ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους. Τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο Ἀτρείδης ὃς πᾶσι μετ’ Ἀργείοισιν ἄνασσε.
195Τοὺς δ’ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἳ δ’ ἀπὸ νύσσης καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι· τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἳ δ’ ἑκάτερθεν Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος. Ἀλλ’ ὅτε τέρματ’ ἔμελλον ἱκανέμεναι μεμαῶτες,

4

(200)

δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης.
Τῷ δ’ ἄρ’ ἐν〈ι〉χριμφθεὶς χαμάδις πέσε· τοῦ δ’ ἀλεγεινῶς ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἳ δ’ ὑπανέσταν143 in vol. 1
205οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. Οἳ δ’ ἰάχησαν Ἀργεῖοι κατ’ ἀγῶνα. Παρήιξε〈ν〉 δέ μιν Αἴας γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο, Λοκροί, αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων· ἐκ δ’ ἔλασαν μετὰ νῆας ἄγειν βόας, ὄφρα νέμωνται.
210Τεῦκρον δ’ ἐσσυμένως ἕταροι περιποιπνύοντες ἦγον ἐπισκάζοντα. Θοῶς δέ οἱ ἰητῆρες ἐκ ποδὸς αἷμ’ ἀφέλοντο· θέσαν δ’ ἐφύπερθε τομάων εἴρια συνδεύσαντες ἀλείφασιν, ἀμφὶ δὲ μίτρῃ δήσαντ’ ἐνδυκέως· ὀλοὰς δ’ ἐκέδασσαν ἀνίας.
215 Ἄλλοι δ’ αὖθ’ ἑτέρωθε παλαισμοσύνης ὑπερόπλου καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε, Τυδέος ἱπποδάμοιο πάις καὶ ὑπέρβιος Αἴας, οἵ ῥ’ ἴσαν ἐς μέσσον. Θάμβος δ’ ἔχεν ἀθρήσαντας Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσιν ὁμοῖοι.
220Σὺν δ’ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τ’ ἐν ὄρεσσιν ἀμφ’ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες, ἶσον δ’ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν λείπεται οὐδ’ ἠβαιὸν ἀταρτηρῶν μάλ’ ἐόντων· ὣς οἵ γ’ ἶσον ἔχον κρατερὸν μένος. Ὀψὲ δ’ ἄρ’ Αἴας
225Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν ἆξαι ἐπειγόμενος· ὃ δ’ ἄρ’ ἰδρείῃ τε καὶ ἀλκῇ πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλήξας ἑτέρωσε144 in vol. 1
230κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός, ἀμφὶ δ’ ἄρ’ αὐτῷ ἕζετο· τοὶ δ’ ὁμάδησαν. Ὃ δ’ ἀσχαλόων ἐνὶ θυμῷ Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖτις ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ σμερδαλέῃσι κόνιν κατεχεύατο καὶ μέγα θύων
235Τυδείδην ἐς μέσσον ἀύτεεν. Ὃς δέ μιν οὔ τι ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ ποσσὶν ὑπ’ ἀμφοτέρων κόνις ὤρνυτο. Τοὶ δ’ ἑκάτερθε ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τ’ ἐν ὄρεσσι θαρσαλέου μένεος πειρώμενοι εἰς ἓν ἵκωνται
240ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι βρυχμῇ ὑπ’ ἀμφοτέρων, τοὶ δ’ ἄσχετα μαιμώωντες κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος 〈δηρ〉ὸν ἐπ’ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δη〈ρ〉ιόωνται,
245πουλὺς δ’ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός· ὣς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν· ἀμφοτέρων δ’ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες χερσὶ περικτυπέοντο τετριγότες, εὖτ’ ἐν ὄρεσσι δένδρε’ ἐπ’ ἀλλήλοισι βαλόντ’ ἐριθηλέας ὄζους.

4

(250)

Πολλάκι δ’ Αἴαντος μεγάλου στιβαροὺς ὑπὸ μηροὺς κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔ τι ἂψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·
τὸν δ’ Αἴας καθύπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·145 in vol. 1
255ἄλλοτε δ’ ἀλλοίως ὑπὸ χείρεσι δη〈ρ〉ιόωντο. Λαοὶ δ’ ἔνθα καὶ ἔνθα μέγ’ ἴαχον εἰσορόωντες, οἳ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες, οἳ δὲ βίην Αἴαντος. Ὃ δ’ ἄλκιμον ἄνδρα τινάξας ἐξ ὤμων ἑκάτερθε, βαλὼν δ’ ὑπὸ νηδύα χεῖρας,
260ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠύτε πέτρην ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δ’ ἴαχε Τρώιον οὖδας Τυδείδαο πεσόντος, ἐπηΰτησε δὲ λαός. Ἀλλὰ καὶ ὧς ἀνόρουσεν ἐελδόμενος πονέεσθαι τὸ τρίτον ἀμφ’ Αἴαντα πελώριον· ἀλλ’ ἄρα Νέστωρ
265ἔστη ἐν〈ὶ〉 μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα· «Ἴσχεσθ’, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου· ἴδμεν γὰρ δὴ πάντες ὅσον προφερέστατοί ἐστε Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.» Ὣς φάτο· τοὶ δ’ ἔσχοντο πονεύμενοι. Ἐκ δὲ μετώπων
270χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα· κύσσαν δ’ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο. Τοῖς δ’ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων, δῖα Θέτις· τὰς δ’ αὐτοὶ ἐθηήσαντο ἰδόντες ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
275ληιάδων προφέρεσκον ἐυφροσύνῃ τε καὶ ἔργοις νόσφιν ἐυπλοκάμου Βρισηίδος, ἅς ποτ’ Ἀχιλλεὺς ληίσατ’ ἐκ Λέσβοιο, νόον δ’ 〈ἐπ〉ετέρπετο τῇσι· καί ῥ’ ἣ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἣ δ’ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,146 in vol. 1
280ἄλλη δ’ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν, ἣ δ’ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τραπέζας. Τὰς δ’ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας δασσάμενοι προέηκαν ἐυπρώρους ἐπὶ νῆας. Ἀμφὶ δὲ πυγμαχίης ὦρτο σθένος Ἰδομενῆος,
285ὤρνυτ’, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου. Τῷ δ’ οὔ τις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν. Τῷ δ’ ἄρ’ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους ὠκύποδας τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
290ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας. Καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι Ἰδομενεύς, αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε. Φοῖνιξ δ’ Ἀργείοισιν ἐυσθενέεσσι μετηύδα· «Νῦν μὲν ἄρ’ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
295αὕτως, οὔ τι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις, ἀλλ’ ἄρ’ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες. Ἀλλ’, ἄλλοι νέοι ἄνδρες, ἐπεντύνεσθε ἄεθλον χεῖρας ἐπ’ ἀλλήλοισι δαήμονας ἰθύνοντες πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.»

4

(300)

Ὣς φάτο· τοὶ δ’ ἀίοντες ἐσέδρακον ἀλλήλοισιν· ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον, εἰ μή σφεας 〈ἐν〉ένιπεν ἀγαυοῦ Νηλέος υἱός· «Ὦ φίλοι, οὔ τι ἔοικε δαήμονας ἄνδρας ἀυτῆς πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
305τερπωλὴ πέλεται, καμάτῳ δ’ ἐπὶ κῦδος ἀγινεῖ. Ὡς εἴθ’ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο οἷον ὅτ’ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς, αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἓν ἰόντες, ὁππότ’ ἄρ’ ἀμφήριστος ἐγὼ Πολυδεύκεϊ δίῳ147 in vol. 1
310πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον· ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκ’ ἄρ’ αὐτὸν ἤδη που τὸ πάροιθε παρ’ ἀγχεμάχοισιν Ἐπειοῖς
315νίκης’ ἠὺν ἐόντα, πεσὼν δ’ ἐκονίσατο νῶτα σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δ’ ἄρ’ αὐτῷ πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο· τῶ νύ μοι οὐκέτι κεῖνος ἐναντίον ἤρατο χεῖρας καὶ κρατερός περ ἐών, ἔλαβον δ’ ἀκόνιτος ἄεθλον.
320Νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκ’ ἄνωγα ὑμέας, οἷσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι· κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπ’ ἀγῶνος ἄεθλον.» Ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς. υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
325ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι ὕστερον· ἀλλ’ οὔ οἵ τις ἐτόλμαεν ἐγγὺς ἱκέσθαι εἵνεκα πυγμαχίης· πολέμου δ’ οὐ πάγχυ δαήμων ἔπλετο λευγαλέου, ὁπότ’ Ἄρεος ἔσσυτο δῆρις. Καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
330ἤμελλεν τότ’ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν, εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱός,
αἰχμητὴς Ἀκάμας, μέγα δ’ ἐν φρεσὶ κάρτος ἄεξεν, ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι, τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος148 in vol. 1
335ἀμφέβαλεν παλάμῃσ〈ιν〉 ἐποτρύνων βασιλῆα. Ὣς δ’ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος θαρσύνεσκον Ἐπειόν· ὃ δ’ ἐν μέσσοισι λέων ὣς εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος ῥινοὺς ἀζαλέας. Μέγα δ’ ἴαχον ἔνθα καὶ ἔνθα
340λαοὶ ἐποτρύνοντες ἐυσθενέων μένος ἀνδρῶν μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Οἳ δὲ καὶ αὐτοὶ ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος, ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴ περ ἔασιν ὡς πρὶν ἐυτρόχαλοι μηδ’ ἐκ πολέμου βαρύθοιεν.
345Αἶψα δ’ ἄρ’ ἀλλήλοισι καταντία χεῖρας ἄειραν ταρφέα παπταίνοντες, ἐπ’ ἀκροτάτοις δὲ πόδεσσι βαίνοντες κατὰ βαιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος. Σὺν δ’ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,

4

(350)

αἵ τ’ ἀνέμων ῥιπῇσιν ἐπ’ ἀλλήλῃσι θοροῦσαι ἀστεροπὴν προϊᾶσι, μέγας δ’ ὀροθύνεται αἰθὴρ θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι. Ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν· ἐκ δὲ μετώπων
355ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς. Οἳ δ’ ἄμοτον πονέοντο μεμαότες· οὐδ’ ἄρ’ Ἐπειὸς λῆγεν, ἐπέσσυτο δ’ αἰὲν ἑῷ περὶ κάρτεϊ θύων. Τὸν δ’ ἄρα Θησέος υἱὸς ἐυφρονέων ἐν ἀέθλῳ
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνασθαι149 in vol. 1
360θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο. Ἀλλὰ καὶ ὧς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα.
365Αὐτὰρ ὅ γ’ αἶψ’ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ, πλῆξε δέ οἱ κεφαλήν· ὃ δ’ ἄρ’ ἔμπαλιν ἀίσσοντος βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον, ἄλλῃ δ’ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς μήτι παντοίῃ χέρας ὤρεγε. Τοὺς δ’ ἄρ’ Ἀχαιοὶ
370ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι νίκης ἀμφ’ ἐρατῆς· τῶν δ’ ἐσσυμένως θεράποντες ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν λῦσαν· τοὶ δ’ ἄρα τυτθὸν ἀνέπνευσαν καμάτοιο μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
375Τοὺς δ’ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι· ἀλλ’ οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων (ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί)·
380κύσσαν δ’ ἀλλήλους, ἔριδος δ’ ἐπελήθετο θυμὸς λευγαλέης. Τοῖς δ’ αἶψα Θέτις κυανοκρήδεμνος ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
385ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ· τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέι Διονύσῳ δῶρον, ὅτ’ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς κάλλιπεν οὐκ ἐθέλων 〈γε〉 περικλύστῳ ἐνὶ Δίῃ·150 in vol. 1
390τοὺς δ’ ἠὺς Διόνυσος ἑῷ πόρεν υἱέι δῶρον νέκταρος ἐμπλήσας, ὃ δ’ ἄρ’ ὤπασεν Ὑψιπυλείῃ πολλοῖς σὺν κτεάτεσσι Θόας, ἣ δ’ υἱέι δίῳ κάλλιπεν, ὃς δ’ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε. Τῶν δ’ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
395ἄλλον δ’ ἠὺς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε γηθόσυνος. Τῶν δ’ ἀμφὶ δεδρυμμένα τύμματα πάντα ἠκέσατ’ ἐνδυκέως Ποδαλείριος, οὕνεκ’ ἄρ’ αὐτὸς πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακ’ ἔθηκε

4

(400)

κεῖνα τά οἱ 〈τὸ〉 πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε, τοῖσί περ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν αὐτῆμαρ μογέοντος ὑπ’ ἐκ κακοῦ ἰαίνονται· τῶν δ’ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα τύμματ’ ἀπαλθαίνοντο, κατηπιόωντο δ’ ἀνῖαι.
405 Ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀιλέος υἱὸς ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο. Τῶν δ’ ἄρα τηλόσε θῆκεν ἐυμμελίης Ἀγαμέμνων ἱππόκομον τρυφάλειαν, ἔφη δέ 〈τ〉ε· «Πολλὸν ἀμείνων ἔσσεται ὃς κέρσειεν ἄπο τρίχας ὀξέι χαλκῷ.»
410Αἴας δ’ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον, πλῆξε δ’ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς ὀξύτατον. Τεῦκρος δὲ μέγ’ ἐγκονέων ἐνὶ θυμῷ
δεύτερος ἧκεν ὀιστόν, ἄφαρ δ’ ἀπέκερσεν ἐθείρας ὀξὺ βέλος· λαοὶ δὲ μέγ’ ἴαχον ἀθρήσαντες151 in vol. 1
415καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκ’ ἄρ’ αὐτὸν πληγὴ ἐπαλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔ τι βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα. Καί οἱ τεύχεα καλὰ πόρε〈ν〉 Πηλῆος ἄκοιτις ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων ὄχ’ ἄριστον
420Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκεν, οὐδ’ ἀπόνητο ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος ἔγχος ὁμοῦ καὶ κάρτος ἀπήμερσαν βιότοιο. Ὡς δ’ ὁπόθ’ ἑρσήεντα καὶ εὐθαλέοντ’ ἀνὰ κῆπον ὑδρηλῆς καπέτοιο μάλ’ ἀγχόθι τηλεθάοντα
425ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι, κέρσῃ τις δρεπάνῳ νεοθηγέι, μηδ’ ἄρ’ ἐάσῃ ἐς τέλος ἠὺ μολεῖν μηδ’ ἐς σπόρον ἄλλον ἱκέσθαι, ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι μέλλονθ’ ἑρσήεντος ὑπ’ εἴαρος ἀλδαίνεσθαι·
430ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος Πηλείδης κατέπεφνεν, ἔτ’ ἄχνοον, εἰσέτι νύμφης νήιδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα· ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
435θαρσαλέοι τελέθουσιν, ὅτ’ οὐκέτι δεύεται ἦτορ. Αὐτίκα δ’ αὖτε σόλον περιμήκεά τε βριαρόν τε
πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι. Τὸν δ’ οὔ τις βαλέειν δύνατο στιβαρὸν μάλ’ ἐόντα Ἀργείων· οἶος δ’ ἔβαλε〈ν〉 μενεδήιος Αἴας152 in vol. 1
440χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ, ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται. Θάμβησαν δ’ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη χαλκὸς ὃν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
445τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς, πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος· Ἡρακλέης δέ μιν ἠὺς ἑλὼν σὺν ληίδι πολλῇ ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ

4

(450)

ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότ’ ἄρ’ αὐτῷ Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ, κεῖνος δ’ υἱέι δῶκεν, ὃ δ’ ὠκυπόροις ἐνὶ νηυσὶν ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος μνωόμενος Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο
455προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς· τόν ῥ’ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός. Καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα.
460Καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ· οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖς μελέεσσιν ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα.
Αὐτὸν δ’ αὖτ’ ἀνάειρε μέγαν σόλον, ὄφρά οἱ εἴη τερπωλὴ μένος ἠὺ λιλαιομένῳ πονέεσθαι.153 in vol. 1
465 Οἳ δ’ ἄρα δη〈ρ〉ιόωντες ἐφ’ ἅλματι πολλοὶ ἀνέσταν· τῶν δ’ ἄρ’ ὑπέρθορε πολλὸν ἐυμμελίης Ἀγαπήνωρ σήματα· τοὶ δ’ ὁμάδησαν ἐπ’ ἀνέρι μακρὰ θορόντι. Καί οἱ τεύχεα καλὰ πόρε〈ν〉 μεγάλοιο Κύκνοιο δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
470πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς πρῶτον ἀριστήων, Τρῶας δ’ ἄχος ἀμφεκάλυψεν. Αἰγανέῃ δ’ ἄρα πολλὸν ὑπέρβαλε δηριόωντας Εὐρύαλος· λαοὶ δὲ μέγ’ ἴαχον· οὐ γὰρ ἔφαντο κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
475Τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτ’ Ἀχιλλεὺς ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα, ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ. Αἴας δ’ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
480χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. Οἳ δ’ ὁρόωντες θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον, οὐδέ τις ἔτλη ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμ’ ἀλεγεινὸν ἠνορέην, φοβέοντο δ’ ἀνὰ φρένα μή τινα χερσὶ
485τύψας ἀκαμάτοισιν ὑπὸ πληγῇσι πρόσωπον συγχέῃ ἐσσυμένως, μέγα δ’ ἀνέρι πῆμα γένηται. Ὀψὲ δὲ πάντες ἔνευσαν ἐπ’ Εὐρυάλῳ μενεχάρμῃ, ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δ’ ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων Θρασὺν ἄνδρα·154 in vol. 1
490 «Ὦ φίλοι, ἄλλον μέν κεν Ἀχαιῶν, ὅν κ’ ἐθέλητε, τλήσομαι ἀντιόωντα, μέγαν δ’ Αἴαντα τέθηπα· πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ, ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀίω ἀνδρὸς ἀπ’ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.»
495 Ὣς φαμένοιο γέλασσαν· ὃ δ’ ἐν φρεσὶ πάμπαν ἰάνθη Αἴας ὀβριμόθυμος. Ἄειρε δὲ δοιὰ τάλαντα ἀργύρου αἰγλήεντος ἅ οἱ Θέτις εἵνεκ’ ἀέθλου δῶκεν ἄτερ καμάτοιο· φίλου δ’ ἐμνήσατο παιδὸς Αἴαντ’ εἰσορόωσα, γόος δέ οἱ ἔμπεσε θυμῷ.

4

(500)

Οἳ δ’ αὖθ’ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου, πρῶτος μὲν Μενέλαος ἰδ’ Εὐρύπυλος θρασυχάρμης Εὔμηλός τε Θόας τε καὶ ἰσόθεος Πολυποίτης. Ἵπποις δ’ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφ’ ἅρματ’ ἔρυσσαν
505πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης. Αἶψα δ’ ἄρ’ ἐς κλῆρον ξύνισαν βεβαῶτ’ ἐνὶ δίφροις χῶρον ἀν’ ἠμαθόεντ’· ἐπὶ νύσσῃ δ’ ἔσταν ἕκαστοι· καρπαλίμως δ’ εὔληρα λάβον κρατερῇς παλάμῃσιν. Ἵπποι δ’ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον,
510ὅππως τις προάλοιτο, πόδας δ’ ὑπεκίνυον αὕτως,
οὔατα δ’ ὠρθώσαντο καὶ † ἄμπυκα δεύεσαν ἀφρῷ. † Οἳ δ’ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων μάστιον· οἳ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι καρπαλίμως ζεύγλῃσι μέγ’ ἔνθορον ἀσχαλόωντες,155 in vol. 1
515ἅρματα δ’ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀίσσοντα· οὐδ’ ἁ〈ρ〉ματροχιὰς ἰδέειν 〈πέλεν〉 οὐδὲ ποδοῖιν ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι. Πουλὺς δ’ αἰθέρ’ ἵκανε κονίσαλος ἐκ πεδίοιο καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσσιν
520ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἢ Ζεφύροιο χείματος ἐγρομένου, ὁπότ’ οὔρεα δεύεται ὄμβρῳ. Ἵπποι δ’ Εὐμήλοιο μέγ’ ἔκθορον· οἳ δ’ ἐφέποντο ἀντιθέοιο Θόαντος· ἐπ’ ἄλλῳ δ’ ἄλλος ἀύτει ἅρματι· τοὶ δ’ ἐφέροντο δι’ εὐρυχόρου πεδίοιο ...
525
(desunt 48 versus) »... Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε παρφ〈θ〉άμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο, ὅς ῥα τότ’ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης.
530Ἀλλ’ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλ’ ἄρα πολλὸν
ποσσὶν ἀφαυροτέρους· οἳ γάρ τ’ εἴδοντ’ ἀνέμοισιν.» Ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν Ἀτρείδην· ὃ δ’ ἄρ’ ᾗσι περὶ φρεσὶ γήθεε θυμῷ.156 in vol. 1
535Τοὺς δὲ μέγ’ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν ζεύγλης· οἳ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους πάντες ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη. Ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην ἠκέσατ’ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα
540ὅσσα περιδρύφθησαν ἀπ’ ἐκ δίφροιο πεσόντες. Ἀτρείδης δ’ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης· καί οἱ ἐυπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος, πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
545 Ἄλλοι δ’ αὖθ’ ἑτέρωθε μονάμπυκας ἔντυον ἵππους ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφ’ ἵππων ἕζονθ’· οἳ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες δάπτον καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες

4

(550)

ἐκθορέειν. Τοῖς δ’ αἶψα 〈τάθη〉 δρόμος· οἳ δ’ ἀπὸ νύσσης καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες, εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις ἠὲ Νότου κελάδοντος, ὅτ’ εὐρέα πόντον ὀρίνει λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτ’ ἀλεγεινὸν
555ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀιζύν· ὣς οἵ γ’ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
ἐν πεδίῳ κλονέοντες ἀπείριτον. Οἱ δ’ ἐλατῆρες ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλῃ ταρφέα πεπληγώς, ἑτέρῃ δ’ ἐν〈ὶ〉 χειρὶ τινάσσων157 in vol. 1
560νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν. Ἵπποι δ’ ἐρρώοντο· βοὴ δ’ ἀνὰ λαὸν ὀρώρει ἄσπετος· οἳ δ’ ἐπέτοντο διὰ πλατέος πεδίοιο. Καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἵππος νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
565εἰ μὴ ἄρ’ ἐξήρπαξε δρόμου, πεδίον δ’ ἀφίκανε πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥ’ ἔτι νῆις ἀέθλων ἵππος ἔην· γενεῇ δὲ μάλ’ οὐ κακός, ἀλλὰ θοοῖο θεσπέσιον γένος ἔσκεν Ἀρίονος ὃν τέκεν ἵππων
570Ἅρπυια Ζεφύρῳ πολυηχέι φέρτατον ἄλλων πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος ἐκ μακάρων ἔχε δῶρον· ὅθεν γένος ἔπλετο κείνου, καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
575Τροίῃ ἐνὶ ζαθέῃ. Ὃ δέ οἱ μέγα ποσσὶ πεποιθὼς ὠκὺν ἐόντ’ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων αὐτὸς ἐνὶ πρώτοισιν ὀιόμενος μέγα κῦδος ἱππασίης ἀνελέσθαι. Ὃ δ’ οὔ τί οἱ ἦτορ ἴηνεν ἀμφ’ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἵκανε
580δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα ἰδρείῃ. Λαοὶ δ’ Ἀγαμέμνονα κυδαίνεσκον
ἵππον τε Σθενέλοιο θρασύφρονος ἠδὲ καὶ αὐτόν, οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ καὶ ποσὶ θύων.158 in vol. 1
585Καὶ τότ’ ἄρ’ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου· δῶκε δ’ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην. Ἄλλοις δ’ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
590ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβῳ δῶρα πόρεν πάντεσσιν. Ἐπὶ σφίσι δ’ ἄχνυτο θυμὸν υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκ’ ἄρ’ αὐτὸν νίκης ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων ἕλκος ἀνιηρὸν τό μιν οὔτασεν ὄβριμος Ἄλκων
595ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.159 in vol. 1

5

(t)

ΛΟΓΟΣ Εʹ
1 Ἀλλ’ ὅτε δὴ πολλοὶ μὲν ἀπηνύσθησαν ἄεθλοι, δὴ τότ’ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις. Ἀμφὶ δὲ πάντῃ δαίδαλα μαρμαίρεσκεν ὅσα σθένος Ἡφαίστοιο
5ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο. Πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ οὐρανὸς ἠδ’ αἰθήρ· γαίῃ δ’ ἅμα κεῖτο θάλασσα. Ἐν δ’ ἄνεμοι νεφέλαι τε σελήνη τ’ ἠέλιός τε κεκριμέν’ ἄλλυδις ἄλλα· τέτυκτο δὲ τείρεα πάντα
10ὁππόσα δινήεντα κατ’ οὐρανὸν ἀμφιφέρονται. Τῶν δ’ ἄρ’ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτ’ ἀήρ· ἐν τῷ δ’ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο· φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι. Τηθὺς δ’ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
15τῶν δ’ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν ἀλεγεινῶν κυκλόθεν ἄλλυδις ἄλλῃ ἑλισσομένων διὰ γαίης. Ἀμφὶ δ’ ἄρ’ εὖ ἤσκηντο κατ’ οὔρεα μακρὰ λέοντες σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δ’ ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε· σύες δ’ ἅμα τοῖσι πέλοντο18 in vol. 2
20ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι θήγοντες καναχηδὸν ἐυκτυπέοντας ὀδόντας. Ἐν δ’ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες, ἄλλοι δ’ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
25 Ἐν δ’ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ ἀργαλέοι ἐνέκειντο. Περικτείνοντο δὲ λαοὶ μίγδα θοοῖς ἵπποισι· πέδον δ’ ἅπαν αἵματι πολλῷ δευομένῳ ἤικτο κατ’ ἀσπίδος ἀκαμάτοιο. Ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τ’ Ἐνυώ,
30αἵματι λευγαλέῳ πεπαλαγμένοι ἅψεα πάντα· ἐν δ’ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι, ἣ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας ἐλθέμεν, αἳ δ’ ὀλοοῖο πυρὸς πνείουσαι ἀυτμήν. Ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δ’ ἄρα τῇσι
35φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δ’ ἄρ’ αὐτῷ Ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντων ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρώς. Ἐν δ’ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δ’ ἄρά σφι σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
40αἰνὸν λιχμώωντες. Ἀπειρέσιον δ’ ἄρα θαῦμα δαίδαλα κεῖνα πέλοντο μέγ’ ἀνδράσι δεῖμα φέροντα, οὕνεκ’ ἔσαν ζωοῖσιν ἐοικότα κινυμένοισι. Καὶ τὰ μὲν ἂρ πολέμοιο τεράατα πάντα τέτυκτο· εἰρήνης δ’ ἀπάνευθεν ἔσαν περικαλλέα ἔργα.
45Ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο· Δίκη δ’ ἐπεδέρκετο πάντα· ἄλλοι δ’ ἄλλ’ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δ’ ἀλωαὶ καρποῖσι βρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει. Αἰπύτατον δ’ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ19 in vol. 2

5

(50)

καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατ’ ἄκρης ὑψηλὴ ψαύουσα πρὸς οὐρανόν. Ἀμφὶ δὲ πάντῃ ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκολόπεσσιν ἀνθρώπων ἀπέρυκον ἐὺν πάτον, οὕνεκα πολλοὶ
55εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα, παῦροι δ’ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες. Ἐν δ’ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες, σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δ’ ὑπὸ χερσὶν
58aἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δ’ ἔσαν ἄλλοι
59πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δ’ ἐς μέγα ἔργον.
60Ἐν δὲ βόες ζεύγλῃσιν ὑπ’ αὐχένας αἰὲν ἔχοντες, οἳ μὲν ἀπήνας εἷλκον ἐυσταχύεσσιν ἀμάλλαις βριθομένας, οἳ δ’ αὖτις ἀροτρεύεσκον ἀρούρας, τῶν δὲ πέδον μετόπισθε μελαίνετο· τοὶ δ’ ἐφέποντο αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
65χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δ’ ἄσπετον ἔργον. Ἐν δ’ αὐλοὶ κιθάραι τε παρ’ εἰλαπίνῃσι πέλοντο·
ἐν δὲ χοροὶ ἵσταντο νέων παρὰ ποσσὶ γυναικῶν· αἳ δ’ ἄρ’ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι. Ἄγχι δ’ ἄρ’ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς20 in vol. 2
70ἀφρὸν ἔτ’ ἀμφὶ κόμῃσιν ἔχους’ ἀνεδύετο πόντου Κύπρις ἐυστέφανος (τὴν δ’ Ἵμερος ἀμφεποτᾶτο), μειδιόως’ ἐρατεινὰ σὺν ἠυκόμοις Χαρίτεσσιν. Ἐν δ’ ἄρ’ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
75ἐς γάμον Αἰακίδαο δαΐφρονος. Ἀμφὶ δὲ πάντες ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην· ἀμφὶ δ’ ἄρ’ ὑδρηλοί τε καὶ εὐθαλέες λειμῶνες ἔσκον, ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης, ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.
80 Νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο, αἳ μὲν ἄρ’ ἐσσύμεναι ἐπικάρσιαι, αἳ δὲ κατ’ ἰθὺ νισόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμ’ ἀλεγεινὸν ὀρνύμενον. Ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
85λαίφεα λεύκ’ ἐρύοντες, ἵν’ ἐκ θανάτοιο φύγωσιν· οἳ δ’ ἕζοντ’ ἐπ’ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος. Τοῖς δ’ ἐπὶ μειδιόων 〈ἐν〉 κήτεσιν εἰναλίοισιν ἤσκητ’ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι,
90ὡς ἐτεόν, σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
στόρνυτ’ ἐπεσσυμένων, ὁμαλὴ δ’ ἄρα πρόσθε γαλήνη ἔπλετο. Τοὶ δ’ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο21 in vol. 2
95σαίνοντες βασιλῆα· κατ’ ἠερόεν δ’ ἁλὸς οἶδμα νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες. Ἄλλα δὲ μυρία κεῖτο κατ’ ἀσπίδα τεχνηέντως χερσὶν ὑπ’ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο. Πάντα δ’ ἄρ’ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,

5

(100)

οὕνεκ’ ἔην ἔκτοσθε κατ’ ἄντυγος, ᾗ ἔνι πᾶσα ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα. Τῇ δ’ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα· Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγ’ ἀσχαλόωντι ἐοικώς, οὐρανῷ ἐμβεβαώς· περὶ δ’ ἀθάνατοι πονέοντο
105Τιτήνων ἐριδαινομένων Διὶ συμμογέοντες. Τοὺς δ’ ἤδη κρατερὸν πῦρ ἄμπεχεν· ἐκ δὲ κεραυνοὶ ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο οὐρανόθεν· Ζηνὸς γὰρ 〈ἀ〉άσπετον ὤρνυτο κάρτος· οἳ δ’ ἄρ’ ἔτ’ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
110 Ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο πολλὸν ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα. Κνημῖδες δ’ ἤσκηντο πελώριαι· ἀμφὶ δ’ ἐλαφραὶ μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι. Ἀγχόθι δ’ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
115χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε κουλεῷ, ᾧ ἔπι κώπη ἀρηρεμένη ἐλέφαντος θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
Τοῖς δὲ παρεκ〈τε〉τάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος, Πηλιὰς ὑψικόμοισιν ἐειδομένη ἐλάτῃσι,22 in vol. 2
120λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο. Καὶ τότ’ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος· «Νῦν μὲν δὴ κατ’ ἀγῶνος ἀέθλια πάντα τελέσθη ὅσς’ ἐπὶ παιδὶ θανόντι μέγ’ ἀχνυμένη κατέθηκα.
125Ἀλλ’ ἴτω ὅς τ’ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν, καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχε’ ἕσασθαι δώσω, ἃ καὶ μακάρεσσι μέγ’ εὔαδεν ἀθανάτοισιν.» Ὣς φάτο· τοὶ δ’ ἀνόρουσαν ἐριδμαίνοντ’ ἐπέεσσιν υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
130Αἴας, ὃς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν, ἀστὴρ ὣς ἀρίδηλος ἀν’ οὐρανὸν αἰγλήεντα Ἕσπερος, ὃς μέγα πᾶσι μετ’ ἄστρασι παμφαίνῃσι· τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο. Ἤιτεε δ’ Ἰδομενῆα κλυτὸν καὶ Νηλέος υἷα
135ἠδ’ ἄρα μητιόωντ’ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο· ὣς δ’ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει· οἳ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι. Νέστωρ δ’ Ἰδομενῆι καὶ Ἀτρέος υἱέι δίῳ
140ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπ’ ἄλλων· «Ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες, Αἴαντος μεγάλοιο περιφραδέος τ’ Ὀδυσῆος
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε.23 in vol. 2
145Τῶν γάρ θ’ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι γηθήσει κατὰ θυμόν· ὃ δ’ αὖ μέγα πένθος ἀέξει πάντας ἀτεμβόμενος Δαναούς, περὶ δ’ ἔξοχα πάντων ἡμέας· οὐδ’ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε στήσεται ἐν πολέμῳ. Μέγα δ’ ἔσσεται ἄλγος Ἀχαιοῖς,

5

(150)

κείνων ἤν τινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων ἡρώων προφέρουσιν, ὃ μὲν πολέμῳ, ὃ δὲ βουλῇ. Ἀλλ’ ἄγ’ ἐμεῖο πίθεσθε, ἐπεί ῥα γεραίτερός εἰμι λίην, οὐκ ὀλίγον περ· ἔχω δ’ ἐπὶ γήραϊ πολλῷ καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα.
155Αἰεὶ δ’ ἐν βουλῇσι γέρων πολύιδρις ἀμείνων ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε. Τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐύφροσι τήνδε δικάσσαι ἀντιθέῳ τ’ Αἴαντι φιλοπτολέμῳ τ’ Ὀδυσῆι,
158aὅν τινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα
159ἠδ’ ὅ τις ἐξεσάωσε νέκυν Πηληιάδαο
160ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπ’ ἀνάγκῃ, οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται οὔ τινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.»
165 Ὣς φάμενον προσέειπεν ἐυμμελίης Ἀγαμέμνων· «Ὦ γέρον, ὡς οὔ τις πινυτώτερος ἄλλος ἐν ἡμῖν σεῖο πέλει Δαναῶν, οὔτ’ ἂρ νέος οὔτε παλαιός, ὃς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἀνέρα ὅν τινα τῶνδε θεοὶ μετόπισθε βάλωνται24 in vol. 2
170νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται. Καὶ δ’ ἐμοὶ ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ, ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν· τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα Τρωσὶν ἐυπτολέμοισι, χόλον δ’ οὐκ ἄμμιν ὀπάσσει.»
175 Ὣς φάτο· τοὶ δ’ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες ἀμφαδὸν ἠνήναντο δικασπολίην ἐρατεινήν. Τῶν δ’ ἄρ’ ἀναινομένων Τρώων ἐρικυδέες υἷες ἕζοντ’ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες, ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
180Αἴας δ’ ἐν μέσσοισι μέγ’ ἀσχαλόων φάτο μῦθον· «Ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκμήτοιο; Ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος βλημένου ἐν κονίῃσιν, ὅτ’ ἀμφί ἑ Τρῶες ἔβησαν,
185ὁππότ’ ἐγὼ κείνοισι φόνον στονόεντ’ ἐφέηκα σεῖο καταπτώσσοντος; Ἐπεί νύ σε γείνατο μήτηρ δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο, ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος· οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
190ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα. Ἠὲ τόδ’ ἐξελάθου, ὅτ’ ἐς Ἰλίου ἱερὸν ἄστυ ἐλθέμεναι ἀλέεινες ἅμ’ ἀγρομένοισιν Ἀχαιοῖς, καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντ’ ἐφέπεσθαι
ἤγαγον Ἀτρεῖδαι; Ὡς μὴ ὤφελλες ἱκέσθαι·25 in vol. 2
195σῇς γὰρ ὑπ’ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα· οὐκ οἴῳ δ’ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην, ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον, ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐύφρονι βουλῇ.

5

(200)

Νῦν δ’ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης, οὔτ’ εὐεργεσίης μεμνημένος, οὔτέ τι θυμῷ ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς 〈σ’〉 ἐνὶ χάρμῃ ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν δυσμενέων, ὅτε ς’ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
205κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν. Ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ αὐτὸς Ζεὺς ἐφόβησεν ἀπ’ αἰθέρος, ὄφρά σε Τρῶες ἀμφιτόμοις ξιφέεσσι διὰ μελεϊστὶ κέδασσαν δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
210ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς. Σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων εὐχόμενος μέσσοισιν ἔχες νέας, οὐδέ τι θυμῷ ἔτλης ὥς περ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι νῆας; Ἐπεί νύ σε τάρβος ἐπήιεν. Οὐδὲ μὲν αἰνὸν
215πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δ’ ὑπ’ ἀταρβέι θυμῷ ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μ’ ὑπόεικε πάσῃ ἐν ὑσμίνῃ· σὺ δέ μιν 〈μέγα〉 δείδιες αἰεί. Ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον θῆκεν, ὅτ’ ἀμφ’ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
220ὄφρ’ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι. Νῦν δ’ ἄρα μύθων ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων. Οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι26 in vol. 2
225δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μὲν ἔγχος νωμῆσαι παλάμῃσιν· ἐμοὶ δ’ ἄρα πάντα τέτυκται ἄρτια, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη οὔ τι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα. Ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
230ἕσταμεν ἀμφ’ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη, ὅς τις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ; Ἀλκῆς γὰρ τόδ’ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν θῆκεν ἐνὶ μέσσοις ἐπέων Θέτις ἀργυρόπεζα. Μύθων δ’ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
235οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων εἰμί· γένος δέ μοί ἐστιν ὅθεν μεγάλῳ Ἀχιλῆι.» Ὣς φάτο· τὸν δ’ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν· «Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
240Οὐτιδανὸν δέ μ’ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι μήδεσι καὶ μύθοισιν ἅ τ’ ἀνδράσι κάρτος ἀέξει. Καὶ γάρ τ’ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
245ῥηιδίως· μήτι δὲ μέγαν βαρυηχέα πόντον ναῦται ὑπεκπερόωσιν, ὅτ’ ἄσπετα κυμαίνηται·
τέχνῃσι〈ν〉 δ’ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν· ταῦροι δ’ ὀβριμόθυμοι ὑπὸ ζεύγλῃς δαμόωνται27 in vol. 2

5

(250)

ἀνθρώπων ἰότητι. Νόῳ δέ τε πάντα τελεῖται· αἰεὶ δ’ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύιδρις ἀμείνων. Τοὔνεκ’ ἐυφρονέοντα θρασὺς πάις Οἰνείδαο λέξατό μ’ ἐκ πάντων ἐπιτάρροθον, ὄφρ’ ἀφίκωμαι
255ἐς φύλακας· μέγα δ’ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω. Καὶ δ’ αὐτὸν Πηλῆος ἐυσθενέος κλυτὸν υἷα ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον. Ἢν δὲ καὶ ἄλλου ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται, οὐδ’ ὅ γε χερσὶ τεῇσιν ἐλεύσεται οὐδὲ μὲν ἄλλων
260Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι δῆριν ἐς αἰζηῶν. Μέγα γὰρ κράτος ἀνδράσι μῦθος γίνετ’ ἐυφροσύνῃ μεμελημένος· ἠνορέη δὲ ἄπρηκτος τελέθει μέγεθός τ’ εἰς οὐδὲν ἀέξει
265ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται. Αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν ἀθάνατοι, τεῦξαν δὲ μέγ’ Ἀργείοισιν ὄνειαρ. Οὐδὲ μὲν ὡς σύ μ’ ἔφησθα πάρος φεύγοντα σάωσας δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλ’ ἅμα πάντας
270Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἳ δ’ ἐπέχυντο ἀλκῇ μαιμώωντες, ἐγὼ δ’ ὑπὸ κάρτεϊ χειρῶν πολλῶν θυμὸν ἔλυσα. Σὺ δ’ οὐκ ἄρ’ ἐτήτυμα βάζεις·
οὐ γὰρ 〈ἔ〉μοιγ’ ἐπάμυνας ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ28 in vol. 2
275φεύγοντ’ ἐκ πολέμοιο. Νέας δ’ ἐς μέσσον ἔρυσσα οὔ τι περιτρομέων δηίων μένος, ἀλλ’ ἵνα μῆχος αἰὲν ἅμ’ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι. Καὶ σὺ μὲν ἔκτοσθε στῆσας νέας· αὐτὰρ ἔγωγε αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
280ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ. Οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων κείνῳ, ὅτ’ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
285Νῦν δέ σευ ἀμφ’ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας δυσμενέων, ἐσάωσα δ’ ὁμῶς τεύχεσσι θανόντα. Οὐδὲ μὲν ἐγχείη〈ν〉 τρομέω σέθεν, ἀλλά με λυγρὸν ἕλκος ἔτ’ ἀμφ’ ὀδύνῃς περινίσεται εἵνεκα τευχέων τῶνδ’ ὑπερουτηθέντα δαϊκταμένου 〈τ’〉 Ἀχιλῆος.
290Καὶ δ’ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.» Ὣς ἄρ’ ἔφη· τὸν δ’ αὖτις ἀμείβετο καρτερὸς Αἴας· «Ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων, οὔ νύ ς’ ἐκεῖς’ ἐνόησα πονεύμενον οὐδέ τις ἄλλος Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
295ἑλκέμεναι μενέαινον. Ἐγὼ δ’ ὑπὸ δουρὶ καὶ ἀλκῇ τῶν μὲν γούνατ’ ἔλυσα κατὰ μόθον, οὓς δ’ ἐφόβησα
αἰὲν ἐπεσσύμενος· τοὶ δ’ ἀργαλέως φοβέοντο χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς 〈τ’〉 ἐπορούσῃ αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·29 in vol. 2

5

(300)

ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα. Σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔ τί μευ ἄγχι μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς ἀμφ’ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
305ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.» Ὣς φάτο· τὸν δ’ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ· «Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμός ἐσσι· ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι
310σεῖο μετ’ Ἀργείοισι, βίῃ δέ κεν ἀμφήριστος ἢ καὶ ἀγαυότερος. Τὸ δέ που καὶ Τρῶες ἴσασιν, οἵ με μέγα τρομέουσι, καὶ ἢν ἀπάτερθεν ἴδωνται· καὶ δ’ αὐτὸς σάφα οἶδας ἐμὸν μένος, ἠδὲ καὶ ἄλλοι, ἀμφὶ παλαισμοσύνῃ πολυτειρέι πολλὰ μογήσας,
315ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.» Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο. Καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντ’ ἀλεγεινὴν αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
320πάντες ὁμοφρονέοντες ἐυπτολέμῳ Ὀδυσῆι· τοῦ δ’ ἄμοτον γήθησε νόος, στονάχησε δὲ λαός. Παχνώθη δ’ Αἴαντος ἐὺ σθένος· αἶψα δ’ ἄρ’ αὐτῷ ἄτη ἀνιηρὴ περικάππεσε· πᾶν δέ οἱ εἴσω
ἔζεσε φοίνιον αἷμα, χολὴ δ’ ὑπερέβλυσεν αἰνή,30 in vol. 2
325ἥπατι δ’ ἐγκατέμικτο· περὶ κραδίη〈ν〉 δ’ ἀλεγεινὸν ἷξεν ἄχος, καὶ δριμὺ δι’ ἐγκεφάλοιο θεμέθλων ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος, σὺν δ’ ἔχεεν νόον ἀνδρός. Ἐπὶ χθόνα δ’ ὄμματα πήξας ἔστη ἀκινήτῳ ἐναλίγκιος. Ἀμφὶ δ’ ἑταῖροι
330ἀχνύμενοί μιν ἄγεσκον ἐυπρῴρους ἐπὶ νῆας πολλὰ παρηγορέοντες· ὃ δ’ ὑστατίην ποσὶν οἶμον ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα. Ἀλλ’ ὅτε δὴ μετὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
335δὴ τότ’ ἔσω μεγάλοιο Θέτις κατεδύσετο πόντου· σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δ’ ἄρά σφι νήχετο κήτεα πολλὰ τά τε τρέφει ἁλμυρὸν οἶδμα. Αἳ δὲ μέγα σκύζοντο Προμηθέι μητιόωντι μνώμεναι ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
340δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι. Κυμοθόη δ’ ἐν τῇσι μέγ’ ἀσχαλόως’ ἀγόρευεν· «Ὢ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθ’ ὑπέτλη δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.»
345 Ὣς φάτο Κυμοθόη κυανοπλοκάμοις ἁλίῃσιν. Ἠέλιος δ’ ἀπόρουσεν, ἐπεσκιόωντο δ’ ἀλωαὶ νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δ’ οὐρανὸν ἄστρα. Ἀργεῖοι δ’ ἐπὶ νηυσὶ τανυπρῴροισιν ἴαυον ὕπνῳ ὑπ’ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ

5

(350)

ἡδέι τὸν Κρήτηθε παρ’ Ἰδομενῆος ἀγαυοῦ ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον. Αἴας δ’ Ἀργείοισι χολούμενος οὔτ’ ἄρα δόρπου μνήσατ’ ἐνὶ κλισίῃ μελιηδέος, οὔτέ μιν ὕπνος ἄμπεχεν· ἀλλ’ ὅ γ’ ἑοῖσιν ἐν ἔντεσι δύσετο θύων,31 in vol. 2
355εἵλετο δὲ ξίφος ὀξὺ καὶ ἄσπετα πορφύρεσκεν, ἢ ὅ γε νῆας ἐνιπρήσῃ καὶ πάντας ὀλέσσῃ Ἀργείους, ἦ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι δῃώσῃ μελεϊστὶ θοῶς δολόεντ’ Ὀδυσῆα. Καὶ τὰ μὲν ὣς ὥρμαινε, τὰ δὴ τάχα πάντ’ ἐτέλεσσεν,
360εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε Λύσσαν· κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος ἱρῶν μνωομένη τά οἱ ἔμπεδα κεῖνος ἔρεξε· τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο τρέψεν ἀπ’ Ἀργείων. Ὃ δ’ ἄρ’ ἤιε λαίλαπι ἶσος
365σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ, ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο, Πληιὰς εὖτ’ ἀκάμαντος ἐς Ὠκεανοῖο ῥέεθρα δύεθ’ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
370τῇ εἰκὼς οἴμησεν ὅπῃ † γε μὲν γυῖα † φέρεσκον. Πάντῃ δ’ ἀμφιθέεσκεν ἀναιδέι θηρὶ ἐοικώς, ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
ἢ κυσὶν ἢ ἀγρότῃς οἵ οἱ τέκνα δῃώσωνται32 in vol. 2
375ἄντρων ἐξερύσαντες, ὃ δ’ ἀμφὶ γένυσσι βεβρυχώς, εἴ που ἔτ’ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα, — τῷ δ’ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι, αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ· ὣς ὅ γ’ ἀμείλιχα θῦνε. Μέλαν δέ οἱ ἔζεεν ἦτορ,
380εὖτε λέβης ἀλίαστον ἐπ’ ἐσχάρῃ Ἡφαίστοιο ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο, γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται, ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ, εὐτρεφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
385ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός. Μαίνετο δ’ ἠύτε πόντος ἀπείριτος ἠὲ θύελλα ἢ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτ’ ἀλίαστον μαίνηται κατ’ ὄρεσφι βίη μεγάλου ἀνέμοιο, πίπτῃ δ’ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
390ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ μαίνετο λευγαλέως. Ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς ἐκ στόματος, βρυχὴ δὲ περὶ γναθμοῖσιν ὀρώρει, τεύχεα δ’ ἀμφ’ ὤμοισιν ἐπέβραχε. Τοὶ δ’ ὁρόωντες πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
395 Καὶ τότ’ ἀπ’ Ὠκεανοῖο κίεν χρυσήνιος Ἠώς. Ὕπνος δ’ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ, Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
ἣ δέ ἑ κύσσεν ἑλοῦς’, ἐπεὶ ἦ πέλε γαμβρὸς ἀμύμων,33 in vol. 2

5

(400)

ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν· αἶψα δ’ ἄρ’ ἣ μὲν ἔβη Ζηνὸς δόμον, ὃς δ’ ἐπὶ λέκτρα Πασιθέης οἴμησεν· ἀνέγρετο δ’ ἔθνεα φωτῶν. Αἴας δ’ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
405φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα Λύσσαν. Ἐν δ’ ἔθορεν μήλοισι, λέων ὣς ὀβριμόθυμος λιμῷ ὑπ’ ἀργαλέῃ δεδμημένος ἄγριον ἦτορ. Καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερ’ ἄλλοθεν ἄλλα κάββαλεν, ἠύτε φύλλα μένος κρατεροῦ Βορέαο
410χεύῃ, ὅτ’ ἀνυμένου θέρεος μετὰ χεῖμα τράπηται· ὣς Αἴας μήλοισι μέγ’ ἀσχαλόων ἐνόρουσεν ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν. Καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς κρύβδ’ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
415 «Σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο, ὃς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμ〈έ〉ας πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων. Ὡς ὄφελον μὴ τῶνδε Θέτις περὶ δῆριν ἔθηκε,
420μηδ’ ἄρα Λαέρταο πάις μέγ’ ἀμείνονι φωτὶ ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ. Νῦν δὲ μέγ’ ἀασάμε〈σ〉θα, κακὸς δέ τις ἤπαφε δαίμων· ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο μοῦνον ἔτ’ ἦν Αἴαντος ἐὺ σθένος. Ἀλλ’ ἄρα καὶ τὸν
425ἡμέων ἐξελόωσι θεοὶ κακὰ νῶιν ἄγοντες,
ὥς κεν πάντες ἄιστοι ἀναπλήσωμεν ὄλεθρον.» Ὣς φάμενον προσέειπεν ἐυμμελίης Ἀγαμέμνων· «Μὴ νῦν, ὦ Μενέλαε, μέγ’ ἀχνύμενος περὶ θυμῷ σκύζεο μητιόωντι Κεφαλλήνων βασιλῆι,34 in vol. 2
429aἀλλὰ θεοῖς οἳ νῶιν ὀλέθρια μητιόωνται·
430οὐ γὰρ ὅ γ’ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δ’ ἄρα δυσμενέεσσιν.» Ὣς οἳ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο. Μηλονόμοι δ’ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα.
435Ὡς δ’ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ θάμνοις ἐν λασίοισιν, ὅτ’ ἐγγύθεν ὀξὺ κεκληγὼς πωτᾶτ’ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν· ὣς οἵ γ’ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα. Ὀψὲ δ’ ὅ γ’ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
440καί ῥ’ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε· «Κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδ’ οἰωνῶν· οὐ γάρ ς’ οὐδ’ Ἀχιλῆος ἐρύσατο κύδιμα τεύχη, ὧν ἕνεκ’ ἀφραδέως μέγ’ ἀμείνονι δηριάασκες. Κεῖσο, κύον· σὲ γὰρ οὔ τι γοήσεται ἀμφιπεσοῦσα
445κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα, οὐ τοκέες, τοῖς οὔ τι μετέσσεαι ἐλδομένοισι γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τῆλ’ ἀπὸ πάτρης οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.» Ὣς ἄρ’ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα

5

(450)

κεῖσθαι ὀιόμενος μεμορυγμένον αἵματι πολλῷ.
Καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων ἐσκέδασε〈ν〉 Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον· ἣ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰνὰ ῥέεθρα, ἧχι θοαὶ ναίουσιν Ἐριννύες αἵ τε βροτοῖσιν35 in vol. 2
455αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας. Αἴας δ’, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα, θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀίσατο γὰρ δόλον εἶναι ἐκ μακάρων. Πάντεσσι δ’ ὑπεκλάσθη μελέεσσι βλήμενος ἄλγεσι θυμὸν ἀρήιον· οὐδ’ ἄρα πρόσσω
460ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτ’ ἄρ’ ὀπίσσω, ἀλλ’ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τ’ ἐν ὄρεσσι πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται. Ἀλλ’ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη, λυγρὸν ἀνεστονάχησεν, ἔπος δ’ ὀλοφύρετο τοῖον·
465 «Ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν; Οἵ με φρένας βλάψαντο, κακὴν δ’ ἐπὶ λύσσαν ἔθεντο, μῆλα κατακτεῖναι τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ. Ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ χερσὶν ἐμαῖς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
470λυγρὸς ἐὼν μάλα πάγχυ. Πάθοι γε μὲν ἄλγεα θυμῷ ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα αὐτῷ τ’ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδ’ ὅ γ’ ἀπήμων
475ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι. Ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα; Ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν ἄσχετος. Οὐ γὰρ ἔτ’ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς36 in vol. 2
480τίετ’ ἐν Ἀργείοισιν, ἐμεῦ δ’ ἐπὶ πάγχυ λάθοντο ἔργων 〈θ’〉 ὁππός’ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.» Ὣς εἰπὼν πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος Ἑκτόρεον ξίφος ὦσε δι’ αὐχένος· ἐκ δέ οἱ αἷμα ἐσσύμενον κελάρυζεν. Ὃ δ’ ἐν κονίῃσι τανύσθη,
485Τυφῶν ὣς τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί· ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος. Καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔ τις ἵκανεν ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
490Αἶψα δ’ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα πρηνέες ἐκχύμενοι 〈κόνιν〉 ἄσπετον ἀμφεχέοντο, καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν. Ὡς δ’ ὅταν εἰροπόκων ὀίων ἄπο νήπια τέκνα ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
495αἳ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι μητέρες ἐκ τεκέων σηκοὺς πέρι χηρωθέντας· ὣς οἵ γ’ ἀμφ’ Αἴαντα μέγα στένον ἤματι κείνῳ πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.

5

(500)

Τεῦκρος δ’ ἀμφ’ αὐτῷ μάλα μήδετο Κῆρας ἐπισπεῖν
ἀργαλέας· τὸν δ’ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο εἶργον. Ὃ δ’ ἀσχαλόων περικάππεσε τεθνειῶτι δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο, ὅς τε παρ’ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις37 in vol. 2
505κὰκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ μητρὸς ἀποφθιμένης ἥ μιν τρέφε νήιδα πατρός· ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος ἑρπύζων περὶ νεκρόν, ἔπος δ’ ὀλοφύρετο τοῖον· «Αἶαν καρτερόθυμε, τί 〈δ〉ή νύ τοι ἔβλαβεν ἦτορ
510〈σ〉οὶ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι; Ἦ ἵνα Τρώιοι υἷες ὀιζύος ἀμπνεύσωσιν, Ἀργείους δ’ ὀλέσωσι σέθεν κταμένοιο κιόντες; Οὐ γὰρ τοῖσδ’ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ.
515Οὐδ’ ἔτ’ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ὀίομαι ἐνθάδ’ ὀλέσθαι, ὄφρά με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ· οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτ’ εἰσίν, εἴ που ἔτ’ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
520ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.» Ἦ ῥα μέγα στενάχων. Ἐπὶ δ’ ἔστενε δῖα Τέκμησσα, Αἴαντος παράκοιτις ἀμύμονος, ἥν περ ἐοῦσαν ληιδ〈ί〉ην σφετέρην ἄλοχον θέτο, καί μιν ἁπάντων
τεῦξεν ἄνασσαν ἔμεν 〈ὁπ〉όσων ἀνὰ δῶμα γυναῖκες38 in vol. 2
525ἑδνωταὶ μεδέουσι παρ’ ἀνδράσι κουριδίοισιν· ἣ δέ οἱ ἀκαμάτοισιν ὑπ’ ἀγκοίνῃσι δαμεῖσα Εὐρυσάκην τέκεθ’ υἱὸν ἐοικότα πάντα τοκῆι. Ἀλλ’ ὃ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο· ἣ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
530ἐντυπὰς 〈ἐν〉 κονίῃσι καλὸν δέμας αἰσχύνουσα, καί ῥ’ ὀλοφυδνὸν ἄυσε μέγ’ ἀχνυμένη κέαρ ἔνδον· «Ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες οὔ τι δαϊχθεὶς δυσμενέων παλάμῃσι κατὰ μόθον, ἀλλὰ 〈σ〉οὶ αὐτῷ. Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
535σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν. Ὥς μ’ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα, πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε ἄλλο χερειότερόν ποτ’ ἐσήλυθεν ἐς φρένα πῆμα,
540οὐδ’ ὅτε με πρώτιστον ἐμῆς ἀπὸ τηλόθι πάτρης καὶ τοκέων εἴρυσσας ἅμ’ ἄλλαις ληιάδεσσι πόλλ’ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ. Ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
545μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος, οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας, καί ῥά με θῆκας ἄκοιτιν ὁμόφρονα, καί 〈ῥά μ’〉 ἔφησθα τεύξειν αὐτίκ’ ἄνασσαν ἐυκτιμένης Σαλαμῖνος νοστήσας Τροίηθε. Τὰ δ’ οὐ θεὸς ἄμμι τέλεσσεν·

5

(550)

ἀλλὰ σὺ νῦν μὲν ἄιστος ἀποίχεαι, οὐδέ νυ σοί περ μέμβλετ’ ἐμεῦ καὶ παιδός, ὃς οὐ πατρὶ τέρψεται ἦτορ, οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι δμῶα λυγρὸν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτ’ ἐόντος νηπίαχοι κομέονται ὑπ’ ἀνδράσιν εὖ μάλα πολλὸν39 in vol. 2
555χειροτέροις· ὀλοῇ γὰρ ἐπ’ ὀρφανίῃ βαρὺς αἰὼν παισὶ πέλει καὶ πήματ’ ἐπ’ ἄλλοθεν ἄλλα χέονται. Καὶ δ’ ἐμὲ δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὣς ἐτέτυξο.» Ὣς φαμένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
560 «Ὦ γύναι, οὔ νύ σέ τις δμωὴν ἔτι θήσεται ἄλλος, Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδ’ ἐμεῦ αὐτοῦ· ἀλλά σε τίσομεν αἰὲν ἀπειρεσίοις γεράεσσι, τίσομεν ὥς τε θεήν, καὶ σὸν τέκος, ὡς ἔτ’ ἐόντος ἀντιθέου Αἴαντος ὃς ἔπλετο κάρτος Ἀχαιῶν.
565Αἴθ’ ὄφελον μηδ’ ἄλγος Ἀχαιίδι θήκατο πάσῃ αὐτὸς ἑῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων δυσμενέων σθένε λαὸς ὑπ’ Ἄρεϊ δῃώσασθαι.» Ὣς ἔφατ’ ἀχνύμενος κέαρ ἔνδοθεν. Ἀμφὶ δὲ λαοὶ οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δ’ Ἑλλήσποντος
570μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατ’ ἀνίη. Καὶ δ’ αὐτὸν λάβε πένθος Ὀδυσσέα μητιόωντα κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς· «Ὦ φίλοι, ὡς οὔ πώ τι κακώτερον ἄλλο χόλοιο
575γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει· ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
ἀμφ’ ἐμοὶ ἐν φρεσὶν ᾗσι χολούμενον. Ὡς ὄφελόν μοι μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων νίκην ἀμφεβάλοντ’ ἐρικυδέα, τῆς πέρι θυμὸν40 in vol. 2
580ἀχνύμενος πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος ὤλετο χερσὶν 〈ἑ〉ῇσι. Χόλου δέ οἱ οὔ τι ἔγωγε αἴτιος, ἀλλά τις Αἶσα πολύστονος ἥ μιν ἐδάμνα. Εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει κεῖνον ἀλαστήσειν καθ’ ἑὸν νόον, οὔτ’ ἂν ἔγωγε
585ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτέ τιν’ ἄλλον ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι· ἀλλά οἱ αὐτὸς ἔγωγε θεουδέα τεύχε’ ἀείρας προφρονέως ἂν ὄπασσα καὶ εἴ τί περ ἄλλο μενοίνα. Νῦν δέ μιν οὔ τι ἔγωγε μέγ’ ἀχνύμενον χαλεπῆναι
590ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς οὔτε περὶ πτόλιος μαχόμην οὔτ’ εὐρέος ὄλβου, ἀλλά μοι ἀμφ’ ἀρετῆς νεῖκος πέλεν, ἧς πέρι δῆρις τερπνὴ γίνεται αἰὲν ἐύφροσιν ἀνθρώποισι. Κεῖνος δ’ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ Δαίμονος Αἴσῃ
595ἤλιτεν. Οὐ γὰρ ἔοικε μέγ’ ἀσχαλάαν ἐνὶ θυμῷ· ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλ’ ἐπιόντα τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενὶ μηδ’ ἀκάχησθαι.» Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο. Ἀλλ’ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ,

5

(600)

δὴ τότε Νηλέος υἱὸς ἔτ’ ἀχνυμένοισιν ἔειπεν· «Ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι ἡμῖν αἶψ’ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος,
Αἴαντος φθιμένοιο πολυσθενέος τ’ Ἀχιλῆος ἄλλων τ’ Ἀργείων ἠδ’ υἱέος ἡμετέροιο41 in vol. 2
605Ἀντιλόχου. Ἀλλ’ οὔ τι θέμις κταμένους ἐνὶ χάρμῃ κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ. Ἀλλὰ γόου λήσασθε ἀεικέος, οὕνεκ’ ἄμεινον ἔρδειν ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε, πυρκαϊὴν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι.
610Νεκρὸς δ’ οὔ τι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε φράσσασθ’, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.» Ἦ ῥα παρηγορέων· περὶ δ’ ἀντίθεοι βασιλῆες ἀθρόοι αἶψ’ ἀγέροντο μέγ’ ἀχνύμενοι κέαρ ἔνδον, καί ἑ μέγαν περ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
615πολλοὶ ἀείραντες. Κατὰ δὲ σπείροισι κάλυψαν αἷμ’ ἀποφαιδρύναντες ὅ οἱ βριαροῖς μελέεσσι τερσόμενον περίκειτο σὺν ἔντεσιν 〈ἐν〉 κονίῃσι. Καὶ τότ’ ἀπ’ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην αἰζηοί. Πάντῃ δὲ νέκυν πέρι δινήσαντο·
620πολλὰ δ’ ἄρ’ ἀμφ’ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα φάρεά τ’ εὐποίητα βοῶν τ’ ἐρικυδέα φῦλα ἠδέ οἱ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους χρυσόν τ’ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ·
625ἤλεκτρόν τ’ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο, καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υἱέι τεύχων42 in vol. 2
630ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι· τόν ῥα τότ’ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες Αἴαντ’· ἀμφὶ δέ οἱ μεγά〈λα〉 στενάχοντες ἔθεντο τιμήεντ’ ἐλέφαντα καὶ ἄργυρον ἠερόεντα
635ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλά τε πάντα ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει. Ἐν δ’ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέροιτο Αἴαντος μεγάλοιο βίη· ὃ δὲ νύκτα καὶ ἠῶ
640καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο. Οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ Ἐγκέλαδος δέδμητο κατ’ ἀκαμάτοιο θαλάσσης Θρινακίης ὑπένερθεν, ὅλη δ’ ὑπετύφετο νῆσος· ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
645Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς, ὁππότ’ ἔτλη μέγα ἔργον, ὅλη δ’ ἀμφέστενεν Οἴτη ζωοῦ καιομένοιο, μίγη δέ οἱ αἰθέρι θυμὸς ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν αὐτός, ἐπεί οἱ σῶμα πολύκμητος χάδε γαῖα·

5

(650)

τοῖος ἄρ’ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο Αἴας σὺν τεύχεσσι. Πολὺς δ’ ἐστείνετο λαὸς
αἰγιαλοῖς· Τρῶες δὲ γάνυντ’, ἀκάχοντο δ’ Ἀχαιοί. Ἀλλ’ ὅτε δὴ δέμας ἠὺ κατήνυσε πῦρ ἀίδηλον, δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ’ αὐτοῦ43 in vol. 2
655χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς. Αὐτίκα δ’ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας θυμὸν ἀκηχέμενοι· τὸν γὰρ τίον ἶσον Ἀχιλλεῖ. Νὺξ δ’ ἐπόρουσε μέλαινα μετ’ ἀνέρας ὕπνον ἄγουσα·
660οἳ δ’ ἄρα δαῖτ’ ἐπάσαντο καὶ ἠριγένειαν ἔμιμνον, βαιὸν ἀποβρίξαντες ἀραιοῖσι〈ν〉 βλεφάροισιν· αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα μή σφισι Τρῶες
νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.44 in vol. 2

6

(t)

ΛΟΓΟΣ ϛʹ
1 Ἠὼς δ’ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντῃ κίδνατο παμφανόωσα, γέλασσε δὲ γαῖα καὶ αἰθήρ· τοὶ δ’ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες,
5ἄλλοι δ’ ἀλλοίοισιν ἐπῴχοντ’. Αὐτὰρ Ἀχαιοὶ εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου· καί ῥ’ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο, δὴ τότ’ ἐν〈ὶ〉 μέσσοισιν ἀγειρομένοισι μετηύδα· «Κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
10ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ λαῶν ὀλλυμένων οἵ ῥ’ ἤλυθον εἵνεκ’ ἐμεῖο δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος, οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε Δαίμονος Αἶσα. Ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
15αὐτῷ μοι ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι. Νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐπεθήκατο δαίμων,
ὄφρ’ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο; Ἀλλ’ ἄγεθ’, ὅσσοι ἔτ’ εἰμὲν ἐπ’ ὠκυπόροισι νέεσσι,67 in vol. 2
20καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος, Αἴαντος φθιμένοιο πολυσθενέος τ’ Ἀχιλῆος· τῶν ἐγὼ οὐκ ὀίω κταμένων ὑπαλύξαι ὄλεθρον ἡμέας, ἀλλ’ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν εἵνεκ’ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔ τι
25μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι ἐν πολέμῳ. Κείνη δ’ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων ἐκ κραδίης, ὅτ’ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν. Ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
30ἡμεῖς δ’ αἶψα νεώμεθ’, ἐπεὶ πολὺ λώιόν ἐστιν ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.» Ὣς ἔφατ’ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ, Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
35ῥήξῃ ὑπ’ ἐκ θεμέθλων, μάλα δ’ αἵματος ἄσαι Ἄρηα δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος· οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο. Καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δ’ ἐπιίζανεν ἕδρῃ. Καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτ’ ἐνὶ μέσσοις,
40καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον· «Ἆ δείλ’ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει ἀργαλέον καὶ τοῖα μετ’ Ἀργείοις ἀγορεύεις, ὡς πάις ἠὲ γυνὴ τῶν περ σθένος ἔστ’ ἀλαπαδνόν; Ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες,
45πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι· θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δ’ ὄνειδος. Εἰ δ’ ἄρα τις καὶ τῶνδ’ ἐπιπείσεται ὡς ἐπιτέλλεις, αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ, ῥίψω δ’ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.68 in vol. 2

6

(50)

Ἀλλ’ ἄγεθ’, οἷσι μέμηλεν ὀρινέμεναι μένε’ ἀνδρῶν, λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας δούρατα θηγέμεναι παρά τ’ ἀσπίδας ἄλλά τε πάντα εὖ θέσθαι, καὶ δεῖπνον ἐφοπλίσσασθαι ἅπαντας —ἀνέρας ἠδ’ ἵππους—, οἵ τ’ ἐς πόλεμον μεμάασιν·
55ἐν πεδίῳ δ’ ὤκιστα διακρινέει μένος Ἄρης.» Ὣς φάτο Τυδείδης· κατὰ δ’ ἕζετο ἧχι πάρος περ. Τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν, ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστ’ ἀγορεύειν· «Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
60ἴστε γὰρ ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν. Ἤδη μὲν καὶ πρόσθ’ ἐφάμην δεκάτῳ λυκάβαντι πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν ἀθάνατοι, νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν. Ἀλλ’ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τ’ Ὀδυσῆα
65πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ, οἵ ῥα παραιπεπιθόντες Ἀχιλλέος ὄβριμον υἷα ἄξουσιν· μέγα δ’ ἄμμι φάος πάντεσσι πελάσσει.» Ὣς φάτο Θέστορος υἱὸς ἐύφρονος· ἀμφὶ δὲ λαοὶ γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
70Κάλχαντος φάτιν ἔμμεν ἐτήτυμον ὡς ἀγόρευε. Καὶ τότε Λαέρταο πάις μετέειπεν Ἀχαιοῖς·
«Ὦ φίλοι, οὐκέτ’ ἔοικε μεθ’ ὑμῖν πόλλ’ ἀγορεύειν σήμερον· ἐν γὰρ δὴν κάματος πέλει ἐσσυμένοισιν· οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτ’ ἀγορητὴς69 in vol. 2
75ἁνδάνει οὔτ’ ἄρ’ ἀοιδὸς ὃν ἀθάνατοι φιλέουσι Πιερίδες· παύρων δ’ ἐπέων ἔρος ἀνθρώποισι. Νῦν δ’, ὅ περ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι, Τυδείδαο μάλιστα συνεσπομένου, τελέσαιμεν. Ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος
80ἄξομεν ὄβριμον υἷα παρακλίναντ’ ἐπέεσσιν, εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκῃ μήτηρ ἐν μεγάροισιν, ἀπὸ κρατεροῖο τοκῆος ἐλπομένη κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.» Ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
85 «Ὦ Ὀδυσεῦ, μέγ’ ὄνειαρ ἐυσθενέων Ἀργείων, ἤν περ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
86aσῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς
87ἔλθοι ἀπὸ Σκύροιο, πόροι δέ τις Οὐρανιώνων νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἵκωμαι, δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
90Ἑρμιόνην καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ προφρονέως· οὐ γάρ μιν ὀίομαι οὔτε γυναῖκα οὔτ’ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.» Ὣς ἄρ’ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι. Καὶ τότε λῦτ’ ἀγορή· τοὶ δ’ ἐσκίδναντ’ ἐπὶ νῆας
95ἱέμενοι δείπνοιο τὸ δὴ πέλει ἀνδράσιν ἀλκή. Καί ῥ’ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγ’ ἐδωδῆς, δὴ τόθ’ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω· καρπαλίμως δ’ ἤια καὶ ἄρμενα πάντα βαλόντες,70 in vol. 2

6

(100)

ἐν δὲ καὶ αὐτοὶ ἔβαν, μετὰ δέ σφισιν εἴκοσι φῶτες ἴδμονες εἰρεσίης, ὁπότ’ ἀντιόωσιν ἄελλαι ἠδ’ ὁπότ’ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη. Καί ῥ’ ὅτε δὴ κληῖσιν ἐπ’ εὐτύκτοισι κάθισσαν, τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δ’ ἀμφέζεεν ἀφρός.
105Ὑγραὶ δ’ ἀμφ’ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι νηὸς ἐπεσσυμένης· τοὶ δ’ ἱδρώοντες ἔρεσσον. Ὡς δ’ ὅθ’ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην ἄχθεϊ τετριγυῖαν ὑπ’ ἄξονι δινήεντι
110τειρόμενοι, πουλὺς δὲ κατ’ αὐχένος ἠδὲ καὶ ὤμων ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπ’ οὖδας· ὣς τῆμος μογέεσκον ἐπὶ στιβαρῇς ἐλάτῃσιν αἰζηοί· μάλα δ’ ὦκα διήνυον εὐρέα πόντον. Τοὺς δ’ ἄλλοι μὲν Ἀχαιοὶ ἀπεσκοπίαζον ἰόντας·
115θῆγον δ’ αἰνὰ βέλεμνα καὶ ἔγχεα τοῖσι μάχοντο. Τρῶες δ’ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο ἐς πόλεμον μεμαῶτες ἰδ’ εὐχόμενοι μακάρεσσι λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο. Τοῖσι δ’ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
120ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος· καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου ναίεσκον, κρατερῇσι πεποιθότες ἐγχείῃσιν. Ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·71 in vol. 2
125ὡς δ’ ὁπόθ’ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν ἥμεροι ἀνέρα χῆνες ὅ τίς σφισιν εἴδατα βάλλοι,
126aἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες
127σαίνουσιν, τοῦ δ’ ἦτορ ἰαίνεται εἰσορόωντος· ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτ’ ἐσίδοντο ὄβριμον Εὐρύπυλον, τοῦ δ’ ἐν φρεσὶ θαρσαλέον κῆρ
130τέρπετ’ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες θάμβεον ἀνέρα δῖον· ὃ δ’ ἔξοχος ἕσπετο λαῶν, ἠύτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών. Τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον· τοῦ γὰρ ἀνεψιὸς ἔσκεν ἰῆς τ’ ἐτέτυκτο γενέθλης·
135τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο Ἀστυόχη κρατερῇσιν ὑπ’ ἀγκοίνῃσι μιγεῖσα Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέι Ἡρακλῆι λάθρῃ ἑοῖο τοκῆος ἐυπλόκαμος τέκεν Αὔγη, καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
140θρέψε θοή ποτε κεμμάς, ἑῷ δ’ ἴσα φίλατο νεβρῷ μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει ἔκγονον Ἡρακλῆος ὀιζυρῶς ἀπολέσθαι. Τοῦ δ’ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
ἦγεν ἑὸν ποτὶ δῶμα δι’ εὐρυχόροιο πόληος72 in vol. 2
145σῆμα παρ’ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα νηόν τε ζάθεον Τριτωνίδος, ἔνθά οἱ ἄγχι δώματ’ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο. Καί μιν ἀδελφειῶν πηῶν θ’ ὑπὲρ ἠδὲ τοκήων εἴρετο προφρονέως· ὃ δέ οἱ μάλα πάντ’ ἀγόρευεν·

6

(150)

ἄμφω δ’ ὣς ὀάριζον ἅμ’ ἀλλήλοισι κιόντες. Ἦλθον 〈δ’〉 ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθ〈α δ’〉 ἄρ’ ἧστο ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος· καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον, ἄλλαι δ’ αὖτ’ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
155ἔργα τιτυσκόμεναι ὁπόσα δμωῇσιν ἔοικεν. Εὐρύπυλον δ’ Ἑλένη μέγ’ ἐθάμβεεν εἰσορόωσα, κεῖνος δ’ αὖθ’ Ἑλένην· μετὰ δ’ ἀλλήλους ἐπέεσσιν ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι. Δμῶες δ’ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
160αἶψα δ’ Ἀλέξανδρος κατ’ ἄρ’ ἕζετο, πὰρ δ’ ἄρα τῷ γε Εὐρύπυλος. Λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο, ἧχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι· αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους στῆσαν ἔτι πνείοντας ὀιζυροῖο μόγοιο·
165ἐν δὲ φάτνῃσι βάλοντο τά τ’ ὠκέες ἵπποι ἔδουσι. Καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δ’ αἶα καὶ αἰθήρ. Οἳ δ’ ἄρα δαῖτ’ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
Κήτειοι Τρῶές τε· πολὺς δ’ ἐνὶ μῦθος ὀρώρει δαινυμένων. Πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος73 in vol. 2
170δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δ’ ἠπύτα σῦριγξ αὐλοί τε λιγυροῖσιν ἀρηρέμενοι καλάμοισιν, ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα. Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες αὐλῶν φορμίγγων τ’ ἰαχὴν αὐτῶν τε καὶ ἵππων
175σύριγγός θ’ ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι. Τοὔνεκ’ ἄρ’ ᾗσιν ἕκαστος ἐνὶ κλισίῃσι κέλευσε νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ, μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες, οἵ ῥα τότ’ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
180Ὣς δ’ αὕτως κατὰ δώματ’ Ἀλεξάνδροιο δαΐφρων δαίνυτο Τηλεφίδης μετ’ ἀ〈γα〉κλειτῶν βασιλήων. Πολλὰ δ’ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες ἑξείης εὔχοντο μιγήμεναι Ἀργείοισιν αἴσῃ ἐν ἀργαλέῃ· ὃ δ’ ὑπέσχετο πάντα τελέσσειν.
185Αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθ’ ἕκαστος· Εὐρύπυλος δ’ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν ἐς τέγος εὐποίητον ὅπῃ πάρος αὐτὸς ἴαυεν ἠὺς Ἀλέξανδρος μετ’ ἀγακλειτῆς ἀλόχοιο· κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
190ἔνθ’ ὅ γε λέξατ’ ἰών· τοὶ δ’ ἄλλοσε κοῖτον ἕλοντο μέχρις ἐς Ἠριγένειαν ἐύθρονον. Αὐτὰρ ἅμ’ ἠοῖ Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε σύν τ’ ἄλλοις βασιλεῦσιν ὅσοι κατὰ Ἴλιον ἦσαν. Λαοὶ δ’ αὐτίκα δῦσαν ἐν ἔντεσι μαιμώωντες,
195πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι. Ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι· καί οἱ δαίδαλα πολλὰ κατ’ ἀσπίδα δῖαν ἔκειτο, ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.74 in vol. 2

6

(200)

Ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δρακόντων σμερδαλέον μεμαῶτες· ὃ δέ σφεας ἄλλοθεν ἄλλον νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
205ἐξ ἀρχῆς. Οὐ γάρ τι θεῶν γένος Οὐρανιώνων ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ ἕσπετ’ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι. — Ἐν δὲ Νεμειαίοιο βίη 〈ἐ〉τέτυκτο λέοντος ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
210τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δ’ ἐῴκει. — Ἄγχι δέ οἱ πεπόνητο δέμας πολυδειράδος ὕδρης αἰνὸν λιχμώωσα· καρήατα δ’ ἀλγινόεντα ἄλλα μέν οἱ δέδμητο κατὰ χθονός, ἄλλα δ’ ἄεξεν
215ἐξ ὀλίγων μάλα πολλά. Πόνος δ’ ἔχεν Ἡρακλῆα θαρσαλέον τ’ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε ἄμφω, ὃ μὲν τέμνεσκε καρήατα μαιμώωντα ἅρπῃ ὑπ’ ἀγκυλόδοντι θοῶς, ὃ δὲ καῖε σιδήρῳ αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή. —
220Ἑξείης δ’ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς ἐτεόν περ, ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο. — Κεμμὰς δ’ εὖ ἤσκητο θοὴ πόδας, ἥ τ’ ἀλεγεινῶν ἀμφιπερικτιόνων μέγ’ ἐσίνετο πᾶσαν ἀλωήν·75 in vol. 2
225καὶ τὴν μὲν χρυσ〈έ〉οιο κεράατος ὄβριμος ἥρως ἄμπεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀυτμήν. — Ἀμφὶ δ’ ἄρα στυγεραὶ Στυμφηλίδες, αἳ μὲν ὀιστοῖς βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἳ δ’ ἔτι φύζης μνωόμεναι πολιοῖο δι’ ἠέρος ἐσσεύοντο·
230τῇσι δ’ ἐφ’ Ἡρακλέης κεχολώμενος ἄλλον ἐπ’ ἄλλῳ ἰὸν ἐπιπροΐαλλε μάλα σπεύδοντι ἐοικώς. — Ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο τεχνήεις ἤσκητο κατ’ ἀκαμάτοιο βοείης· τῷ δ’ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
235ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι θάμβεον ἄσπετον ἔργον. —Ἀπόπροθι δ’ ἔπλετο ταῦρος πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἳ δέ οἱ ἄμφω ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
240καί ῥ’ ὃ μὲν ὡς μυκηθμὸν ἱεὶς πέλεν. —Ἄγχι δ’ ἄρ’ αὐτοῦ ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
εἷλκε κόμης ἵπποιο κατ’ ὠκέος· αἳ δ’ ἀπάτερθεν76 in vol. 2
245ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. —Ἀμφὶ δὲ λυγραὶ Θρηικίην ἀνὰ γαῖαν ἔσαν Διομήδεος ἵπποι ἀνδροβόροι· καὶ τὰς μὲν ὑπὸ στυγερῇσι φάτνῃσιν αὐτῷ σὺν βασιλῆι κακὰ φρονέοντι δάιξεν. — Ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος

6

(250)

τεθναότος παρὰ βουσί· κάρη δέ οἱ ἐν κονίῃσιν αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα. Πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων Ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν Κερβέρῳ ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δ’ ἔκειτο
255βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ. — Ἀμφὶ δὲ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ σμερδαλέος δέδμητο δράκων· ταὶ δ’ ἄλλοθεν ἄλλαι πτώσσουσαι θρασὺν υἷα Διὸς μεγάλοιο φέβοντο. —
260Ἐν δ’ ἄρ’ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι Κέρβερος ὅν ῥ’ ἀκάμαντι Τυφωέι γείνατ’ Ἔχιδνα ἄντρῳ ὑπ’ ὀκρυόεντι, μελαίνης ἀγχόθι Νυκτὸς
262aἀργαλέης. Ὃ δ’ ἄρ’ ἦεν ἀεικέλιόν τι πέλωρον,
263ἀμφ’ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀίδαο εἴργων νεκρὸν ὅμιλον ὑπ’ ἠερόεντι βερέθρῳ·
265ῥεῖα δέ μιν Διὸς υἱὸς ὑπὸ πληγῇσι δαμάσσας ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα, ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον θαρσαλέως. —Ἐτέτυκτο δ’ ἀπόπροθεν ἄγκεα μακρὰ
Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα77 in vol. 2
270αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίῃς λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ. — Κενταύρων δ’ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δ’ ὀρόθυνε καὶ οἶνος
275ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι. Καί ῥ’ οἳ μὲν πεύκῃσι πέρι δμηθέντες ἔκειντο, τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἳ δ’ ἔτι μακρῇς δηριόωντ’ ἐλάτῃσι μεμαότες, οὐδ’ ἀπέληγον ὑσμίνης. Πάντων δὲ καρήατα δεύετο λύθρῳ
280θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ· οἴνῳ δ’ αἷμα μέμικτο, συνηλοίηντο δὲ πάντα εἴδατα καὶ κρητῆρες ἐύξεστοί τε τράπεζαι. — Νέσσον δ’ αὖθ’ ἑτέρωθε παρὰ ῥόον Εὐηνοῖο κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατ’ ὀιστῷ
285ἀμφ’ ἐρατῆς ἀλόχοιο χολούμενος. —Ἐν δ’ ἐτέτυκτο ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα ὑψοῦ ἀ〈ει〉ράμενος κρατερῇς συνέαξε χέρεσσι. — Κεῖτο δ’ ἐπὶ προχοῇσιν ἐυρρόου Ἑλλησπόντου
290ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀιστοῖς βλήμενον· Ἡσιόνης δὲ κακοὺς ἀπελύετο δεσμούς. — Ἄλλα δ’ ἄρ’ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα ἄμπεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ. Φαίνετο δ’ ἶσος Ἄρηι μετὰ στίχας ἀίσσοντι·
295Τρῶες δ’ ἀμφιέποντες ἐγήθεον, εὖτ’ ἐσίδοντο τεύχεά τ’ ἠδὲ καὶ ἄνδρα θεῶν ἐπιειμένον εἶδος. Τὸν δὲ Πάρις προσέειπεν ἐποτρύνων ποτὶ δῆριν· «Χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι ἦτορ ἔολπεν Ἀργείους μάλα πάντας ὀιζυρῶς ἀπολέσθαι78 in vol. 2

6

(300)

αὐταῖς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔ ποτε τοῖον ἔδρακον ἐν Τρώεσσιν ἐυπτολέμοισί τ’ Ἀχαιοῖς. Ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας, κείνου μνωόμενος φρονέων τ’ ἀντάξια ἔργα
305θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον, ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέ γε μοῦνον ὀίω ἄστεος ὀλλυμένοιο κακὰς ἀπὸ Κῆρας ἀλέξαι.» Ἦ μέγ’ ἐποτρύνων· ὃ δέ μιν προσεφώνεε μύθῳ· «Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
310ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται, ὅς κε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ. Ἡμεῖς δ’, ὥς περ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι, στησόμεθα πρὸ πόληος· ἔπειτα δὲ καὶ τόδ’ ὀμοῦμαι μὴ πρὶν ὑποστρέψειν πρίν γ’ ἢ κτάμεν ἢ ἀπολέσθαι.»
315 Ὣς φάτο θαρσαλέως· Τρῶες δ’ ἐπὶ μακρὰ χάροντο. Καὶ τότ’ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον Πουλυδάμαντά τ’ ἐυμμελίην καὶ Πάμμονα δῖον Δηίφοβόν τ’ ἐπὶ τοῖσι καὶ Αἴθικον ὃς περὶ πάντων Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
320τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι, ὅππως δυσμενέεσσιν ἐνὶ πρώτοισι μάχωνται
ἐν πολέμῳ. Μάλα δ’ ὦκα κίον προπάροιθεν ὁμίλου, προφρονέως δ’ οἴμησαν ἀπ’ ἄστεος. Ἀμφὶ δὲ λαοὶ πολλοὶ ἕπονθ’, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα79 in vol. 2
325ἡγεμόνεσσιν ἑοῖσι διηρεφέος σίμβλοιο ἐκχύμεναι καναχηδόν, ὅτ’ εἴαρος ἦμαρ ἵκηται· ὣς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι. Τῶν δ’ ἄρα νισομένων πολὺς αἰθέρα δοῦπος ὀρώρει αὐτῶν ἠδ’ ἵππων, περὶ δ’ ἔβρεμεν ἄσπετα τεύχη.
330Ὡς δ’ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο, κύματα δ’ ὦκα κελαινὰ πρὸς ἠ〈ι〉όνας βοόωντα φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος, ἠχὴ δ’ ἀτρυγέτοισι παρ’ αἰγιαλοῖσιν ὄρωρεν·
335ὣς τῶν ἐσσυμένων μέγ’ ὑπέβραχε γαῖα πελώρη. Ἀργεῖοι δ’ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο ἀμφ’ Ἀγαμέμνονα δῖον· ἀυτὴ δ’ ἔπλετο λαῶν ἀλλήλοις ἐπικεκλομένων ὀλοοῦ πολέμοιο ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
340μίμνειν πὰρ νήεσσιν ἐπειγομένων μαχέεσθαι. Τρωσὶ δ’ ἄρ’ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν ἐκ νομοῦ εἰαρινοῖο κατ’ οὔρεος, ὁππότ’ ἄρουραι πυκνὸν τηλεθάουσι, βρύει δ’ ἅλις ἄνθεσι γαῖα,
345πλήθει δ’ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν, μυκηθμὸς δέ τε πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
μισγομένων, γάνυται δὲ μετὰ σφίσι βουκόλος ἀνήρ· ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς ὠρώρει· δεινὸν γὰρ ἀύτεον ἀμφοτέρωθε.80 in vol. 2

6

(350)

Σὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δὲ Κυδοιμὸς στρωφᾶτ’ ἐν μέσσοισι μετ’ ἀργαλέοιο Φόνοιο. Σὺν δ’ ἔπεσον ῥινοί τε καὶ ἔγχεα καὶ τρυφάλειαι πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε. Φρῖξε δ’ ἄρ’ ἐγχείῃσι μάχη· περὶ δ’ αἵματι πάντῃ
355δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων ἵππων τ’ ὠκυπόδων οἵ θ’ ἅρμασιν ἀμφεκέχυντο, οἳ μὲν ἔτ’ ἀσπαίροντες ὑπ’ ἔγχεσιν, οἳ δ’ ἐφύπερθε πίπτοντες· στυγερὴ δὲ δι’ ἠέρος ἔσσυτ’ ἀυτή. Ἐν γὰρ δὴ χάλκειος Ἔρις πέσεν ἀμφοτέροισι·
360καί ῥ’ οἳ μὲν λάεσσιν ἀταρτηρῶς ἐμάχοντο, οἳ δ’ αὖτ’ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν, ἄλλοι δ’ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν· ἄλλος δ’ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
365 Πρῶτοι δ’ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας βαιὸν ἀπὸ σφείων· τοὶ δ’ ἔμπαλιν ὁρμήσαντες αἵματι δεῦον Ἄρηα μετ’ Ἀργείοισι θορόντες. Εὐρύπυλος δ’ ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
370θαρσαλέως· μάλα γάρ οἱ 〈ἀ〉άσπετον ὤπασε κάρτος Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἡρακλῆι. Ἔνθ’ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα μαρνάμενον Τρώεσσι βάλεν περιμήκεϊ δουρὶ βαιὸν ὑπὲρ πρότμησιν. Ὃ δ’ ἐς πέδον ἤριπε γαίης·
375ἐκ δέ οἱ αἷμ’ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη, δεύετο δ’ ἀγλαὸν εἶδος ἅμ’ εὐθαλέεσσι κόμῃσι. Κεῖτο δ’ ἄρ’ ἐν κονίῃσι καὶ αἵματι καὶ κταμένοισιν, ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα81 in vol. 2
380σύν τ’ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας ῥιζόθεν, ἣ δ’ ἄρα κεῖται ὑπ’ ἄνθεσι βεβριθυῖα· ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας ἐξεχύθη δέμας ἠὺ καὶ ἀγλαΐη ἐρατεινή. Τῷ δ’ 〈ἄρ’〉 ἐπ’ Εὐρύπυλος μεγάλ’ εὔχετο δῃωθέντι·
385 «Κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν οὔ τι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά ς’ ἔγωγε νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι. Σχέτλιε, οὐδ’ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών· οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.»
390 Ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχε’ ἑλέσθαι μήδετ’ ἐπεσσύμενος. Τοῦ δ’ ἀντίον ἦλθε Μαχάων χωόμενος Νιρῆος ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη· δουρὶ δέ μιν στονόεντι κατ’ εὐρέος ἤλασεν ὤμου δεξιτεροῦ, σύτο δ’ αἷμα πολυσθενέος περ ἐόντος.
395Ἀλλ’ οὐδ’ ὧς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ· ἀλλ’, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος μαίνετ’ ἐνὶ μέσσοισιν, ἕως κ’ ἐπιόντα δαμάσσῃ
ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος δι’ ὁμίλου, τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα82 in vol. 2

6

(400)

οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε δεξιτερὸν κατὰ γλουτόν. Ὃ δ’ οὐκ ἀνεχάζετ’ ὀπίσσω οὐδ’ ἐπιόντ’ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο· ἀλλ’ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·
405τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμ’ ἀπάλαλκεν ἐσσυμένως. Ὃ δ’ ἔπειτα κραταιῷ χώσατο φωτὶ ἥρως Εὐρύπυλος, μέγα δ’ ἀσχαλόων ἐνὶ θυμῷ ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος· αἰχμὴ δ’ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν.
410Ἤριπε δ’ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος· ἀμφὶ δέ οἱ μελέεσσι μέγ’ ἔβραχεν αἰόλα τεύχη. Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἴρυσεν αἰχμὴν ἐκ χροὸς οὐταμένοιο καὶ εὐχόμενος μέγ’ ἀύτει· «Ἆ δείλ’, οὔ νύ τοι ἦτορ ἀρηρέμενον φρεσὶ πάμπαν
415ἔπλεθ’, ὃς οὐτιδανός περ ἐὼν μέγ’ ἀμείνονι φωτὶ ἄντα κίες· τῶ καὶ σὲ κακὴ λάχε Δαίμονος Αἶσα. Ἀλλὰ σοὶ ἔσσετ’ ὄνειαρ, ὅτ’ οἰωνοὶ δατέωνται σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἠέ τι ἔλπῃ νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
420Ἐσσὶ μὲν ἰητήρ, μάλα δ’ ἤπια φάρμακα οἶδας, τοῖς πίσυνος τάχ’ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ· ἀλλ’ οὐ μὰν οὐδ’ αὐτὸς ἀπ’ ἠερόεντος Ὀλύμπου
σεῖο πατὴρ τεὸν ἦτορ ἔτ’ ἐκ θανάτοιο σαώσει, οὐδ’ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.»83 in vol. 2
425 Ὣς φάτο· τὸν δ’ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν· «Εὐρύπυλ’, οὐδ’ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ Τρώιον ἂμ πεδίον, τό〈θι〉 περ νῦν αἴσυλα ῥέζεις.» Ὣς φάμενον λίπε θυμός, ἔβη δ’ ἄφαρ Ἄιδος εἴσω.
430Τὸν δὲ καὶ οὐκέτ’ ἐόντα προσηύδα κύδιμος ἀνήρ· «Νῦν μὲν δὴ σύ 〈γε〉 κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε ὕστερον οὐκ ἀλέγω, εἰ καὶ παρὰ ποσσὶν ὄλεθρος σήμερον ἡμετέροισι πέλει λυγρός. Οὔ τι γὰρ ἄνδρες ζώομεν ἤματα πάντα· πότμος δ’ ἐπὶ πᾶσι τέτυκται.»
435 Ὣς εἰπὼν οὔταζε νέκυν. Μέγα δ’ ἴαχε Τεῦκρος, ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν εἱστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο δῆρις ἐνὶ μέσσοισιν, ἐπ’ ἄλλῳ δ’ ἄλλος ὀρώρει. Ἀλλ’ οὐδ’ ὧς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
440Νιρῆός 〈θ’〉 ὃς κεῖτο παρ’ αὐτόθι, τόν ῥ’ ἐνόησεν ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν. Αἶψα δ’ ὅ γ’ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας· «Ἔσσυσθ’, Ἀργεῖοι, μηδ’ εἴκετ〈ε〉 ἐσσυμένοισι δυσμενέσι〈ν〉· νῶιν γὰρ 〈ἀ〉άσπετον ἔσσετ’ ὄνειδος,
445αἴ κε Μαχάονα δῖον ἅμ’ ἀντιθέῳ Νιρῆι Τρῶες ἐρυσσάμενοι προτὶ Ἴλιον ἀπονέωνται.
Ἀλλ’ ἄγε, δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ, ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη,84 in vol. 2

6

(450)

οἷσιν ἀμυνέμεναι μηδ’ ἄλλοις κύρμα γενέσθαι· οὐ γὰρ ἀνιδρωτί γε μέγ’ ἀνδράσι κῦδος ἀέξει.» Ὣς ἄρ’ ἔφη· Δαναοῖσι δ’ ἄχος γένετ’. Ἀμφὶ δ’ ἄρ’ αὐτοῖς πολλοὶ γαῖαν ἔρευθον ὑπ’ Ἄρεϊ δῃωθέντες μαρναμένων ἑκάτερθεν· ἴση δ’ ἐπὶ δῆρις ὀρώρει.
455 Ὀψὲ δ’ ἀδελφειοῖο φόνον στονόεντα νόησε βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν ἧστο παρ’ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν ἕλκε’ ἀκειόμενος. Περὶ δ’ ἔντεα δύσετο πάντα θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ
460σμερδαλέη στέρνοισιν ἀέξετο μαιμώωντι ἐς πόλεμον στονόεντα, μέλαν δέ οἱ ἔζεεν αἷμα λάβρον ὑπὸ κραδίῃ. Τάχα δ’ ἔνθορε δυσμενέεσσι χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων. Εἷλε δ’ ἄρ’ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
465Κλεῖτον, ὃν ἠύκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις Παρθενίου, ὅς τ’ εἶσι διὰ χθονὸς ἠύτ’ ἔλαιον πόντον ἐς Εὔξεινον προχέων καλλίρροον ὕδωρ. Ἄλλον δ’ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα Λάσσον, ὃν ἀντίθεον Προνόη τέκεν ἀμφὶ ῥεέθροις
470Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,
ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν ἱρὸν Νυμφάων ὁπόσαι περὶ μακρὰ νέμονται οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν ναίους’ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν85 in vol. 2
475ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι, λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
480ἀμφ’ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τ’ ἐρατειναὶ ἱστοί τ’ ἠλακάται τε καὶ ἄλλ’ ὅσα τεχνήεντα ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο· τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι ἄνοδοί τε,
485ἣ μὲν πρὸς Βορέαο τετραμμένη ἠχήεντος πνοιάς, ἣ δὲ Νότοιο καταντίον ὑγρὸν ἀέντος, τῇ θνητοὶ νίσονται ὑπὸ σπέος εὐρὺ θεάων· ἡ δ’ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
490μέχρις ἐπ’ Ἀιδονῆος ὑπερθύμοιο βέρεθρον· ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι. Ἀμφὶ Μαχάονα δ’ αὐτὸν ἰδ’ Ἀγλαΐης κλυτὸν υἷα μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος. Ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
495πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατ’ ὀιζὺς
ἀργαλέου πολέμοιο· πόνῳ δ’ ἐνέμιμνον ἀνάγκῃ. Ἀλλ’ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς Κῆρας ἀν’ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,86 in vol. 2

6

(500)

δὴ τότ’ 〈ἄρ’〉 Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν, ὅσσους Εὐρύπυλος μέγ’ ἐπῴχετο πῆμα κυλίνδων. Παῦροι δ’ ἀμφ’ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ μίμνον ἐν ὑσμίνῃ. Καὶ δὴ τάχα πάντες ὄλοντο δυσμενέων παλάμῃσι περιστρεφθέντες ὁμίλῳ,
505εἰ μὴ Ὀιλέος υἱὸς ἐύφρονα Πουλυδάμαντα ἔγχεϊ τύψε παρ’ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ, ἐκ δέ οἱ αἷμ’ ἐχύθη, ὃ δ’ ἐχάσσατο τυτθὸν ὀπίσσω· Δηίφοβον δ’ οὔτησε περικλειτὸς Μενέλαος δεξιτερὸν παρὰ μαζόν, ὃ δ’ ἔκφυγε ποσσὶ θοοῖσιν·
510ἂν δ’ Ἀγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον πληθύος ἐξ ὀλοῆς, μετὰ δ’ Αἴθικον ᾤχετο δῖον θύων ἐγχείῃσιν, ὃ δ’ εἰς ἑτάρους ἀλέεινε. Τοὺς δ’ ὁπότ’ Εὐρύπυλος λαοσσόος εἰσενόησε χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
515αὐτίκα κάλλιπε λαὸν ὅσον κατὰ νῆας ἔλασσε, καί ῥα θοῶς οἴμησεν ἐπ’ Ἀτρέος υἷε κραταιὼ παῖδά τε καρτερόθυμον Ὀιλέος, ὃς περὶ μὲν θεῖν ἔσκε θοός, περὶ δ’ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν· τοῖς ἔπι κραιπνὸς ὄρουσεν ἔχων περιμήκετον ἔγχος.
520Σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος, ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ κὰκ κόρυθα κρατερήν· ὃ δ’ ἄρ’ ἐν κονίῃσι τανυσθεὶς
ψυχὴν οὔ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·87 in vol. 2
525καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες βαιὸν ἔτ’ ἐμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν. Καὶ τότ’ ἄρ’ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθ’ ὅμιλος βαλλόντων ἑκάτερθεν ὅ τι σθένε χερσὶν ἑλέσθαι·
530οἳ μὲν γὰρ στονόεντα βέλη χέον, οἳ δέ νυ λᾶας, ἄλλοι δ’ αἰγανέας. Τοὶ δ’ ἐν μέσσοισιν ἐόντες στρωφῶντ’, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες ἤματι τῷ ὅτ’ ἄνακτες ἀολλίσσως’ ἀνθρώπους, ἀργαλέως δ’ εἰλῶσι κακὸν τεύχοντες ὄλεθρον
535θηρσὶν ὑπὸ κρατεροῖς, οἳ δ’ ἕρκεος ἐντὸς ἐόντες δμῶας δαρδάπτουσιν, ὅ τίς σφισιν ἐγγὺς ἵκηται· ὣς οἵ γ’ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάιζον. Ἀλλ’ οὐδ’ ὧς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι, εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
540Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης, οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο, καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα, εἰ μὴ ἄρ’ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο ἄντην Εὐρυπύλοιο· μάχη δ’ ἀίδηλος ἐτύχθη.
545 Ἔνθα τότ’ Αἰνείαο κατ’ ἀσπίδος ἔγχος ἔρεισε Τεῦκρος ἐυμμελίης· τοῦ δ’ οὐ χρόα καλὸν ἴαψεν· ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον· ἀλλὰ καὶ ὧς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω. Μηριόνης δ’ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι

6

(550)

Παιονίδῃ τὸν ἐγείνατ’ ἐυπλόκαμος Κλεομήδη
Ἀξιοῦ ἀμφὶ ῥέεθρα, κίεν δ’ ὅ γε Ἴλιον ἱρὴν Τρωσὶν ἀρηξέμεναι μετ’ ἀμύμονος Ἀστεροπαίου· τὸν δ’ ὅ γε Μηριόνης νύξ’ ἔγχεϊ ὀκριόεντι αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ88 in vol. 2
555ἔγκατα· τοῦ δ’ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός. Αἴαντος δ’ ἄρ’ ἑταῖρος Ὀιλιάδαο δαΐφρων Ἀλκιμέδ〈ων〉 ἐς ὅμιλον ἐυσθενέων βάλε Τρώων· ἧκε δ’ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δ’ ἔτρεσαν ἄνδρες
560ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα. Τὸν δ’ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα Πάμμονος Ἱππασίδην, τὸν ἄρ’ ἡνία χερσὶν ἔχοντα πλῆξε κατὰ κροτάφοιο, θοῶς δέ μιν ἔκβαλε δίφρου πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
565λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετ’ ὀπίσσω ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα. Πάμμονι δ’ ἔμπεσε πένθος· ἄφαρ δέ 〈ἑ〉 θῆκεν ἀνάγκη ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
570καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη, εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν. Ἀντίθεον δ’ Ἀκάμαντα καταντίον ἀίσσοντα
575Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν, ἕλκεϊ δ’ οὐλομένῳ στυγερὰς ὑπεδύσετ’ ἀνίας· χάσσατο δ’ ἐκ πολέμοιο, λίπεν δ’ ἑτάροισι κυδοιμὸν
δακρυόεντ’· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει. Καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο89 in vol. 2
580τύψε Θόαντος ἑταῖρον ἐχέφρονα Δηιοπίτην ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος ἷξεν ἀνιηρόν· σὺν δ’ αἵματι κήκιεν ἱδρὼς ψυχρὸς ἀπὸ μελέων. Καί μιν στρεφθέντα φέρεσθαι εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο,
585κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δ’ ἀέκοντες ἔμιμνον αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών. Ἐσσυμένως δὲ Θόας νύξε〈ν〉 Πάριν ὀξέι δουρὶ δεξιτερὸν κατὰ μηρόν· ὃ δ’ ᾤχετο τυτθὸν ὀπίσσω οἰσόμενος θοὰ τόξα τά οἱ μετόπισθε λέλειπτο.
590Ἰδομενεὺς δ’ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε κάππεσε λοίγιον ἔγχος· ἄφαρ δ’ ἀνεχάσσατ’ ὀπίσσω οἰσέμεν ἐγχείην· τὴν γάρ 〈τ’〉 ἔχεν ἔκβαλε χειρός. Ἀτρεῖδαι δ’ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο·
595τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεικαν ἀαγὲς δόρυ μακρὸν ὃ πολλῶν γούνατ’ ἔλυσε. Δεξάμενος δ’ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων, κτείνων ὅν κε κίχῃσι, πολὺν δ’ ὑπεδάμναθ’ ὅμιλον. Ἔνθ’ οὔτ’ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτέ τις ἄλλος

6

(600)

ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας ἀργαλέον· πᾶσι〈ν〉 γὰρ ἐπέσσυτο πῆμα κορύσσων
Εὐρύπυλος, μετόπισθε δ’ ἐπισπόμενος κεράιζε· κέκλετο δ’ αὖ Τρώεσσι καὶ ἱπποδάμοις ἑτάροισιν· «Ὦ φίλοι, εἰ δ’ ἄγε θυμὸν ἕνα στέρνοισι βαλόντες90 in vol. 2
605τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρ’ ἀίδηλον, οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες ὑσμίνης ὀλοῆς ἧς παιδόθεν ἴδμονές εἰμεν.» Ὣς φάτο· τοὶ δ’ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
610οἳ δὲ μέγα τρομέοντες ἀπ’ ἀργαλέοιο κυδοιμοῦ φεῦγον· τοὶ δ’ ἐφέποντο κύνες ὣς ἀργιόδοντες κεμμάσιν ἀγροτέρῃσι κατ’ ἄγκεα μακρὰ καὶ ὕλην. Πολλοὺς δ’ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
615Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα Νῖσόν τε Χρομίον τε καὶ Ἄντιφον· οἳ δὲ Μυκήνην ᾤκεον εὐκτέανον, τοὶ δ’ ἐν Λακεδαίμονι ναῖον· τοὺς ἄρ’ ὅ γ’ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας. Ἐκ δ’ ἄρα πληθύος εἷλεν 〈ἀ〉άσπετα φῦλ’ ἀνθρώπων
620ὅσσά μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι, οὐδ’ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη. Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν, ἀμφοτέρους Κρήτηθεν ἅμ’ Ἰδομενῆι κιόντας. Αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
625ὅς ῥ〈ά τ’〉 ἀπ’ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι· τὸν βάλεν αἰγανέῃ νεοθηγέι πολλὸν ὀπίσσω φεύγοντ’ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
δεξιτερῆς· αἰχμὴ δὲ διὰ πλατὺ νεῦρον ἔκερσεν ἄντικρυ〈σ〉 ἱεμένη, παρὰ δ’ ἔθρισεν ὀστέα φωτὸς91 in vol. 2
630ἀργαλέως· ὀδύνῃ δ’ ἐμίγη μόρος, ἔφθιτο δ’ ἀνήρ. Ἂν δὲ Πάρις Μόσυνόν τ’ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν, ἄμφω ἀδελφειούς, οἵ τ’ ἐκ Σαλαμῖνος ἵκοντο Αἴαντος νήεσσι καὶ οὐκέτι νόστον ἕλοντο. Τοῖσι δ’ ἐπὶ Κλεόλαον ἐὺν θεράποντα Μέγητος
635εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ μάρψε κακὴ καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον. Ἄλλον δ’ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
640ἐσσυμένως· τοῦ δ’ αἶψα διὰ γναθμοῖο πέρησε χαλκός· ὃ δὲ στονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ. Ἄλλος δ’ ἄλλον ἔπεφνε· πολὺς δ’ ἐστείνετο χῶρος Ἀργείων ἰληδὸν ἐπ’ ἀλλήλοισι πεσόντων. Καί νύ κε 〈δὴ〉 τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
645εἰ μὴ νὺξ ἐπόρουσε βαθείην ἠέρ’ ἄγουσα. Χάσσατο δ’ Εὐρύπυλος, σὺν δ’ ἄλλοι Τρώιοι υἷες νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος, ἧχί περ αὖλιν ἔθεντο γεγηθότες. Οἳ δ’ ἐνὶ νηυσὶν Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες,

6

(650)

πολλὰ μάλ’ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκ’ ἄρ’ αὐτῶν
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.92 in vol. 2

7

(t)

ΛΟΓΟΣ Ζʹ
1 Ἦμος δ’ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δ’ Ἠὼς λαμπρὸν παμφανόωσα, κνέφας δ’ ἀνεχάσσατο νυκτός, δὴ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων, οἳ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
5ἀντίον Εὐρυπύλοιο μεμαότες, οἳ δ’ ἀπάτερθεν αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο Νιρέα θ’ ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει κάλλεΐ τ’ ἀγλαΐῃ τε, βίῃ δ’ οὐκ ἄλκιμος ἦεν· οὐ γὰρ ἅμ’ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα,
10ἀλλ’ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης· ὣς Νιρῆι ἄνακτι παρ’ ἀγλαΐῃ ἐρατεινῇ κεῖτ’ ἀλαπαδνοσύνη. Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν, ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντ’ ἐπὶ τύμβῳ, ὅσσα Μαχάονα δῖον ὃν ἀθανάτοις μακάρεσσιν
15ἶσον ἀεὶ τίεσκον, ἐπεὶ κλυτὰ μήδεα ᾔδη.
Ἀλλ’ ὅτ’ ἄρ’ ἀμφοτέροις τυκτὸν περὶ σῆμ’ ἐβάλοντο, δὴ τότ’ ἄρ’ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης· ὦρτο δ’ ἄρ’ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀυτή, ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν.105 in vol. 2
20Καί ῥ’ οἳ μὲν πονέοντο πολυκμήτῳ ὑπ’ Ἄρηι· νωλεμέως δ’ ἄρ’ ἄπαστος ἐδητύος ἐν κονίῃσι κεῖτο μέγα στενάχων Ποδαλείριος. Οὐδ’ ὅ γε σῆμα λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι·
25καί ῥ’ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δ’ αὖτε δίζετο φάρμακον αἰνόν. Ἑοὶ δέ μιν εἶργον ἑταῖροι πολλὰ παρηγορέοντες· ὃ δ’ οὐκ ἀπέληγεν ἀνίης, καί νύ κε θυμὸν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
30εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν. Οὐδ’ ἀμέλησεν αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δ’ αὖτε ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
35οἷο κασιγνήτοιο· περιστενάχοντο δ’ ἄνακτα δμῶες σύν 〈θ’〉 ἑτάροισι, κακὴ δ’ ἔχε πάντας ὀιζύς. Καί ῥ’ ὅ γε μειλιχίοισι μέγ’ ἀχνύμενον προσέειπεν· «Ἴσχεο λευγαλέοιο πόνου καὶ πένθεος αἰνοῦ, ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
40μύρεσθ’ οἷα γυναῖκα παρ’ οὐκέτ’ ἐόντι πεσόντα. Οὐ γὰρ ἀναστήσεις μιν ἔτ’ ἐς φάος, οὕνεκ’ ἄιστος
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δ’ ἄνευθε πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα· αὕτως δ’, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. Τέτλαθι δ’ ἄλγος106 in vol. 2
45ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔ τι χερείω παῖδ’ ὀλέσας δηίοισιν ὑπ’ ἀνδράσιν, εὖ μὲν ἄκοντι, εὖ δὲ σαοφροσύνῃ〈σι〉 κεκασμένον· οὐδέ τις ἄλλος αἰζηῶν φιλέεσκεν ἑὸν πατέρ’ ὡς ἐμὲ κεῖνος, κάτθανε δ’ εἵνεκ’ ἐμεῖο σαωσέμεναι μενεαίνων

7

(50)

ὃν πατέρ’. Ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι σῖτον ἔτλην καὶ ζωὸς ἔτ’ ἠριγένειαν ἰδέσθαι, εὖ εἰδὼς ὅτι πάντες ὁμὴν Ἀίδαο κέλευθον νισόμεθ’ ἄνθρωποι, πᾶσίν τ’ ἐπὶ τέρματα κεῖται λυγρὰ μόρου στονόεντος· ἔοικε δὲ θνητὸν ἐόντα
55πάντα φέρειν ὁπός’ ἐσθλὰ διδοῖ θεὸς ἠδ’ ἀλεγεινά.» Ὣς φάθ’. Ὃ δ’ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δ’ ἀλεγεινὸν ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια· «Ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μ’ ἀτίταλλεν,
60οἰχομένοιο τοκῆος ἐς οὐρανόν, ὡς ἑὸν υἷα σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων ἐκ θυμοῖο δίδαξε· μιῇ δ’ ἐνὶ δαιτὶ καὶ εὐνῇ τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι. Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδ’ ἔτι κείνου
65τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.»
Ὣς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε· «Πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων ὀρφανίη〈ν〉· πάντας δὲ καὶ ἡμέας αἶα καλύψει, οὐ μὲν ἄρ’ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,107 in vol. 2
70οὐδ’ 〈οἵ〉ην τις ἕκαστος ἐέλδεται, οὕνεχ’ ὕπερθεν ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται, Μοίρῃς εἰς ἓν ἅπαντα μεμιγμένα. Καὶ τὰ μὲν οὔ τις δέρκεται ἀθανάτων, ἀλλ’ ἀπροτίοπτα τέτυκται ἀχλύι θεσπεσίῃ κεκαλυμμένα· τοῖς 〈δ’〉 ἐπὶ χεῖρας
75οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόως’ ἀπ’ Ὀλύμπου ἐς γαῖαν προΐησι· τὰ δ’ ἄλλυδις ἄλλα φέρονται πνοιῇ〈σ〉 ὣς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δ’ ἐπικάππεσεν ὄλβος οὔ τι ἑκών. Ἀλαὸς δὲ πέλει βίος ἀνθρώποισι·
80τοὔνεκ’ ἄρ’ ἀσφαλέως οὐ νίσεται, ἀλλὰ πόδεσσι πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλον εἶδος ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δ’ αὖτε εἰς ἀγαθόν. Μερόπων δὲ πανόλβιος οὔ τις ἐτύχθη ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δ’ ἕτερ’ ἀντιόωσι.
85Παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔ τι ἔοικε ζωέμεν· ἔλπεο δ’ αἰὲν ἀρείονα μηδ’ ἐπὶ λυγρῷ θυμὸν ἔχειν. Καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν ἐσθλῶν μὲν νίσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον. Ἔπλετο δ’ ἄμφω
90σεῖο κασιγνήτῳ, καὶ μείλιχος ἔσκε βροτοῖσι καὶ πάις ἀθανάτοιο· θεῶν δ’ ἐς φῦλον ὀίω κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.» Ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα παρφάμενος μύθοισιν· ἄγεν δ’ ἀπὸ σήματος αἰνοῦ108 in vol. 2
95ἐντροπαλιζόμενον καὶ ἔτ’ ἀργαλέα στενάχοντα. Ἐς δ’ ἄρα νῆας ἵκοντο· πόνον δ’ ἔχον ἄλλοι Ἀχαιοὶ ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο. Εὐρύπυλος δ’ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι χερσὶν ὑπ’ ἀκαμάτοισι καὶ ἔγχεϊ μαιμώωντι

7

(100)

δάμνατο δήια φῦλα. Νεκρῶν δ’ ἐστείνετο γαῖα κτεινομένων ἑκάτερθεν· ὃ δ’ ἐν νεκύεσσι βεβηκὼς μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας καὶ πόδας. Οὐδ’ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ· ἀλλ’ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
105ἀντιόωντ’ ἀνὰ δῆριν ἀμείλιχον, ἀμφὶ δὲ πολλοὺς ἔκτανεν· οὐδ’ ὅ γε χεῖρας ἀπέτρεπε δηιοτῆτος, ἀλλ’ ἕπετ’ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
110τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας καὶ κρατεροὺ〈σ〉 ὀλοοῦ τε δαήμονας ἰωχμοῖο· ὣς ὅ γ’ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων δάμνατ’ ἐπεσσύμενος· τοὶ δ’ ἰλαδὸν ἄλλοθεν ἄλλος ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
115Ὡς δ’ ὅτ’ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ μυρίαι ἀμφοτέρωθεν, ὃ δ’ εἰς ἁλὸς ἔσσυται οἶδμα
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ κρημνοὶ ἐπικτυπέουσι, βρέμει δ’ ἄρα μακρὰ ῥέεθρα109 in vol. 2
120αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα· ὣς ἄρα κύδιμοι υἷες ἐυπτολέμων Ἀργείων πολλοὶ ὑπ’ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι, τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἳ δ’ ὑπάλυξαν ὅσσους ἐξεσάωσε ποδῶν μένος. Ἀλλ’ ἄρα καὶ ὧς
125Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο νῆας ἐπὶ σφετέρας, καί περ ποσὶ καρπαλίμοισι κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον. Πανσυδίῃ δ’ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
130οὕνεκ’ ἄρά σφισι φύζαν ὀιζυρὴν ἐφέηκεν Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων. Οἳ δ’ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον, αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αἰνὸν ἀήτην ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
135ψυχρὸς ἐπαΐσσων, ταὶ δ’ ἐς νομὸν ἐσσύμεναί περ ῥιπῆς οὔ τι κατιθὺς ὑπερκύπτουσι κολώνας, ἀλλ’ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας ἀγρόμεναι, θάμνοισι δ’ ὑπὸ σκιεροῖσι νέμονται ἰλαδόν, ὄφρ’ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
140ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες. Αὐτὰρ ὃ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν
142aχερσὶν ὑπὸ κρατερῇσιν ἐπὶ χθόνα τεῖχος ἐρύσσας,
143εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
ὀψέ περ. Οἳ δ’ ἄλληκτον ἀφ’ ἕρκεος αἰπεινοῖο110 in vol. 2
145δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν. Αὕτως δ’ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,

7

(150)

ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δ’ ἀμφὶ μακεδνὸν τεῖχος, ἐπεὶ πέλε μῶλος 〈ἀ〉άσχετος. Ἀλλ’ ἄρα καὶ ὧς ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης παύσανθ’, οὕνεχ’ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
155πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ. Αὐτὰρ ὅ γ’ αἶψ’ ἐπίθησε· καὶ ἀργαλέοιο κυδοιμοῦ παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο ἐν κονίῃ ἐριπόντας. Ἀχαιοὶ δ’ ἔξοχα πάντων Πηνέλεων μύροντο, βάλον δ’ ἐπὶ σῆμα θανόντι
160εὐρὺ μάλ’ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον· πληθὺν δ’ αὖτ’ ἀπάνευθε δαϊκταμένων ἡρώων θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν, πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες καὶ τάφον. Ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
165τάρχυσαν κταμένους. Ὀλοὴ δ’ Ἔρις οὐκ ἀπέληγεν, ἀλλ’ ἔτ’ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο ἀντιάαν δηίοισιν· ὃ δ’ οὔ πω χάζετο νηῶν, ἀλλ’ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων. Τοὶ δ’ ἐς 〈Σ〉κῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες.
170Εὗρον δ’ υἷ’ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα, ἄλλοτε δ’ αὖθ’ ἵπποισι πονεύμενον ὠκυπόδεσσι. Γήθησαν 〈δ’〉 ἐσιδόντες ἀταρτηροῦ πολέμοιο ἔργα μετοιχόμενον, καί περ μέγα τειρόμενον κῆρ111 in vol. 2
175ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ προπάροιθε πέπυστο. Αἶψα δέ οἱ κίον ἄντα τεθηπότες, οὕνεχ’ ὁρῶντο θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον. Τοὺς δ’ ἄρ’ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν· «Ὦ ξεῖνοι, μέγα χαίρετ’ ἐμὸν ποτὶ δῶμα κιόντες·
180εἴπατε δ’ ὁππόθεν ἐστὲ καὶ οἵ τινες ἠδ’ ὅ τι χρειὼ ἤλθετ’ ἔχοντες ἐμεῖο δι’ οἴδματος ἀτρυγέτοιο.» Ὣς ἔφατ’ εἰρόμενος· ὃ δ’ ἀμείβετο δῖος Ὀδυσσεύς· «Ἡμεῖς τοι φίλοι εἰμὲν ἐυπτολέμου Ἀχιλῆος, τῷ νύ σέ φασι τεκέσθαι ἐύφρονα Δηιδάμειαν·
185καὶ δ’ αὐτοὶ τεὸν εἶδος ἐίσκομεν ἀνέρι κείνῳ πάμπαν ὃς ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει. Εἰμὶ δ’ ἐγὼν Ἰθάκηθεν, ὃ δ’ Ἄργεος ἱπποβότοιο, εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομ’ ἄκουσας ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
190αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκ’ ἐλθών. Ἀλλ’ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετ’ Ἄρηι, καί τοι δῶρ’ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί. Τεύχεα δ’ αὐτὸς ἔγω〈γε〉 τεοῦ πατρὸς ἀντιθέοιο
195δώσω, ἅ περ φορέων μέγα τέρψεαι. Οὐ γὰρ ἔοικε θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις ἶσα πέλει· πουλὺς δὲ περὶ σφίσι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι καὶ αὐτὸς Ἥφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη112 in vol. 2

7

(200)

τεύχων ἄμβροτα κεῖνα, τὰ σοὶ μέγα θαῦμ〈α〉 ἰδόντι ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τ’ ἐνὶ κύκλῳ ζῷα πέριξ ἤσκηται ἐοικότα κινυμένοισι, θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δ’ οὔ πώ ποτε τοῖα
205οὔτέ τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτ’ ἐφόρησεν, εἰ μὴ σός γε πατὴρ τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ πάντες, ἐγὼ δὲ μάλιστα φίλα φρονέων ἀγάπαζον· καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
210τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε δῖα Θέτις· τὰ δ’ ἄρ’ αὖτις ἐελδόμενός περ ἔγωγε δώσω προφρονέως, ὁπότ’ Ἴλιον εἰσαφίκηαι. Καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
215αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἤν κ’ ἐθέλῃσθα, ἀμφ’ εὐεργεσίης· δώσει δέ τοι ἄσπετ’ ἄγεσθαι κτήματά τε χρυσόν τε μετ’ ἠυκόμοιο θυγατρός, ὅσς’ ἐπέοικεν ἕπεσθαι ἐυκτεάνῳ βασιλείῃ.» Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
220 «Εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί, αὔριον αἶψα νεώμεθ’ ἐπ’ εὐρέα βένθεα πόντου, ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι.
Νῦν δ’ ἴομεν ποτὶ δώματ’ ἐύξεινόν τε τράπεζαν, οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι.113 in vol. 2
225Ἀμφὶ δ’ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.» Ὣς εἰπὼν ἡγεῖθ’· οἳ δ’ ἑσπόμενοι μέγ’ ἔχαιρον. Καί ῥ’ ὅτε δὴ μέγα δῶμα κίον 〈καὶ〉 κάλλιμον αὐλήν, εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ τηκομένην θ’, ὡς εἴ τε χιὼν κατατήκετ’ ὄρεσφιν
230Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο· ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ. Καί μιν ἔτ’ ἀχνυμένην 〈περ〉 ἀγακλειτοὶ βασιλῆες ἠσπάζοντ’ ἐπέεσσι· πάις δέ οἱ ἐγγύθεν ἐλθὼν μυθεῖτ’ ἀτρεκέως γενεὴν καὶ οὔνομ’ ἑκάστου,
235χρειὼ δ’ ἥν τιν’ ἵκανον ἀπέκρυφε μέχρις ἐς ἠῶ, ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ. Αἶψα δὲ δαῖτ’ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν πάντες ὅσοι Σκύροιο πέδον περιναιετάεσκον
240εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο. Ἀλλ’ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
245εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρ’ ἀφίκηται δήιον εἰς ἐνοπήν· τῷ δ’ ἄτροπος ἤντετο Μοῖρα ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δ’ ἄρα πένθος πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.114 in vol. 2

7

(250)

Τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμπεχε δεῖμα παιδὸς ἀπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν, μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται. Ἠὼς δ’ εἰσανέβη μέγαν οὐρανόν. Οἳ δ’ ἀπὸ λέκτρων καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια,
255αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα· ἠύτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακρὰ οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
260ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον πάντοθεν ἐκ μυχάτων, μέγα δ’ ἀσχαλόως’ ἀγόρευε· «Τέκνον, πῇ δὴ νῦν σοὶ ἐὺς νόος ἐκπεπότηται, Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι, ἧχι πολεῖς ὀλέκονται ὑπ’ ἀργαλέης ὑσμίνης,
265καί περ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην; Νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔ πω δήια ἔργα οἶδας ἅ τ’ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ. Ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δ’ ἐνὶ μίμνε δόμοισι, μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθ’ ἵκηται
270σεῖο καταφθιμένοιο κατὰ μόθον. Οὐ γὰρ ὀίω ἐλθέμεναί ς’ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο· οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρ’ ἀίδηλον,
ἀλλ’ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,115 in vol. 2
275τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἳ σὲ καὶ αὐτὸν δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι. Τοὔνεκ’ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα, μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
280οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός, χηρωθῇ δὲ μέλαθρον ὑπ’ ἀργαλέου θανάτοιο· αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας, κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας,
285οὕνεκεν οὔ τι τέτυκται ὀιζυρώτερον ἄλλο χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.» Φῆ μέγα κωκύουσα· πάις δέ μιν ἀντίον ηὔδα· «Θάρσει, μῆτερ ἐμεῖο, κακὴν δ’ ἀποπέμπεο φήμην· οὐ γὰρ ὑπὲρ Κῆράς τις ὑπ’ Ἄρεϊ δάμναται ἀνήρ·
290εἰ δέ μοι αἴσιμόν ἐστι δα〈μ〉ήμεναι εἵνεκ’ Ἀχαιῶν, τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.» Ὣς φάτο· τῷ δ’ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν· «Ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
295οἶδ’ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλ’ ἄρα καὶ ὧς καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης λευγαλέον· ναῦται γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου. Ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπὴν πλόον εἰσαφίκηαι
ὕστερον ἢ Τροίηθεν ἢ ἄλλοθεν, οἷά τε πολλὰ116 in vol. 2
299. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

7

(300)

τῆμος, ὅτ’ Αἰγοκερῆι συνέρχεται ἠερόεντι Ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων Τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι, ἢ ὁπότ’ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
305δείδιε δ’ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινὴν ᾗ ἔνι συμφορέονται ἀν’ εὐρέα βένθεα πόντου ἔκποθεν ἀίσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι, ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
310ἄστρα τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι δυόμεν’ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.» Ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου ἱμείροντα μόθοιο δυσηχέος. Ὃς δ’ ἐρατεινὸν μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι·
315ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν. Ὡς δ’ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα εἴργει ἐφεζόμενος, ὃ δ’ ἐρυκανόωντα χαλινὸν δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
320δεύεται, οὐδ’ ἵστανται ἐελδόμενοι πόδες οἴμης, πουλὺς δ’ ἀμφ’ ἕνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται ῥώοντ’ ἐσσυμένοιο, κάρη δ’ εἰς ὕψος ἀείρει φυσιόων μάλα πολλά, νόος δ’ ἐπιτέρπετ’ ἄνακτος·117 in vol. 2
325ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον· ἣ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί. Ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός.
330Οἵη δ’ ἀμφὶ μέλαθρα μέγ’ ἀσχαλόωσα χελιδὼν μύρεται αἰόλα τέκνα τά που μάλα τετριγῶτα αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν, ἣ δ’ ὁτὲ μὲν χήρη περιπέπταται ἀμφὶ καλιήν, ἄλλοτε δ’ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
335αἰνὰ κινυρομένη τεκέων ὕπερ· ὣς ἄρα κεδνὴ μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που εὐνὴν ἀμφιχυθεῖσα μέγ’ ἴαχεν, ἄλλοτε δ’ αὖτε κλαῖεν ἐπὶ φλιῇσι. Φίλῳ δ’ ἐγκάτθετο κόλπῳ, εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα
340ᾧ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν· ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο, ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. Οὐδ’ ὅ γε μητρὸς ἄσπετ’ ὀδυρομένης ἔτ’ ἐπέκλυεν, ἀλλ’ ἀπάτερθε
345βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα ἀστέρι παμφανόωντι πανείκελον. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ ἕσπεθ’ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
ἄλλοι δ’ εἴκοσι φῶτες ἀρηρέμενοι φρεσὶ θυμόν, τοὺς ἔχε κεδνοτάτους ἐνὶ δώμασι Δηιδάμεια118 in vol. 2

7

(350)

καί σφεας ᾧ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας· οἳ τότ’ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον ἐσσύμενον ποτὶ νῆα δι’ ἄστεος· ὃς δ’ ἐνὶ μέσσοις ἤιε καγχαλόων. Κεχάροντο δὲ Νηρηῖναι ἀμφὶ Θέτιν, καὶ δ’ αὐτὸς ἐγήθεε Κυανοχαίτης
355εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα. Ὃς δ’ ἤδη πολέμοιο λιλαίετο δακρυόεντος, καί περ ἐὼν ἔτι παιδνός, ἔτ’ ἄχνοος· ἀλλά μιν ἀλκὴ καὶ μένος ὀτρύνεσκον. Ἑῆς δ’ ἐξέσσυτο πάτρης, οἷος Ἄρης, ὅτε μῶλον ἐσέρχεται αἱματόεντα
360χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός, καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δ’ ἄρ’ αὐτῷ ὄμματα μαρμαίρουσιν ἴσον πυρί, τοῦ δὲ παρειαὶ κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ φαίνοντ’ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
365τοῖος ἔην Ἀχιλῆος ἐὺς πάις. Οἳ δ’ ἀνὰ ἄστυ εὔχοντ’ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα ἀργαλέου παλίνορσον ἀπ’ Ἄρεος· οἳ δ’ ἐσάκουσαν εὐχομένων. Ὃ δὲ πάντας ὑπείρεχεν οἵ οἱ ἕποντο. Ἐλθόντες δ’ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
370εὗρον ἔπειτ’ ἐλατῆρας ἐυξόου ἔνδοθι νηὸς ἱστία τ’ ἐντύνοντας ἐπειγομένους τ’ ἀνὰ νῆα. Αἶψα δ’ ἀν’ αὐτοὶ ἔβαν· 〈τ〉οὶ δ’ ἔκτοθι πείσματ’ ἔλυσαν
εὐνάς θ’ αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται. Τοῖσι δ’ ἄρ’ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης119 in vol. 2
375προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετ’ Ἀχαιῶν τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ. Οἳ δ’ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργ’ ἐνέποντες, ὅσσά τ’ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
380Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι· τοῦ δ’ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ πατρὸς ἀταρβήτοιο μένος καὶ κῦδος ἀρέσθαι. Ἣ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
385ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε, καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπ’ ἀργαλέῃσιν ἀνίῃς τήκεθ’, ὅπως ἀλαπαδνὸς ἐπ’ ἀνθρακιῇσι μόλυβδος ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔ ποτ’ ἔλειπε δερκομένην ἐπὶ πόντον ἀπείριτον, οὕνεκα μήτηρ
390ἄχνυθ’ ἑῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτ’ ἀφίκηται. Καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθ’ ὁμοῖα· ἀλλ’ ἣ μὲν στενάχιζε πανημερίη γοόωσα. Νηῦς δ’ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
395τυτθὸν ἐπιψαύουσα πολυρρο〈θί〉οιο θαλάσσης· πορφύρεον δ’ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα· αἶψα δὲ δὴ μέγα λαῖτμα διήνυε ποντοποροῦσα. Ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἐπὶ κνέφας· ἣ δ’ ὑπ’ ἀήτῃ
πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης120 in vol. 2

7

(400)

βένθεα. Θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς· τοῖσι δ’ ἄρ’ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη τύμβος τ’ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔ τι υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
405δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ θυμὸς ἐνὶ στήθεσσι. Παρημείβοντο δὲ νήσους αἶψα Καλυδναίας· Τένεδος δ’ ἀπελείπετ’ ὀπίσσω· φαίνετο δ’ αὖτ’ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου σῆμα πέλει πτελέῃσ〈ι〉 κατάσκιον αἰπεινῇσιν,
410αἵ ῥ’ ὁπότ’ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐα〈ί〉νεται ἄκρα. Νῆα δ’ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης· ἵκετο δ’ ἧχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες Ἀργείων, οἳ τῆμος ὀιζυρῶς πονέοντο
415μαρνάμενοι περὶ τεῖχος ὅ περ πάρος αὐτοὶ ἔδειμαν νηῶν ἔμμεναι ἕρκος ἐυσθενέων θ’ ἅμα λαῶν ἐν πολέμῳ. Τὸ δ’ ἄρ’ ἤδη ὑπ’ Εὐρυπύλοιο χέρεσσι μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ, εἰ μὴ ἄρ’ αἶψ’ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
420βαλλόμεν’ ἕρκεα μακρά. Θοῆς δ’ ἄφαρ ἔκθορε νηὸς θαρσαλέως τ’ ἐβόησεν ὅσον χάδε οἱ κέαρ ἔνδον· «Ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι σήμερον· ἀλλ’ ἄγε θᾶσσον ἐς αἰόλα τεύχεα δύντες ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν.
425Ἤδη γὰρ πύργοισιν ἐφ’ ἡμετέροισι μάχονται Τρῶες ἐυπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλ’ αἰνῶς· νῶιν δ’ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπὲρ μόρον αἶψα δαμέντες121 in vol. 2
430κεισόμεθ’ ἐν Τροίῃ τεκέων ἑκὰς ἠδὲ γυναικῶν.» Ὣς φάτο· τοὶ δ’ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν πανσυδίῃ· πάντας γὰρ ἕλε〈ν〉 τρόμος εἰσαΐοντας νόσφι Νεοπτολέμοιο θρασύφρονος, οὕνεκ’ ἐῴκει πατρὶ ἑῷ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
435 Καρπαλίμως δ’ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος (ἣ γὰρ ἔην ἄγχιστα νεὸς κυανοπρῴροιο)· πολλὰ γὰρ ἐξημοιβὰ παρ’ αὐτόθι τεύχεα κεῖτο ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
440Ἔνθ’ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια δῦσαν ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ. Αὐτὰρ Ὀδυσσεὺς δύσεθ’ 〈ἅ〉 οἱ Ἰθάκηθεν ἕποντο· δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη κεῖνα τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν.
445Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἐδύσετο τεύχεα πατρός, καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δ’ ἐλαφρὰ Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει, καί περ ἐόνθ’ ἑτέροισι πελώρια· τῷ δ’ ἅμα πάντα φαίνετο τεύχεα κοῦφα· κάρη δέ οἱ οὔ τι βάρυνε

7

(450)

πήληξ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

7

(450)

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .122 in vol. 2
450a〈Πηλιάσ〉, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
451ῥηιδίως ἀνάειρεν ἔθ’ αἵματος ἰσχανόωσαν. Ἀργείων δέ μιν ὅσσοι ἐσέδρακον, οὔ τι δύναντο καί περ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκ’ ἄρ’ αὐτοὺς πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός.
455Ὡς δ’ ὅτ’ ἀν’ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν ἀνέρες οὕς τ’ ἀνέμοιο καταιγίδες ἀντιόωσαι εἴργουσι〈ν〉 μάλα πολλὸν ἐπὶ χρόνον, οἳ δ’ ἀλεγεινοὶ νηὶ περιτρωχῶσι, καταφθινύθει δ’ ἄρα πάντα
460ἤια, τειρομένοισι δ’ ἐπέπνευσεν λιγὺς οὖρος· ὣς ἄρ’ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο. Ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
465ὅς τε κατ’ οὔρεα μακρὰ μέγ’ ἀσχαλόων ἐνὶ θυμῷ ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων βήσσῃ ἐνὶ σκιερῇ, ὃ δ’ ἄρ’ ὑψόθεν ἔκ τινος ἄκρης
470ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς· ὣς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο θυμὸν ἐπὶ Τρώεσσιν ἐυπτολέμοισιν ὄρινεν. Οἴμησε〈ν〉 δ’ ἄρα πρῶτος ὅπῃ μάλα δῆρις ὀρώρει
475ἂμ πεδίον· τῇ † γάρ σφιν ἐπέπλετο † τεῖχος Ἀχαιῶν ῥηίτερον δηίοισι κατὰ κλόνον ἐσσυμένοισιν, οὕνεκ’ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο· σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι. Εὗρον δ’ Εὐρύπυλον κρατερόφρονα, τῷ δ’ ἅμ’ ἑταίρους123 in vol. 2
480πύργῳ ἐπεμβεβαῶτας, ὀιομένους περὶ θυμῷ ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν πανσυδίῃ. Τοῖς δ’ οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ· ἀλλά σφεας Ὀδυσεύς τε καὶ ὁ σθεναρὸς Διομήδης ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
485αἶψ’ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν. Ὡς δ’ ὅτ’ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες κάρτεϊ καὶ φωνῇ κρατεροὺς σεύουσι λέοντας πάντοθεν ἐσσύμενοι, τοὶ δ’ ὄμμασι γλαυκιόωντες στρωφῶντ’ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
490πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι, ἀλλὰ καὶ ὧς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
492. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν. Οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπὸ νόσφι φέβεσθαι
495Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε μίμνειν, εἰς ὅ κε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος. Αὐτίκα δ’ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
ἧκεν ἐπεσσύμενος κατὰ τείχεος ἠλιβάτοιο·124 in vol. 2

7

(500)

σμερδαλέον δ’ ἄρα πάντα περιπλατάγησε θέμεθλα ἕρκεος αἰπεινοῖο· δέος δ’ ἕλε πάντας Ἀχαιούς, τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν. Ἀλλ’ οὐδ’ ὧς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ, ἀλλ’ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
505μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τ’ ἐν ὄρεσσιν ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιῶται ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι ἐσσυμένως, τοὶ δ’ οὔ τι βιαζόμενοι βελέεσσι χάζοντ’, ἀλλὰ μένοντες ἀμύνουσι〈ν〉 τεκέεσσιν·
510ὣς οἳ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν μίμνον ἐν ὑσμίνῃ. Τοῖς δ’ Εὐρύπυλος θρασυχάρμης ἠπείλει μέγα πᾶσι νεῶν 〈προ〉πάροιθε θοάων· «Ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες, οὐκ ἂν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
515ἠλάσατ’, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν. Νῦν δέ μοι, εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ, μάρνασθ’ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν· ἢν δέ ποτ’ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε, ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
520ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλ’ ἅμα πάντες κείσεσθ’ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.» Ὣς ἔφατ’ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθε χερσὶ Νεοπτολέμοιο θρασύφρονος ὅς μιν ἔμελλε
525δάμνασθ’ οὐ μετὰ δηρὸν ὑπ’ ἔγχεϊ μαιμώωντι. Οὐδὲ μὲν οὐδὲ τότ’ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο, ἀλλ’ ἄ〈ρα〉 Τρῶας ἔναιρεν ἀφ’ ἕρκεος· οἳ δ’ ἐφέβοντο βαλλόμενοι καθύπερθε, περικλονέοντο δ’ ἀνάγκῃ Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει.125 in vol. 2
530Ὡς δ’ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο πτώσσουσι〈ν〉 βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστεναχίζεται ἀήρ· ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
535πᾶν ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα, δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἄρηα. Οἳ δ’ ἄρ’ ἀμηχανίῃ βεβολημένοι ἔνδοθεν ἦτορ Τρῶες ἔφαντ’ Ἀχιλῆα πελώριον εἰσοράασθαι αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
540κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται ἐς φρένα Κητείων μηδ’ Εὐρυπύλοιο ἄνακτος. Αὐτοῦ δ’ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο· αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμ’ ἀλεγεινόν.
545Ὡς δ’ ὅτε παιπαλόεσσαν ὁδὸν κατὰ ποσσὶν ἰόντες ἀνέρες ἀθρήσωσιν ἀπ’ οὔρεος ἀίσσοντα χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτρῃ, οὐδέ τι οἳ μεμάασιν ἀνὰ ῥόον ἠχήεντα βήμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον

7

(550)

δερκόμενοι τρομέουσι, καὶ οὐκ ἀλέγουσι κελεύθου· ὣς ἄρα Τρῶες ἔμιμνον ἀλευόμενοί περ ἀυτὴν τεῖχος ὑπ’ Ἀργείων. Τοὺς δ’ Εὐρύπυλος θεοειδὴς αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει πολλοὺς δηιόωντα πελώριον ἐν δαῒ φῶτα126 in vol. 2
555χεῖρα καμεῖν καὶ κάρτος· ὃ δ’ οὐκ ἀπέληγε μόθοιο. Τῶν δ’ ἄρ’ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα κάλλιπεν Οὐλύμποιο θυώδεος αἰπὰ μέλαθρα· βῆ δ’ ἄρ’ ὑπὲρ κεφαλὰς ὀρέων οὐδ’ ἴχνεσι γαίης ψαῦε μέγ’ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
560εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δ’ ἀνέμοιο. Τροίην δ’ αἶψ’ ἀφίκανε, πόδας δ’ ἐπέθηκε κολώνῃ Σιγέου ἠνεμόεντος· ἐδέρκετο δ’ ἔνθεν ἀυτὴν ἀγχεμάχων ἀνδρῶν· κύδαινε δὲ πολλὸν Ἀχαιούς. Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
565θάρσος ὁμοῦ καὶ κάρτος ἅ τ’ ἀνδράσιν εἰς ἓν ἰόντα τεύχουσι〈ν〉 μέγα κῦδος· ὃ δ’ ἀμφοτέροισι κέκαστο, οὕνεκ’ ἔην Διὸς αἷμα, φίλῳ δ’ ἤικτο τοκῆι· τῶ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων. Ὡς δ’ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
570τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δ’ ὑπ’ ἀυτμῇ μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἳ δὲ κελαινῆς ἐξ ἁλὸς ἀίσσουσι μεμαότες ὕστατον αἴγλην εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
575κτείνει ἐπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπ’ ἄγρῃ· ὣς ἄρα κύδιμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήια φῦλα ἀντί’ ἐπεσσυμένων. Πονέοντο δὲ πάντες Ἀχαιοὶ ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δ’ εὐρὺς127 in vol. 2
580αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ τείχεα βαλλομένων. Κάματος δ’ ὑπεδάμνατο λαοὺς ἄσπετος ἀμφοτέρωθε (λύοντο δὲ γυῖα καὶ ἀλκὴ αἰζηῶν), ἀλλ’ οὔ τι μενεπτολέμου Ἀχιλῆος ἄμπεχεν υἱέα δῖον, ἐπεί ῥά οἱ ὄβριμον ἦτορ
585πάμπαν ἔην ἄτρυτον· ἀνιηρὸν δέ οἱ οὔ τι ἥψατο μαρναμένοιο 〈δέοσ〉 . . . . . . . . . . . . . . . . .
586. . . . . . . . . . . . . . . . μένος δ’ ἀκάμαντι ἐοικὼς ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ οὔ ποτ’ ἰοῦσα φόβησε, καὶ εἰ μέγα μαίνετ’ ἀήτης Ἡφαίστου κλονέων ἱερὸν μένος (ἢν γὰρ ἵκηται
590ἐγγὺς ἐπὶ προχοῇσι, μαραίνεται οὐδέ οἱ ἀλκὴ ἅψασθ’ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο)· ὣς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ οὔτε μόγος στονόεις οὔτ’ ἂρ δέος ἥψατο γούνων αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
595Οὐ〈δὲ〉 μὲν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε πολλῶν βαλλομένων, ἀλλ’ ὡς νιφάδες περὶ πέτρῃ πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
τοῖς ἐπικαγχαλόων κρατερὸς πάις Αἰακίδαο128 in vol. 2

7

(600)

φοίτα μακρὰ βοῶν περὶ τείχεϊ, πολλὰ κελεύων ἐς μόθον Ἀργείοισιν ἀταρβέα [θύνε] . . . . . .
601. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
601. . . . . . . . . . . . . . . . . . . . . . . , οὕνεκα πάντων πολλὸν ἔην ὄχ’ ἄριστος, ἔχεν δ’ ἔτι θυμὸν ὁμοκλῆς λευγαλέης ἀκόρητον, ἑοῦ δ’ ἄρα μήδετο πατρὸς τίσασθ’ ἀλγινόεντα φόνον. Κεχάροντο δ’ ἄνακτι
605Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀυτή. Ἔνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος ὃς γένος ἔσκε Δύμαντος, ἔχεν δ’ ἐρικυδέας υἷας εἰδότας εὖ μὲν ἄκοντα βαλεῖν, εὖ δ’ ἵππον ἐλάσσαι ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
610τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρ’ ὄχθας Σαγγαρίου, Κελτόν τε καὶ Εὔβιον· οὐδ’ ἀπόναντο ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο. Ἄμφω δ’ ὡς ἴδον ἦμαρ ὁμῶς, καὶ κάτθανον ἄμφω
615χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι βλήμενος ἐς κραδίην, ὃ δὲ χερμαδίῳ ἀλεγεινῷ κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν. Ἀμφὶ δ’ ἄρά σφισι φῦλα περικτείνοντο καὶ ἄλλων
620μυρία δυσμενέων. Μέγα δ’ Ἄρεος ἔργον ὀρώρει,
μέσφ’ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δ’ ἠὼς ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο χάσσατο τυτθὸν ἄπωθε νεῶν. Οἳ δ’ ἀγχόθι πύργων βαιὸν ἀνέπνευσαν, καὶ δ’ αὐτοὶ Τρώιοι υἷες129 in vol. 2
625ἀμπαύοντο μόγοιο δυσαλγέος, οὕνεκ’ ἐτύχθη φύλοπις ἀργαλέη περὶ τείχεϊ καί νύ χ’ ἅπαντες Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο, εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάις ἤματι κείνῳ δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
630Εὐρύπυλον. Τῷ δ’ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ, καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι· ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν, ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφ’ Ἀχιλῆος, χάρμα δ’ ἄρ’, οὕνεκά οἱ κρατερὸν παῖδ’ εἰσενόησε.
635Κλαῖε δ’ ὅ γ’ ἀσπασίως, ἐπεὶ οὔ ποτε φῦλ’ ἀνθρώπων νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρωνται. Ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη, ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγε’ ἀνατλὰς ἔλθοι ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
640ὣς ὃ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον· «Χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος ὅν ποτ’ ἔγωγε τυτθὸν ἐόντ’ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι προφρονέως. Ὃ δ’ ἄρ’ ὦκα θεῶν ἐρικυδέι βουλῇ
645ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο, καί οἱ ἔγωγε γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. Ἔσκε δέ μοι μέγ’ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
τηλυγέτῳ, ὃ δ’ ἄρ’ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ· κείνου μὲν γὰρ ἔγωγε πατήρ, ὃ δ’ ἄρ’ υἱὸς ἔμοιγε130 in vol. 2

7

(650)

ἔσκεν, ὅπως φήσασκεν ἰδών· «Ἑνὸς αἵματός εἰμεν εἵνεχ’ ὁμοφροσύνης». Ἀρετῇ δ’ ὅ γε φέρτερος ἦεν πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει· τῷ σύ γε πάμπαν ἔοικας, ἐγὼ δ’ ἄρ〈α〉 κεῖνον ὀίω ζωὸν ἔτ’ Ἀργείοισι μετέμμεναι· οὗ μ’ ἄχος ὀξὺ
655ἀμπέχει ἤματα πάντα, λυγρῷ δ’ ἐπὶ γήραϊ θυμὸν τείρομαι. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει κείνου ἔτι ζώοντος· ὃ καὶ πέλει ἀνέρι κῦδος κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι. Ἀλλά, τέκος, κείνου μὲν ἐγὼ〈ν〉 οὐ λήσομαι ἦτορ
660ἀχνύμενος, σὺ δὲ μή τι χαλέπτεο πένθεϊ θυμόν. Ἀλλ’ ἄγε, Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς τειρομένοις ἐπάμυνε μέγ’ ἀμφ’ ἀγαθοῖο τοκῆος χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
665τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.» Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος· «Ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηιοτῆτα Αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.»
670 Ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς σεύεσθ’ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε Νὺξ ἥ τ’ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα ἔσσυτ’ ἀπ’ Ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ. Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
675κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκ’ ἄρ’ αὐτοὺς θαρσαλέους κατέτευξεν ἐὼν ἐπὶ δῆριν ἑτοῖμος. Τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν ἄσπετα δῶρα διδόντες ἅ τ’ ἀνέρι πλοῦτον ὀφέλλει· οἳ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἳ δὲ γυναῖκας131 in vol. 2
680δμωίδας, οἳ δ’ ἄρα χαλκὸν ἀάσπετον, οἳ δὲ σίδηρον, ἄλλοι δ’ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν ἵππους τ’ ὠκύποδας καὶ ἀρήια τεύχεα φωτῶν φάρεά τ’ εὐποίητα γυναικῶν κάλλιμα ἔργα· τοῖς ἔπι θυμὸν ἴα〈ι〉νε Νεοπτολέμοιο φίλον κῆρ.
685 Καί ῥ’ οἳ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δ’ Ἀγαμέμνων πόλλ’ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν· «Ἀτρεκέως πάις ἐσσὶ θρασύφρονος Αἰακίδαο,
690ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένας ἔνδον ἔοικας. Τῶ σοὶ ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήια φῦλα καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
695οὕνεκα πατρὶ ἔοικας. Ἐγὼ δ’ ἄρα κεῖνον ὀίω εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλ’ ὃ μὲν ἤδη ἐστὶ σὺν ἀθανάτοισι· σὲ δ’ ἐκ μακάρων προέηκε σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.»

7

(700)

Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· «Εἴθέ 〈μιν〉, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα οὔ τι καταισχύνοντα βίην πατρός, ὥς περ ὀίω ἔσσεσθ’, ἤν με σόωσιν ἀκηδέες Οὐρανίωνες.»132 in vol. 2
705 Ὣς ἄρ’ ἔφη πινυτῇσιν ἀρηρέμενος φρεσὶ θυμόν· λαοὶ δ’ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον. Ἀλλ’ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο, δὴ τότ’ ἄρ’ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίας ἀφίκανε
710πατρὸς ἑοῦ. Τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων ἔντεά οἱ παρέκεινθ’· αἳ δ’ ἀμφί μιν ἄλλοθεν ἄλλαι χῆραι ληιάδες κλισίην ἐπιπορσύνεσκον, ὡς ζώοντος ἄνακτος. Ὃ δ’ ὡς ἴδεν ἔντεα Τρώων καὶ δμωάς, στονάχησεν· ἔρος δέ μιν εἷλε τοκῆος.
715Ὡς δ’ ὅτ’ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα σμερδαλέοιο λέοντος ὑπ’ ἀγρευτῇσι δαμέντος σκύμνος ἐς ἄντρον ἵκηται ἐύσκιον, ἀμφὶ δὲ πάντῃ ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δ’ αὐτοῦ ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
720ἵππων ἠδὲ βοῶν μεγάλ’ ἄχνυται ἀμφὶ τοκῆος· ὣς ἄρα θαρσαλέοιο πάις τότε Πηλείδαο θυμὸν ἐπαχνώθη. Δμωαὶ δέ μιν ἀμφαγάσαντο· καὶ δ’ αὐτὴ Βρισηίς, ὅτ’ ἔδρακεν υἷ’ Ἀχιλῆος, ἄλλοτε μὲν θυμῷ μέγ’ ἐγήθεεν, ἄλλοτε δ’ αὖτε
725ἄχνυτ’ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο. Τρῶες δ’ αὖτ’ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,133 in vol. 2
730ὁππόσον Ἕκτορα δῖον, ὅτ’ Ἀργείους ἐδάιζε ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν. Ἀλλ’ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος, δὴ τότε Τρώιοι υἷες ἰδ’ Ἀργεῖοι μενεχάρμαι
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.134 in vol. 2

8

(t)

ΛΟΓΟΣ Ηʹ
1 Ἦμος δ’ ἠελίοιο φάος περικίδναται αἶαν ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης, δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες θωρήσσονθ’ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν.
5Τοὺς μὲν 〈γὰρ〉 πάις ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας, τοὺς δ’ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τ’ ἀμαθύνειν ἐν πυρὶ λευγαλέῳ, λαοὺς δ’ ὑπὸ χερσὶ δαΐξαι·
10ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ μαψιδίῃ· Κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι πολλὸν καγχαλάασκον ἐτώσια μητιόωντι. Καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
15 «Κέκλυτέ μευ, θεράποντες, ἀρήιον ἐν φρεσὶ θυμὸν θέντες, ἵν’ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ, δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ γίνεται ἀνθρώποισι, δέος δὲ βίην ἀμαθύνει
20καὶ νόον. Ἀλλ’ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε, ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλ’ Ἀχιλῆα φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.» Ὣς εἰπὼν ὤμοισι πατρώια δύσετο τεύχη πάντοθε μαρμαίροντα· Θέτις δ’ ἠγάλλετο θυμῷ144 in vol. 2
25ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο. Καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν. Οἷος δ’ ἐκ περάτων ἀν〈α〉φαίνεται Ὠκεανοῖο Ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
30πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρμασι συμφέρετ’ ἀστὴρ Σείριος ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον· τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως, υἱὸς Ἀχιλλῆος. Φόρεον δέ μιν ἄμβροτοι ἵπποι τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
35ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν. Ἵπποι δ’ αὖτ’ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα εἴκελον Αἰακίδῃ· τῶ〈ν〉 δ’ ἄφθιτον ἦτορ ἐώλπει ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔ τι χερείω. Ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
40ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες, λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ
41. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . χηραμοῦ ἐκποτέονται ἐελδόμενοι χρόα θεῖναι ἀνδρόμεον, πάντες δὲ περὶ † σθένος † ὁρμαίνοντες
τεύχουσι〈ν〉 μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν·145 in vol. 2
45ὣς οἵ γ’ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο μαιμώωντες Ἄρηι. Πολὺς δ’ ἐστείνετο χῶρος· πᾶν πεδίον δ’ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν, ἠελίου καθύπερθεν ὑπ’ ἠέρι μαρμαίροντος. Οἷον δὲ νέφος εἶσι δι’ ἠέρος ἀπλήτοιο

8

(50)

πνοιῇσι〈ν〉 μεγάλῃσιν ἐλαυνόμενον Βορέαο, ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη· ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε νηῶν βαιὸν ἄπωθε· κόνις δ’ εἰς οὐρανὸν εὐρὺν
55πέπτατ’ ἀειρομένη. Κανάχιζε δὲ τεύχεα φωτῶν, σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δ’ ἐπὶ μῶλον ἵπποι ὑπεχρεμέτιζον. Ἑὴ δ’ ἐκέλευεν ἕκαστον ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα. Ὡς δ’ ὅτε κύματα μακρὰ δύω κλονέουσιν ἀῆται
60σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας, ὁππότε χεῖμ’ ἀλεγεινὸν ἀν’ εὐρέα βένθεα πόντου μαίνετ’, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη κύμασι λευγαλέοισι, τὰ δ’ ἄλλοθεν ἄλλα φέρονται
65οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δ’ ἀλεγεινὴ ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
ὣς οἵ γ’ ἀμφοτέρωθεν ἐς Ἄρεα συμφορέοντο σμερδαλέον μεμαῶτες· Ἔρις δ’ ὀρόθυνε καὶ αὐτή. Σὺν δ’ ἔβαλον βροντῇσιν ἐοικότες ἢ στεροπῇσιν146 in vol. 2
70αἵ τε μέγα κτυπέουσι δι’ ἠέρος, ὁππότ’ ἀῆται λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο ἀνδράσιν οἵ τ’ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται· ὣς οἵ γ’ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δ’ ἔγχος
75συμφέρετ’, ἀσπίδι δ’ ἀσπίς, ἐπ’ ἀνέρα δ’ ἤιεν ἀνήρ. Πρῶτος δ’ ὄβριμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος δάμνατ’ ἐὺν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα, υἷας Ἀλεξινόμοιο δαΐφρονος ὅς τ’ ἐνὶ κοίλῃ Καύνῳ ναιετάεσκε διειδέος ἀγχόθι λίμνης
80Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο. Κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μύνητα ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο Λίνδου ἐυρρείταο, μενεπτολέμων ὅθι Καρῶν πείρατα καὶ Λυκίης ἐρικυδέος ἄκρα πέλονται.
85Εἷλε δ’ ἄρ’ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα· τῷ δ’ ἄρ’ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα, τὸν μὲν ὑπὸ κραδίην, τὸν δ’ ἐ〈σ〉 κληῖδα τυχήσας. Δάμνατ〈ο δ’〉 ἄλλοθεν ἄλλον· ἐπέστενε δ’ αἶα νέκυσσι
Τρώων. Οἳ δ’ ὑπόεικον ἐοικότες αὐαλέοισι147 in vol. 2
90θάμνοις οὕς 〈τ’〉 ὀλοοῖο πυρὸς καταδάμνατ’ ἀυτμὴ ῥηιδίως, ἐπιόντος ὀπωρινοῦ Βορέαο· ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες. Αἰνείας δ’ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην πλήξας χερμαδίῳ κατὰ κρά〈α〉τος· ἐν δ’ ἄρ’ ἔθλασσεν
95ὀστέα σὺν πήληκι· λίπεν δ’ ἄφαρ ὀστέα θυμός. Τυδείδης δ’ Εὔμαιον ἕλε〈ν〉 θοὸν ὅς ποτ’ ἔναιε Δάρδανον αἰπήεσσαν, ἵν’ Ἀγχίσαο πέλονται εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν. Ἂν δ’ Ἀγαμέμνων κτεῖνεν Ἐύστρατον, οὐδ’ ὅ γε Θρῄκην

8

(100)

ἵκετ’ ἀπὸ πτολέμοιο, φίλης δ’ ἑκὰς ἔφθιτο πάτρης. Μηριόνης δ’ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα, ἀντιθέου Γλαύκοιο φίλον 〈καὶ〉 πιστὸν ἑταῖρον, ὅς ῥά τε ναιετάεσκε παρὰ προχοῇς Λιμύροιο καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες,
105Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος, πάντες ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο αἰπύ τε Μασσικύτοιο ῥίον βωμόν τε Χιμαίρης. Ἄλλος δ’ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δ’ ἄρα τοῖσιν Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε
110δυσμενέσιν. Πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν Εὔρυτον, αὐτὰρ ἔπειτα Μενοίτιον αἰολομίτρην, ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δ’ ἄρά σφιν Ἅρπαλον ὅς ῥ’ Ὀδυσῆος ἐύφρονος ἔσκεν ἑταῖρος.
Ἀλλ’ ὃ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον οὐδ’ ἐπαμύνειν148 in vol. 2
115ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δ’ ἄρ’ ἑταῖρος Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔ τι οὔτασεν, οὕνεκά οἱ κρατερὸν δόρυ τυτθὸν ἄπωθεν ἔμπεσε Με〈ι〉λανίωνι δαΐφρονι τόν ποτε μήτηρ
120γείνατο πὰρ προχοῇσιν ἐυρρείταο Καΐκου, Κλείτη καλλιπάρηος ὑποδμηθεῖς’ Ἐρυλάῳ. Εὐρύπυλος δ’ ἑτάροιο χολωσάμενος κταμένοιο Ἀντίφῳ αἶψ’ ἐπόρουσεν· ὃ δ’ ἔκφυγε ποσσὶ θοοῖσιν ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔ τι δάμασσεν
125ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκ’ ἔμελλεν ἀργαλέως ὀλέ〈ε〉σθαι ὑπ’ ἀνδροφόνοιο Κύκλωπος ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ. Εὐρύπυλος δ’ ἑτέρωθεν ἐπῴχετο· τοῦ δ’ ὑπὸ δουρὶ αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος.
130Ἠύτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας κεκλιμέν’ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρ’ Ἀχαιοὶ δάμναντ’ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι, μέσφ’ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
135υἱὸς Ἀχιλλῆος· τὼ δ’ ἄμφω δούρατα μακρὰ ἐν παλάμῃσι τίνασσον ἐπὶ σφίσι μαιμώωντες. Εὐρύπυλος δέ 〈ἑ〉 πρῶτος ἀνειρόμενος προσέειπε· «Τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι; Ἦ σε πρὸς Ἄιδα Κῆρες ἀμείλικτοι φορέουσιν·
140οὐ γάρ τίς μ’ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ, ἀλλά μοι ὅσσοι ἔναντα λιλαιόμενοι μαχέσασθαι δεῦρο κίον, πάντεσσι φόνον στονόεντ’ ἐφέηκα ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα ὀστέα τε σάρκας τε κύνες διὰ πάντ’ ἐδάσαντο.149 in vol. 2
145Ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δ’ ἐπαγάλλεαι ἵπποις;» Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· «Τίπτε μ’ ἐπισπεύδοντα ποτὶ κλόνον αἱματόεντα ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις εἰπέμεναι γενεήν, ἥν περ μάλα πολλοὶ ἴσασιν;

8

(150)

Υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα σεῖο πάροιθ’ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί· καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν, εἰ μή οἱ στονόεντα θοῶς ἰήσατ’ ὄλεθρον. Ἵπποι δ’ οἳ φορέουσιν ἐμοῦ πατρὸς ἀντιθέοιο,
155οὓς τέκεθ’ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα, οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν ἀκρονύχως ψαύοντες, ἴσον δ’ ἀνέμοισι φέρονται. Νῦν δ’ ἐπεὶ οὖν γενεὴν ἐδάης ἵππων τε καὶ αὐτοῦ, καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
160γνώμεναι ἀντιβίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι Πηλίου αἰπεινοῖο, τομὴν ὅθι λεῖπε καὶ εὐνήν.» Ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνὴρ πάλλων ἐγχείην περιμήκετον. Ὃς δ’ ἑτέρωθε χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην
165καί ῥα Νεοπτολέμοιο κατ’ ἀσπίδος ἧκε φέρεσθαι χρυσείης· τὸν δ’ οὔ τι προσεσσύμενον στυφέλιξεν· ἀλλ’ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ, τόν ῥα διιπετέων ποταμῶν μένος οὐδ’ ἅμα πάντων
ἂψ ὦσαι δύναται, ὃ γὰρ ἔμπεδον ἐρρίζωται·150 in vol. 2
170ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός. Ἀλλ’ οὐδ’ ὧς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο ἄσχετον υἷ’ Ἀχιλῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε θάρσος ἑὸν καὶ Κῆρες. Ὑπὸ κραδίῃσι δὲ θυμὸς ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δ’ αἰόλα τεύχη
175ἔβραχεν. Οἳ δ’ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι σμερδαλέοι, τοῖσίν τε κατ’ οὔρεα δῆρις ἀέξει, ὁππότε λευγαλέῃ λιμῷ βεβολημένοι ἦτορ ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
180μαρναμένων· ὣς οἵ γε συνῄεσαν ἀλλήλοισι δῆριν συμφορέοντες ἀμείλιχον. Ἀμφὶ δὲ μακραὶ λαῶν ἀμφοτέρωθεν ἄδην πονέοντο φάλαγγες ἐς μόθον, ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει. Οἳ δ’ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
185σύν ῥ’ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι ἀλλήλων. Τοὺς δ’ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ ἐγγύθεν ἱσταμένη· τοὶ δ’ οὐκ ἀπέληγον ὁμοκλῆς, ἀλλά σφεας ἐδάιζον ἐς ἀσπίδας, ἄλλοτε δ’ αὖτε οὔταζον κνημῖδας ἰδ’ ὑψιλόφους τρυφαλείας·
190καί τις καὶ χροὸς ἥψατ’, ἐπεὶ πόνος αἰνὸς ἔπειγε θαρσαλέους ἥρωας. Ἔρις δ’ ἐπετέρπετο θυμῷ κείνους εἰσορόωσα. Πολὺς δ’ ἐξέρρεεν ἱδρὼς ἀμφοτέρων· οἳ δ’ αἰὲν ἐκαρτύνοντο μένοντες· ἄμφω γὰρ μακάρων ἔσαν αἵματος. Οἳ δ’ ἀπ’ Ὀλύμπου
194. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
195οἳ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
οἳ δ’ αὖτ’ Εὐρύπυλον θεοειδέα. Τοὶ δ’ ἑκάτερθε μάρναντ’ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν ἠλιβάτων ὀρέων· μέγα δ’ ἔβραχον ἀμφοτέρωθε θεινόμεναι μελίῃσι τότ’ ἀσπίδες. Ὀψὲ δὲ μακρὴ151 in vol. 2

8

(200)

Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος πολλὰ πονησαμένη· τοῦ δ’ ἔκχυτο φοίνιον αἷμα ἐσσυμένως· ψυχὴ δὲ δι’ ἕλκεος ἐξεποτήθη ἐκ μελέων, ὀλοὴ δὲ κατ’ ὀφθαλμῶν πέσεν ὄρφνη. Ἤριπε δ’ ἐν τεύχεσσι κατὰ χθονός, ἠύτε βλωθρὴ
205ἢ πίτυς ἢ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν ἐκ ῥιζῶν ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν Εὐρυπύλοιο δέμας, μέγα δ’ ἔβραχε Τρώιον οὖδας καὶ πεδίον· χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
210 Τῷ δ’ ἐπικαγχαλόων μεγάλ’ εὔχετο καρτερὸς ἥρως· «Εὐρύπυλ’, ἦ που ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς δῃώσειν καὶ πάντας ὀιζυρῶς ἀπολέσσειν ἡμέας· ἀλλὰ σοὶ οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ, ἀλλ’ ὑπ’ ἐμοί ς’ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
215πατρὸς ἐμοῖο μέγ’ ἔγχος, ὅ περ βροτὸς οὔ τις ἄλυξεν ἡμῖν ἄντα μολών, οὐδ’ εἰ παγχάλκεος ἦεν.» Ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν ἐσσυμένως· Τρῶες δὲ μέγ’ ἔτρεσαν εἰσορόωντες ἀνέρα καρτερόθυμον. Ὃ δ’ αὐτίκα τεύχε’ ἀπούρας
220δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν· αὐτὸς δ’ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τ’ εἶσι δι’ αἰθέρος ἀπλήτοιο ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός, ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα152 in vol. 2
225νόσφι Διὸς μεγάλοιο, ὃ δ’ ἐσσύμενος ποτὶ γαῖαν δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα· ὣς ὃ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων· δάμνατο δ’ ἄλλοθεν ἄλλον ὅσους κίχον ἄμβροτοι ἵπποι. Πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δ’ ἐρυθαίνετο λύθρῳ·
230ὡς δ’ ὅτε μυρία φύλλα κατ’ οὔρεος ἐν βήσσῃσι ταρφέα πεπτηῶτα χύδην κατὰ γαῖαν ἐρέψῃ· ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων· ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
235αὐτῶν ἠδ’ ἵππων· μάλα δ’ ἄντυγες ἀμφ’ ὀχέεσσι κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι. Καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο, πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον, εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
240Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο κρύβδ’ ἄλλων μακάρων. Φόρεον δέ μιν ἐς μόθον ἵπποι Αἴθων καὶ Φλογίος, Κόναβος δ’ ἐπὶ τοῖσι Φόβος τε, τοὺς Βορέῃ κελάδοντι τέκε〈ν〉 βλοσυρῶπις Ἐριννὺς πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δ’ αἰόλος αἰθὴρ
245ἐσσυμένων ποτὶ δῆριν. Ὃ δ’ ὀτραλέως ἀφίκανεν ἐς Τροίην· ὑπὸ δ’ αἶα μέγ’ ἔκτυπε θεσπεσίοισιν ἵππων ἀμφὶ πόδεσσι· μολὼν δ’ ἄγχιστα κυδοιμοῦ πῆλε δόρυ βριαρόν, μέγα δ’ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον. Οἳ δ’ ἀίοντες153 in vol. 2

8

(250)

θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους· ἠέρι 〈γὰρ〉 κεκάλυπτο. Νόησε δὲ θέσκελον αὐδὴν ἔκποθεν ἀίσσουσαν ἄδην εἰς οὔατα Τρώων ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δ’ ἄρα θυμῷ
255γήθησε〈ν〉 καὶ λαὸν ἀπεσσύμενον μέγ’ ἀύτει· «Ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος υἱέα θαρσαλέον; Θνητός νύ τίς ἐστι καὶ αὐτός, οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος ὃς μέγ’ ἀρήγει ἧμιν ἐελδομένοισι· βοᾷ δ’ ὅ γε μακρὰ κελεύων
260μάρνασθ’ Ἀργείοισι κατὰ κλόνον. Ἀλλ’ ἄγε θυμῷ τλῆτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε· οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀίομαι ἄλλον ἱκέσθαι ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνῃ,
265ὡς νῦν ἧμιν ἵκανεν ἐπίρροθος; Ἀλλὰ καὶ αὐτοὶ μνήσασθε πτολέμοιο, δέος δ’ ἀπὸ νόσφι βάλεσθε.» Ὣς φάτο· τοὶ δ’ ἵσταντο καταντίον Ἀργείοισιν· ἠύτ’ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο φεύγοντες τὸ πάροιθε βίην στρέψωσι μάχεσθαι,
270ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν· ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος δείματος ἐκτὸς ἔσαν, κατὰ δ’ ἀντίον ἀνέρος ἀνὴρ μάρνατο θαρσαλέως· περὶ δ’ ἔκτυπεν ἔντεα φωτῶν θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
275αἰχμαὶ δ’ ἐς χρόα δῦνον· ἐδεύετο δ’ αἵματι πολλῷ δεινὸς Ἄρης· ὀλέκοντο δ’ ἀνὰ μόθον ἄλλος ἐπ’ ἄλλῳ μαρναμένων ἑκάτερθε. Μάχη δ’ ἔχεν ἶσα τάλαντα· ὡς δ’ ὁπότ’ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ154 in vol. 2
280σπερχόμενοι, τῶν δ’ ἶσον ἀέξεται εἰς ἔριν ἔργον, ὁππότ’ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε· ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ,
285Ἀργεῖοι δ’ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος. Κτεῖνον δ’ ἀλλήλους· ὀλοὴ δ’ ἀνὰ μέσσον Ἐνυὼ στρωφᾶτ’ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους καὶ χέρας, ἐκ δέ οἱ αἰνὸς ἀπὸ μελέων ῥέεν ἱδρώς· οὐδ’ ἑτέροισιν ἄμυνεν, ἴσῃ δ’ ἐπετέρπετο χάρμῃ
290ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα. Ἔνθα Νεοπτόλεμος τηλεκλειτὸν Περιμήδεα δάμναθ’, ὃς οἰκί’ ἔναιε παρὰ Σμινθήιον ἄλσος. Τῷ δ’ ἐπὶ Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον καὶ κρατερὸν Περίλαον ἐυμμελίην τε Μενάλκην
295ὃν τέκετ’ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων· ἀλλ’ ὃ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐν πατρίδι γαίῃ· παιδὸς δ’ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο.

8

(300)

Δηίφοβος δὲ Λύκωνα μενεπτόλεμον κατέπεφνε τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δ’ ἔγχεϊ μακρῷ
ἔγκατα πάντ’ ἐχύθησαν, ὅλη δ’ ἐξέσσυτο νηδύς. Αἰνείας δὲ Δύμαντα κατέκτανεν ὅς 〈ῥα〉 πάροιθεν Αὐλίδα ναιετάεσκε, συνέσπετο δ’ Ἀρκεσιλάῳ155 in vol. 2
305ἐς Τροίην· ἀλλ’ οὔ τι φίλην πάλιν ἔδρακε γαῖαν. Εὐρύαλος δ’ ἐδάμασσε, βαλὼν ἀλεγεινὸν ἄκοντα, Ἀστραῖον· τοῦ δ’ αἶψα διὰ στέρνοιο ποτήθη αἰχμὴ ἀνιηρή, στομάχου δ’ ἀπέκερσε κελεύθους ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
310Τοῦ δ’ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ Ἱππομένην Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον τύψας ἐς κληῖδα θοῶς· σὺν δ’ αἵματι θυμὸς ἔκθορεν ἐκ μελέων, ὀλοὴ δέ οἱ ἀμφεχύθη νύξ. Τεύκρῳ δ’ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
315καὶ βάλεν ὠκὺν ὀιστὸν Ἀγήνορος ἄντα τανύσσας· ἀλλά οἱ οὔ τι τύχησεν ἀλευαμένου μάλα τυτθόν. Ἔμπεσε δ’ ἐγγὺς ἐόντι δαΐφρονι Δηι〈ο〉φόντῃ λαιὸν 〈ἐσ〉 ὀφθαλμόν, διὰ δ’ οὔατος ἐξεπέρησε δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
320ἀργαλέον βέλος ὦσαν ὅπῃ θέλον· ὃς δ’ ἔτι ποσσὶν ὀρθὸς ἀνασκαίρεσκε. Βαλὼν δ’ ὅ γε δεύτερον ἰὸν λαιμῷ ἐπερροίβδησε· διέθρισε δ’ αὐχένος ἶνας ἄντικρυς ἀίξας· τὸν δ’ ἀργαλέη κίχε Μοῖρα. Ἄλλος δ’ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
325καὶ Μόρος, ἀλγινόεσσα δ’ Ἔρις μέγα μαιμώωσα
ἤυσε〈ν〉 μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε σμερδαλέον, Τρώεσσι δ’ ἐνέπνευσεν μέγα θάρσος, Ἀργείοισι δὲ φύζαν, ἄφαρ δ’ ἐλέλιξε φάλαγγας. Ἀλλ’ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλ’ ὅ γε μίμνων156 in vol. 2
330μάρνατο θαρσαλέως, ἐπὶ δ’ ἔκτανεν ἄλλον ἐπ’ ἄλλῳ. Ὡς δ’ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι χεῖρα περιρρίψῃ κοῦρος νέος, αἳ δ’ ὑπὸ πληγῇ τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι θυμὸν ἀποπνείουσι, πάις δ’ ἐπιτέρπεται ἔργῳ·
335ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος γήθεεν ἀμφὶ νέκυσσι. Καὶ οὐκ ἀλέγιζεν Ἄρηος Τρωσὶν ἀμύνοντος, † ἐτίνυτο † δ’ ἄλλοθεν ἄλλον λαοῦ ἐπαΐσσοντος, ὅπως ἀνέμοιο θυέλλας μίμνει ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη·
340ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι χώετο καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην. Ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
345Ξάνθου, τόσσον ἔσεισε· δέος δ’ ἀμφέκλασε θυμὸν Νυμφάων, φοβέοντο δ’ ὑπὲρ Πριάμοιο πόληος. Τεύχεσι δ’ ἀμβροσίοισι πέρι στεροπαὶ ποτέοντο, σμερδαλέοι δὲ δράκοντες ἀπ’ ἀσπίδος ἀκαμάτοιο πῦρ ἄμοτον πνείεσκον· ἄνω δ’ ἔψαυε νέφεσσι

8

(350)

θεσπεσίη τρυφάλεια. Θοῷ δ’ ἤμελλεν Ἄρηι
μάρνασθ’ ἐσσυμένως, εἰ μὴ Διὸς ἠὺ νόημα ἀμφοτέρους ἐφόβησεν ἀπ’ αἰθέρος αἰπεινοῖο βροντήσας ἀλεγεινόν. Ἄρης δ’ ἀπεχάζετο χάρμης· δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·157 in vol. 2
355ἵκετο δ’ ἐς Θρῄκην δυσχείμερον, οὐδ’ ἔτι Τρώων μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ Παλλὰς 〈ἔτ’〉 ἐν 〈πεδίῳ〉 Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ ἷξεν Ἀθηνάων ἱερὸν πέδον. Οἳ δ’ ἔτι χάρμης μνώοντ’ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
360ἀλκῆς· Ἀργεῖοι δὲ μέγ’ ἱέμενοι πολέμοιο χαζομένοισιν ἕποντο κατ’ ἴχνιον, ἠύτ’ ἀῆται νήεσιν ἐσσυμένῃς ὑπὸ λαίφεσιν εἰς ἁλὸς οἶδμα ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν ὀτρηροὶ κατ’ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
365ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκ’ ἄρ’ αὐτοὺς υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἳ δ’ ὑπὸ φύζῃ χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον. Ἀργεῖοι δ’ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
370ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων, ἄρνας ὅπως σταθμοῖσιν ἐν οἰοπόλοισι νομῆες. Ὡς δ’ ὁπότ’ ἀμπνείωσι βόες μέγα κεκμηῶτες ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὣς ἄρ’ Ἀχαιοὶ
375ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. Ἀμφὶ δὲ πύργους μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα. Οἳ δ’ 〈ἄφ〉αρ ᾗσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν· ὡς δ’ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι158 in vol. 2
380λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νεφέεσσι ταρφέσιν, οἳ δὲ μάλ’ οὔ τι λιλαιόμενοί περ ἱκέσθαι ἐς νομὸν ἀίσσουσιν, ἄχρις μέγα λωφήσειε χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
385ὣς οἵ γ’ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν δυσμενέων. Λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι· ὡς δ’ ὁπότε ψῆρες τανυ〈σί〉πτεροι ἠὲ κολοιοὶ καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι βρώμης ἱέμενοι θυμηδέος, οὐδ’ ἄρα τούς γε
390αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει· ὣς Δαναοὶ Πριάμοιο τότ’ ἀμφεχέοντο πόληι ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
395Τρῶες δ’ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες, ἀλλὰ καὶ ὧς πύργοισιν ἐφεσταότες πονέοντο νωλεμέως· 〈ἰ〉οὶ δὲ πολυκμήτων ἀπὸ χειρῶν θρῷσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος

8

(400)

ἧκε βίην· 〈μάλα〉 γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς Τρωσὶν ἐυπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο. Ἔνθ’ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτου τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δ’ ὑπὸ λαιμὸν ὀιστός·159 in vol. 2
405κάππεσε δ’ αἰγυπιῷ ἐναλίγκιος ὅν τ’ ἀπὸ πέτρης ἰῷ ἐυγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ· ὣς ὃ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο, γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δ’ ἔντεα νεκρῷ. Τῷ δ’ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
410ἄλλον ἀφῆκεν ὀιστὸν ἐελδόμενος μέγα θυμῷ υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην· ἀλλ’ ὃ μὲν αἶψ’ ἀλέεινε παρακλίνας ἑτέρωσε ὃν δέμας οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν. Ὡς δ’ ὅθ’ ἁλὸς κατὰ πόντον ἐπειγομένης νεὸς οὔρῳ
415ναύτης παιπαλόεσσαν ἰδὼν ἐπὶ χεύματι πέτρην νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι χειρὶ παρακλίνας οἰήιον, ἧχί ἑ θυμὸς ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμ’ ἀπερύκει· ὣς ἄρ’ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
420 Οἳ δ’ αἰεὶ μάρναντο· λύθρῳ δ’ ἐρυθαίνετο τείχη πύργοι θ’ ὑψηλοὶ καὶ ἐπάλξιες, ἧχί τε Τρῶες ἰοῖσι κτείνοντο πολυσθενέων ὑπ’ Ἀχαιῶν. Οὐδὲ μὲν οἵ γ’ ἀπάνευθε πόνων ἔσαν, ἀλλ’ ἄρα καὶ τῶν πολλοὶ γαῖαν ἔρευθον. Ὀρώρει δ’ αἰπὺς ὄλεθρος
425βαλλομένων ἑκάτερθε· λυγρὴ δ’ ἐπετέρπετ’ Ἐνυὼ Δῆριν ἐπικλονέουσα κασιγνήτην Πολέμοιο. Καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης Ἀργεῖοι, μάλα γάρ σφιν 〈ἀ〉άσπετον ἔπλετο κάρτος, εἰ μὴ ἄρ’ αἶψα βόησεν ἀγακλειτὸς Γανυμήδης160 in vol. 2
430οὐρανοῦ ἐκ κατιδών· μάλα γὰρ περιδείδιε πάτρης· «Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξειμι γενέθλης, σῇσι δ’ ὑπ’ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην εἰμὶ μετ’ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών, τῶ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
435οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι οὐδ’ ἄρ’ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος. Σοὶ δὲ καὶ εἰ μέμονε〈ν〉 κραδίη τάδε μηχανάασθαι, ἔρξον ἐμεῦ ἀπὸ νόσφι〈ν〉· ἐλαφρότερον δέ μοι ἄλγος
440ἔσσεται, ἢν μὴ ἔγωγε μετ’ ὄμμασιν οἷσιν ἴδωμαι· κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.» Ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ. Καὶ τότ’ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
445νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα. Ἠχλύνθη δὲ μάχη φθισίμβροτος οὐδέ τις αὐτῶν ἐξιδέειν ἐπὶ τεῖχος ἔτ’ ἔσθενεν, ἧχι τέτυκτο· ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο. Ἀμφὶ δ’ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο

8

(450)

οὐρανόθεν· Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
θάμβεον· ἐν δ’ ἄρα τοῖσι μέγ’ ἴαχε Νηλέος υἱός· «Ὦ νύ μοι Ἀργείων σημάντορες, οὐκέτι νῶιν ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει161 in vol. 2
455ἡμῖν, Ἀλλ’ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ, μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων. Τοῖσι μὲν 〈ἂρ〉 τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε πάντας 〈ἀεὶ〉 πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
460ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τ’ ἀνθρώπων. Καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς οὐρανόθεν κατέχευε πυρὸς μένος· ἣ δ’ ὑπένερθε καίετο πάντοθε γαῖα, καὶ Ὠκεανοῦ πλατὺ χεῦμα ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατ’ ἄχρις ἱκέσθαι·
465καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων· δάμνατο δ’ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα ἠδ’ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδ’ ὁπός’ ὕδωρ ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ τέφρῃ ὑπεκρύφθη καὶ λιγνύι· τείρετο δὲ χθών.
470Τοὔνεκ’ ἐγὼ δείδοικα Διὸς μένος ἤματι τῷδε. Ἀλλ’ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει· ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δ’ ἐχθρή. Καὶ δ’ οὐ 〈δή〉 πω μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
475εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος, τόν ῥα πάρος κατέλεξεν ὁμηγυρέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.» Ὣς φάτο· τοὶ δ’ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες χάσσαντ’ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·162 in vol. 2
480ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἵστορι μύθων. Ἀλλ’ οὐδ’ ὧς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ, ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες· οὐ γὰρ δὴ κείνους νέφος ἄμπεχεν, ἀλλὰ πόληα ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον ᾧ πέρι πολλοὶ
485Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν. Ἐλθόντες δ’ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο, καί ῥα κόνιν καὶ ἱδρῶ〈τα〉 λύθρον τ’ ἀπεφαιδρύναντο κύμασιν ἐμβεβαῶτες ἐυρρόου Ἑλλησπόντου. Ἠέλιος δ’ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους,
490νὺξ δ’ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δ’ ἀνέρας ἔργων. Ἀργεῖοι δ’ Ἀχιλῆος ἐυπτολέμου θρασὺν υἷα ἶσα τοκῆι τίεσκον· ὃ δ’ ἐν κλισίῃσιν ἀνάκτων δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔ τι βάρυνεν, οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
495ἐξέλετ’, ἀκμήτῳ δ’ ἐναλίγκιον εἰσοράασθαι τεῦξεν. Ὃ δ’ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθά οἱ ὕπνος ἀμφεχύθη. Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς

8

(500)

Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων νῆας ἐνιπρήσῃ, νόστου δ’ ἀπὸ πάντας ἀμέρσῃ. Ὣς δ’ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.163 in vol. 2

9

(t)

ΛΟΓΟΣ Θʹ
1 Ἦμος δ’ ἤνυτο νυκτὸς ἀπὸ κνέφας, ἔγρετο δ’ Ἠὼς ἐκ περάτων, μάρμαιρε δ’ ἀπείριτον ἄσπετος αἰθήρ, δὴ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων ἂμ πεδίον πάπταινον, ἴδοντο δ〈ὲ〉 Ἰλίου ἄκρην
5ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον. Τρῶες δ’ οὐκέτ’ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας
7aζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα.
8Ἀντήνωρ δ’ ἐν τοῖσι θεῶν ἠρήσατ’ ἄνακτι· «Ζεῦ Ἴδης μεδέων ἠδ’ οὐρανοῦ αἰγλήεντος,
10κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος τρέψον ἀφ’ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα, εἴ θ’ ὅ γ’ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμ’ Ἀίδαο, εἴ τέ τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ· λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
15πολλοὶ ἀποφθινύθουσι, κακοῦ δ’ οὐ γίνετ’ ἐρωή, ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει. Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπ’ Ἀχαιοῖς μέμβλεται, ἀλλ’ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο Δαρδάνου ἀντιθέοιο μέγ’ Ἀργείοισιν ἀρήγεις.
20Ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει, Τρῶας ὑπ’ Ἀργείοισιν ὀιζυρῶς ἀπολέσσαι, ἔρξον ἄφαρ, μηδ’ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.» Ἦ ῥα μέγ’ εὐχόμενος· τοῦ δ’ ἔκλυεν οὐρανόθι Ζεύς· καί ῥ’ ὃ μὲν αἶψ’ ἐτέλεσσεν, ὃ δ’ οὐκ ἤμελλε τελέσσειν.180 in vol. 2
25Δὴ γάρ οἱ κατένευσεν ὅπως ἀπὸ πολλοὶ ὄλωνται Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δ’ υἷ’ Ἀχιλῆος τρεψέμεν οὐ κατένευσεν ἀπ’ εὐρυχόροιο πόληος, ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει ἦρα φέρειν καὶ κῦδος ἐύφρονι Νηρηίνῃ.
30 Καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων. Μεσσηγὺς δὲ πόληος ἰδ’ εὐρέος Ἑλλησπόντου Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ καῖον ὁμῶς ἵπποισι· μάχη δ’ ἐπέπαυτο φόνοιο, οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
35εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς λισσόμενος νέκυας πυρὶ καιέμεν, οἳ δ’ ἐπίθοντο αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ. Ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς, δὴ τότ’ 〈ἄρ’〉 Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,
40Τρῶες δ’ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα, ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο. Τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι· τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα181 in vol. 2
44. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
45δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ. Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς τύμβον ἐπ’ εὐρώεντα· κύσε〈ν〉 δ’ ὅ γε δάκρυα χεύων στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος, καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε·

9

(50)

«Χαῖρε, πάτερ, καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμ’ Ἀίδαο. Ὡς εἴθε ζωόν σε μετ’ Ἀργείοισι κίχανον· τῶ κε τάχ’ ἀλλήλοισι φρένα〈σ〉 τερφθέντ’ ἐνὶ θυμῷ Ἰλίου ἐξ ἱερῆς ληισσάμεθ’ ἄσπετον ὄλβον.
55Νῦν δ’ οὔτ’ ἂρ σύ γ’ ἐσεῖδες ἑὸν τέκος, οὔτέ ς’ ἔγωγε εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι. Ἀλλὰ καὶ ὧς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος σὸν δόρυ καὶ τεὸν υἷα μέγ’ ἐν δαῒ πεφρίκασι δυσμενέες, Δαναοὶ δὲ γεγηθότες εἰσορόωσι
60σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.» Ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν· βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος, οὐκ οἶος· ἅμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες Μυρμιδόνων, Φοῖνιξ δ’ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει
65λυγρὸν ἀναστενάχων ἐρικυδέος ἀμφ’ Ἀχιλῆος. Νὺξ δ’ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δ’ οὐρανὸν ἄστρα· οἳ δ’ ἄρα δορπήσαντες ἕλονθ’ ὕπνον. Ἔγρετο δ’ Ἠώς· Ἀργεῖοι δ’ ἄρα δῦσαν ἐν ἔντεσι· τῆλε δ’ ἀπ’ αὐτῶν αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα.
70Καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ· ὣς οἵ γ’ ἐξεχέοντο πρὸ τείχεος· ὦρτο δ’ ἀυτὴ σμερδαλέη, μέγα δ’ αἶα περιστεναχίζετ’ ἰόντων.182 in vol. 2
75 Τρῶες δ’ εὖτ’ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο, θάμβησαν, πᾶσι〈ν〉 δὲ κατεκλάσθη κέαρ ἔνδον πότμον ὀιομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη λαὸς δυσμενέων, κανάχιζε δὲ τεύχεα φωτῶν κινυμένων, ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.
80Καὶ τότ’ ἄρ’ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος Δηιφόβῳ καὶ θῆκε μάλ’ ἄτρομον, ἠὲ καὶ αὐτὸν θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρ’ ἀπὸ πάτρης δυσμενέων ἀλεγεινὸν ὑπ’ ἔγχεϊ λαὸν ἐλάσσῃ· θαρσαλέον δ’ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·
85 «Ὦ φίλοι, εἰ δ’ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε, μνησάμενοι στονόεντος ὅσα πτολέμοιο τελευτὴ ἄλγε’ ἐπ’ ἀνθρώποισι δορυκτήτοισι τίθησιν. Οὐ γὰρ Ἀλεξάνδροιο πέλει περὶ μοῦνον ἄεθλος οὐδ’ Ἑλένης, ἀλλ’ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
90ἠδ’ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων πάσης τ’ ἀγλαΐης καὶ κτήσιος ἠδ’ ἐρατεινῆς γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψαι μᾶλλον ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
95πῆμα μετ’ ἀνθρώποισιν ὀιζυροῖσι τετύχθαι. Τοὔνεκ’ ἀπωσάμενοι στυγερὸν δέος ἀμφ’ ἐμὲ πάντες καρτύνασθ’ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς ζωὸς ἔθ’ ἡμῖν ἄντα μαχήσεται, οὕνεκ’ ἄρ’ αὐτὸν πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν183 in vol. 2

9

(100)

ὃς νῦν λαὸν ἄγειρεν. Ἔοικε δὲ μήτ’ Ἀχιλῆα μήτέ τιν’ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης μαρναμένους. Τῶ μή τι φεβώμεθα μῶλον Ἄρηος, εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες· ἢ οὔ πω τόδε οἴδατ’ ἀνὰ φρένας ὡς ἀλεγεινοῖς
105ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος, ἐκ δ’ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ Ζεὺς ἐπάγει μερόπεσσι δι’ ἠέρος εὔδιον ἦμαρ, ἔκ τ’ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο εἰρήνη; Τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.»
110 Ὣς φάτο· τοὶ δ’ ἐς Ἄρηα μεμαότες ἐντύναντο ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν. Ἔνθ’ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν ἔντε’ ἐποιχομένη παρενήνεε δάκρυ χέουσα·
115τῷ δ’ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ τεύχεα πάντα φέρεσκον· ὃ δέ σφισιν ἄλλοτε μέν που ἄχνυτ’ ὀδυρομένοις, ὁτὲ δ’ ἔμπαλι μειδιάασκε παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ.
120Ἄλλῳ δ’ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν ἀμφετίθει μελέ〈ε〉σσι κακῆς ἀλκτήρια χάρμης πολλὰ παρηγορέων φίλον υἱ〈έ〉α μηδενὶ εἴκειν ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ ταρφέα σήματ’ ἔχοντα παλαιῆς δηιοτῆτος.184 in vol. 2
125 Ἀλλ’ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν, ἄστεος ἐξεχέοντο μέγ’ ἱέμενοι πολέμοιο λευγαλέου. Ταχέεσσι δ’ ἐφ’ ἱππήεσσιν ὄρουσαν ἱππῆες, πεζοῖσι δ’ ἐπέχραον ἔθνεα πεζῶν, ἅρμασι δ’ ἅρμαθ’ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν
130ἐς μόθον ἐσσυμένων, ἐπαΰτεε δ’ οἷσιν ἕκαστος κεκλόμενος. Τοὶ δ’ αἶψα συνήιον· ἀμφὶ δ’ ἄρά σφι τεύχε’ ἐπεσμαράγησε· μί〈γ〉η δ’ ἑκάτερθεν ἀυτὴ λευγαλέη. Τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα βαλλόμεν’ ἀμφοτέρωθεν· ὑπ’ ἔγχε〈σ〉ι δ’ ἀσπίδες ἀνδρῶν
135θεινόμεναι κτυπέεσκον 〈ἀ〉άσπετον, αἳ δ’ ὑπ’ ἀκόντων καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν ἀνέρες οὐτάζοντο· φορύνετο δ’ ἔντεα φωτῶν αἵματι. Τρωιάδες δ’ ἀπὸ τείχεος ἐσκοπίαζον αἰζηῶν στονόεντα μόθον, πάσῃσι δὲ γυῖα
140ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν ἠδὲ κασιγνήτων· πολιοὶ δ’ ἅμα τῇσι γέροντες ἕζοντ’ εἰσορόωντες, ἔχον δ’ ὑπὸ χείλεσι θυμὸν παίδων ἀμφὶ φίλων. Ἑλένη δ’ ἐνὶ δώμασι μίμνεν οἴη 〈ἅμ’〉 ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
145 Οἳ δ’ ἄμοτον πονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες γήθεον, οὐλομένη δ’ ἐπαΰτεεν ἀμφοτέροισι
μακρὸν Ἔρις βοόωσα. Κόνις δ’ ἐρυθαίνετο λύθρῳ κτεινομένων· ὀλέκοντο δ’ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος. Ἔνθ’ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα185 in vol. 2

9

(150)

〈– ⏑ ⏑〉 Ἱππασίδην, ὃ δ’ ἀφ’ ἅρματος αἰψηροῖο ἤριπεν ἀμφὶ νέκυσσιν. Ἄχος δέ οἱ ἔσχεν ἄνακτα· δείδιε γὰρ μὴ δή μιν ἐφ’ ἡνία χεῖρας ἔχοντα υἱὸς ἐὺς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν· ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλ’ ἐπὶ δίφρον
155ἆλτο θοῶς, ἵπποισι δ’ ἐκέκλετο μακρὰ τινάσσων εὔληρ’, οὐδ’ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων. Καὶ τοὺς μὲν Πριάμοιο πάις λίπεν, ἵκετο δ’ ἄλλων ἐς πληθύν. Πολέεσσι δ’ ὀλέθριον ὤπασεν ἦμαρ ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
160θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δ’ ὑπὸ χερσὶ μυρίοι ἐκτείνοντο, πέδον δ’ ἐστείνετο νεκρῶν. Ὡς δ’ ὅτ’ ἀν’ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην, ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
165σὺν πυρὶ δούρατα πολλά, τὰ δ’ ἄλλοθεν ἄλλα πεσόντα πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δ’ ἐπιτέρπεται ἔργῳ· ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι. Καί ῥ’ οἳ μὲν Τρώεσσιν ὁμίλεον, οἳ δ’ ἐφέβοντο
170εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δ’ ὕδατος εἴσω Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο. Ὡς δ’ ὁπότ’ ἰχθυόεντος ἐπ’ ᾐόσιν Ἑλλησπόντου
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες κολπωθὲν ποτὶ γαῖαν, ἔσω δ’ ἁλὸς εἰσέτ’ ἐόντος186 in vol. 2
175ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς αἰνὸν ἐπὶ ξιφίῃσι φέρων μόρον, ἄλλοθε δ’ ἄλλον δάμναται ὅν κε κίχῃσι, φόνῳ δ’ ἐρυθαίνεται ὕδωρ· ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
180 Οὐδὲ μὲν οὐδ’ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο, ἀλλά σφεας ἐδάιζεν Ἀχιλλέος ὄβριμος υἱὸς ἀμφ’ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα τέρπετ’ ἐφ’ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι. Τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
185πῖπτεν ὁμῶς ἵπποισιν· ὃ δ’ ἑσπόμενος κεράιζεν. Ἔνθ’ Ἀμίδην ἐδάιξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητ’ ἐρατεινῆς ἱππασίης· δὴ γάρ μιν ὑπ’ ἔγχεϊ τύψε φαεινῷ ἐς νηδύν, αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν·
190ἔγκατα δ’ ἐξεχύθησαν, ἕλεν δέ μιν οὐλομένη Κὴρ ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα. Εἷλε δ’ ἄρ’ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας δουρὶ κατὰ στομάχοιο παρὰ στόμα, τὸν δ’ ὑπὸ λαιμόν, καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
195Ἄλλους δ’ ἔκτανε πάντας ὅσους κίχε· τίς κεν ἐκείνους ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο χερσὶ Νεοπτολέμοιο; Κάμεν δέ οἱ οὔ ποτε γυῖα.
Ὡς δ’ ὁπότ’ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν187 in vol. 2

9

(200)

ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν· ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος. Τυδείδης δ’ ἑτέρωθεν ἐυμμελίης τ’ Ἀγαμέμνων ἄλλοί τ’ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
205προφρονέως ἀνὰ δῆριν ἀμείλιχον. Οὐδὲ μὲν ἐσθλοῖς Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον χαζομένους· πολέες δὲ καὶ οὐκ ἀλέγοντες ἀνάκτων ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
210 Ὀψὲ δ’ ἄρ’ 〈εἰσ〉ενόησε περὶ προχοῇσι Σκαμάνδρου ὀλλυμένους Δαναοὺς κρατερὸς πάις Αἰακίδαο αἰὲν ἐπασσυτέρους· λίπε δ’ οὓς πάρος αὐτὸς ἔναιρε φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε κεῖς’ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
215Αὐτὰρ ὅ γ’ αἶψ’ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἳ δ’ ἐπέτοντο ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα. Οἷος δ’ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης ἐμβεβαὼς ἵπποισι, περιτρομέει δ’ ἄρα γαῖα
220ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο τεύχε’ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα· τοῖος Ἀχιλλῆος κρατερὸς πάις ἤιεν ἄντην ἐσθλοῦ Δηιφόβοιο· κόνις δ’ ἐπαείρετο πολλὴ ἵππων ἀμφὶ πόδεσσιν. Ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
225Αὐτομέδων ἐνόησεν ὅ τις πέλεν· αἶψα δ’ ἄνακτι τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφα〈ύ〉σκων· «Ὦ ἄνα, Δηιφόβοιο πέλει στρατὸς ἠδὲ καὶ αὐτός,188 in vol. 2
227. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . σεῖο πάροιθε τοκῆος ὑπέτρεσε· νῦν δέ οἱ ἐσθλὸν ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.»
230 Ὣς ἄρ’ ἔφη· ὃ δ’ ἄρ’ οὔ τι προσέννεπεν, ἀλλ’ ἔτι μᾶλλον ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι. Ἀλλ’ ὅτε δή ῥ’ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι, δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
235ἔστη, ὅπως πῦρ αἰνόν, ὅθ’ ὕδατος ἐγγὺς ἵκηται· θάμβεε δ’ εἰσορόων κρατερόφρονος Αἰακίδαο ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔ τι τοκῆος μείονα· τοῦ δ’ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν ἄλλοτε μὲν φεύγειν, ὁτὲ δ’ ἀνέρος ἄντα μάχεσθαι.
240Ὡς δ’ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων θῶας ἀποσσεύῃσι, λέων δ’ ἑτέρωθε φανείη ἔκποθεν ἐσσύμενος, τοῦ δ’ ἵσταται ἄσπετος ὁρμὴ οὔτε πρόσω μεμαῶτος ἔτ’ ἐλθέμεν οὔτ’ ἄρ’ ὀπίσσω, θήγει δ’ ἀφριόωντας ὑπὸ γναθμοῖσιν ὀδόντας·
245ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί. Τὸν δ’ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος· «Πριαμίδη, τί νυ τόσσον ἐπ’ Ἀργείοισι μέμηνας χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν

9

(250)

φεῦγον ἐπεσσυμένοιο, σὺ δ’ ἔλπεο πολλὸν ἄριστος
ἔμμεναι; Ἀλλὰ σοὶ εἴ περ ὑπὸ κραδίῃ μένος ἐστίν, ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.» Ὣς εἰπὼν οἴμησε, λέων ὣς ἄντ’ ἐλάφοιο, ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο.189 in vol. 2
255Καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν, εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο ἥρπασε καί μιν ἔθηκε 〈κατὰ〉 πτόλιν, ἧχι καὶ ἄλλοι Τρῶες ἴσαν φεύγοντες. Ὃ δ’ ἐς κενεὴν δόρυ τύψας
260ἠέρα Πηλείδαο πάις ποτὶ μῦθον ἔειπεν· «Ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις ὅς ς’ ἐκάλυψε νύκτα βαλὼν καθύπερθε καὶ ἐκ κακότητος ἔρυσσεν.» Ὣς ἄρ’ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
265εὖτ’ ὀμίχλην διέχευε· λύθη δ’ εἰς ἠέρα μακρήν. Αὐτίκα δ’ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών· Τρῶας δ’ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δ’ ἄρα πατρὶ ἐοικὼς ἀντία δυσμενέων οἵ μιν φοβέοντο κιόντα.
270Ἠύτε κῦμ’ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι ναῦται, ὅ τ’ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται εὐρὺ μάλ’ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος· ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμπεχε Τρῶας. Τοῖον δ’ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
275 «Κλῦτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι καὶ κλέος ἐκ πολέμοιο δυσηχέος. Ἀλλ’ ἄγε θυμὸν παρθέμενοι πονεώμεθ’ ὑπὲρ μένος, εἰς ὅ κε Τροίης190 in vol. 2
280πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ· αἰδὼς γὰρ μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας· τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.» Ὣς φάτο· τοὶ δ’ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
285θαρσαλέως, Τρώεσσι δ’ ἐπέδραμον· οἳ δὲ καὶ αὐτοὶ προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δ’ αὖτε ἔντοσθε〈ν〉 πυλέων ἀπὸ τείχεος· οὐδ’ ἀπέληγε δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι δυσμενέων στρατὸν αἰνόν, ἐυσθενέων δ’ Ἀργείων
290ἄστυ διαπραθέειν· ὀλοὴ δ’ ἔχε πάντας ὀιζύς. Καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι Λητοΐδης· τὸν δ’ αἶψα θοαὶ φορέεσκον ἄελλαι τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ
295μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι, ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν. Ἔβραχε δ’ αἰθὴρ θεσπέσιον καὶ γαῖα μέγ’ ἴαχεν, εὖτ’ ἀκάμαντας θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας. Ἐκ δ’ ἐβόησε σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δ’ Ἀχαιοῖς

9

(300)

μίμνειν αἱματόεντα κατὰ κλόνον. Οὐδ’ Ἐνοσίχθων ὄβριμος ἠγνοίησε, μένος δ’ ἐνέπνευσεν Ἀχαιοῖς ἤδη τειρομένοισι. Μάχη δ’ ἀίδηλος ἐτύχθη ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα αἰζηῶν ἑκάτερθε. Κοτεσσάμενος δ’ ἄρ’ Ἀπόλλων
305Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷ’ Ἀχιλῆος αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δ’ ἄρα θυμὸν οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες ἄλλά τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτ’ ἔμελλε πείθεσθαι τεράεσσι. Τὸ δ’ οὐ λάθε Κυανοχαίτην191 in vol. 2
310ἠέρι θεσπεσίῃ κεκαλυμμένον, ἀμφὶ δὲ ποσσὶ νισομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα· τοῖον δ’ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι· «Ἴσχε, τέκος, καὶ μή τι πελώριον υἷ’ Ἀχιλῆος κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
315γηθήσει· μέγα δ’ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφ’ Ἀχιλῆος. Ἀλλ’ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς, αἶψα δ’ ἀναρρήξας μεγάλης χθονὸς εὐρὺ βέρεθρον αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
320θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.» Ὣς φάθ’ ὃ δ’ ἁζόμενος μέγ’ ἀδελφεὸν οἷο τοκῆος δείσας τ’ ἀμφὶ πόληος ἐυσθενέων θ’ ἅμα λαῶν χάσσατ’ ἐς οὐρανὸν εὐρύν, ὃ δ’ εἰς ἅλα. Τοὶ δ’ ἐμάχοντο ἀλλήλους ὀλέκοντες, Ἔρις δ’ ἐπετέρπετο χάρμῃ,
325μέσφ’ ὅτε δὴ Κάλχαντος ὑπ’ ἐννεσίῃσιν Ἀχαιοὶ ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο· οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ, πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος·
330καὶ τὸ μὲν ἠγαθέοισιν ἐπεφράσατ’ οἰωνοῖσιν
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐσέδρακεν· οὐ γὰρ ἄιδρις μαντοσύνης ἐτέτυκτο, θεὸς δ’ ὣς ᾔδεε πάντα. Τῷ πίσυνοι στονόεντος ἀποσχόμενοι πολέμοιο Ἀτρεῖδαι προέηκαν ἐυκτιμένην ποτὶ Λῆμνον192 in vol. 2
335Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τ’ Ὀδυσῆα νηὶ θοῇ. 〈Τ〉οὶ δ’ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης, Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
340ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔ τι τίεσκον, ἀλλὰ δμωιάδεσσι παρευνάζοντο γυναιξὶ Θρηικίῃς τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν πέρθοντες τότε γαῖαν ἀρηιφίλων Θρηίκων· αἳ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
345θυμὸν ἀνοιδήσαντο, φίλους δ’ ἀνὰ δώματ’ ἀκοίτας κτεῖνον ἀνηλεγέως ὑπὸ χείρεσιν, οὐδ’ ἐλέησαν κουριδίους περ ἐόντας· ἐπεί ῥ’ ἀπαναίνεται ἦτορ ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι.

9

(350)

Ἀλλ’ αἳ μὲν σφετέροισιν ἐπ’ ἀνδράσι πῆμ’ ἐβάλοντο νυκτὶ μιῇ καὶ πᾶσαν ἐχηρώσαντο πόληα παρθέμεναι φρεσὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος. Οἳ δ’ ὅτε δὴ Λήμνοιο 〈πέδον〉 κίον ἠδὲ καὶ ἄντρον
λαΐνεον τόθι κεῖτο πάις Ποίαντος ἀγαυοῦ,193 in vol. 2
355δὴ τότ’ ἄρά σφισι θάμβος ἐπήλυθεν, εὖτ’ ἐσίδοντο ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντ’ ὀδύνῃσι κεκλιμένον στυφελοῖο κατ’ οὔδεος. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο· ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
360λευγαλέου· δὴ γάρ μιν † ἐπὴν ἕλε † λιμὸς ἀτερπής, βάλλων ἄσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε,
361. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . καὶ τὰ μὲν ἂρ κατέδαπτε, τὰ δ’ ἕλκεος οὐλομένοιο ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης. Αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
365θηρὸς ὅπως ὀλοοῖο τὸν ἀργαλέης δόλος ἄγρης μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δ’ ὑπ’ ἀνάγκης τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι κόψας εἰς ἑὸν ἄντρον ἀποίχεται, ἀμφὶ δέ οἱ κῆρ τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·
370ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατ’ ἀνίη· καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δ’ ὀστέα μοῦνον ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἄμπεχ’ ἀυτμὴ λευγαλέη ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος δάμνατο· κοῖλαι δ’ ἔσκον ὑπ’ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
375αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔ ποτ’ ἔλειπεν, οὕνεκά οἱ μέλαν ἕλκος ἐς ὀστέον ἄχρις ἱκέσθαι194 in vol. 2
376. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . πυθόμενον καθύπερθε, λυγραὶ δ’ ὑπέρεπτον ἀνῖαι. Ὡς δ’ ὅτ’ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
380δάμναθ’ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν, τῆς δ’ ἄρα θεινομένης ἀνέμῳ καὶ κύματι λάβρῳ χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ· ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο ἰοῦ ἄπο, στυφελοῖσι τόν οἱ ἐνομόρξατ’ ὀδοῦσι
385λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα ἠελίοιο μένος· τῶ καὶ μέγα φέρτατον ἄνδρα τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντ’ ὀδύνῃσιν. Ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
390ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου, θαῦμα μέγ’ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι. Καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ ἰῶν πεπληθυῖα· πέλοντο δ’ ἄρ’ οἳ μὲν ἐς ἄγρην, οἳ δ’ ἐς δυσμενέας, τοὺς ἄμπεχε λοίγιον ὕδρου
395φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον κεῖτο πέλας, γναμπτοῖσιν ἀρηρέμενον κεράεσσι χερσὶν ὑπ’ ἀκαμάτοισι τετυγμένον Ἡρακλῆος.
Τοὺς δ’ ὁπότ’ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας, ἐσσυμένως ὥρμηνεν ἐπ’ ἀμφοτέροισι τανύσσαι195 in vol. 2

9

(400)

ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ, οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο μοῦνον ἐρημαίοισιν ἐπ’ αἰγιαλοῖσι θαλάσσης. Καί νύ κεν αἶψ’ ἐτέλεσσεν ἅ οἱ θρασὺς ἤθελε θυμός, εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
405ἀνέρας εἰσορόωντος ὁμήθεας. Οἳ δέ οἱ ἄγχι ἤλυθον ἀχνυμένοισιν ἐοικότε, καί ῥά μιν ἄμφω ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν ἕλκεος ἀμφ’ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων εἴροντ’· αὐτὰρ ὃ τοῖσιν ἑὰς διεπέφραδ’ ἀνίας.
410Οἳ δέ ἑ θαρσύνεσκον, ἔφαντο δέ οἱ λυγρὸν ἕλκος ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι, ἢν στρατὸν εἰσαφίκηται Ἀχαι〈ι〉κόν, ὅν ῥα καὶ αὐτὸν φάντο μέγ’ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔ τιν’ Ἀχαιῶν
415αἴτιον ἔμμεν ἔφαντο κατὰ στρατόν, ἀλλ’ ἀλεγεινὰς Μοίρας, ὧν ἑκὰς οὔ τις ἀνὴρ ἐπινίσεται αἶαν, ἀλλ’ αἰεὶ μογεροῖσιν ἐπ’ ἀνδράσιν ἀπροτίοπτοι στρωφῶντ’ ἤματα πάντα, βροτῶν μένος ἄλλοτε μέν που βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δ’ αὖτε
420ἔκποθε κυδαίνουσαι, ἐπεὶ μάλα πάντα βροτοῖσι κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται,
αὐταὶ ὅπως ἐθέλουσιν. Ὃ δ’ εἰσαΐων Ὀδυσῆος ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,196 in vol. 2
425ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσς’ ἐπεπόνθει. Οἳ δέ μιν αἶψ’ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις. Καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος σπόγγῳ ἐυτρήτῳ, κατὰ δ’ ἔκλυσαν ὕδατι πολλῷ·
430ἀμπνύσθη δ’ ἄρα τυτθόν. Ἄφαρ δέ οἱ ἐγκονέοντες δόρπον ἐὺν τεύξαντο μεμαότι, σὺν δὲ καὶ αὐτοὶ δαίνυντ’ ἔνδοθι νηός· ἐπήλυθε δ’ ἀμβροσίη νύξ, τοῖσι δ’ ἐφ’ ὕπνος ὄρουσε. Μένον δ’ ἄχρις ἠριγενείης ἀμφιάλου Λήμνοιο παρ’ ᾐόσιν· αὐτὰρ ἅμ’ ἠοῖ
435πείσμαθ’ ὁ〈μ〉ῶς εὐνῇσιν ἐυγνάμπτοισιν ἄειραν ἔκτοθεν ἐγκονέοντες. Ἐπιπροέηκε δ’ Ἀθήνη ἐξόπιθεν πνείοντα τανυπρῴρου νεὸς οὖρον· ἱστία δ’ αἶψ’ ἐτάνυσσαν ὑπ’ ἀμφοτέροισι πόδεσσι, νῆα κατιθύνοντες ἐύζυγον. Ἣ δ’ ὑπ’ ἰωῇ
440ἔσσυτ’ ἐπὶ πλατὺ χεῦμα· μέλαν δ’ ἀμφέστενε κῦμα ῥηγνύμενον, πολιὸς δὲ περίζεε πάντοθεν ἀφρός· ἀμφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο ὦκα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα. Οἳ δ’ 〈ἄφ〉αρ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντ’ ἀφίκοντο,
445ἧχι καὶ ἄλλαι νῆες ἔσαν. Κεχάροντο δ’ Ἀχαιοί, ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. Οἳ δ’ ἄρα νηὸς
ἀσπασίως ἀπέβησαν· ἔχεν δ’ ἄρα χεῖρας ἀραιὰς Ποίαντος θρασὺς υἱὸς ἐπ’ ἀνέρας, οἵ ῥά μιν ἄμφω λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον197 in vol. 2

9

(450)

ἀμφοτέρω〈ν〉 κρατερῇσιν ἐπικλι〈ν〉θέντα χέρεσσιν, ἠύτ’ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν φηγὸν ὑφ’ ὑλοτόμοιο βίης, ἢ πίονα πεύκην τυτθὸν ἔθ’ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ πρέμνου ὑποτμήγων λιπαρὸν δάος, ὄφρα πέληται
455πίσσα πυρὶ δμηθεῖσα κατ’ οὔρεα, τὴν δ’ ἀλεγεινῶς ἀχθομένην ἄνεμός 〈τε〉 καὶ ἀδρανίη ποτικλίνει
456aἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·
457ὣς ἄρ’ ὑπ’ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα θαρσαλέοι ἥρωες ἐπικλι〈ν〉θέντα φέρεσκον Ἀργείων ἐς ὅμιλον ἀρήιον. Οἳ δ’ ἐσιδόντες
460ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ ἕλκεϊ τειρόμενον. Τὸν δὲ στερεὸν καὶ ἄνουσον ὠκύτερον ποίησε νοήματος αἰψηροῖο ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε πάσσων φάρμακα πολλὰ καθ’ ἕλκεος, εὖ δὲ κικλήσκων
465οὔνομα πατρὸς ἑοῖο· θοῶς δ’ ἰάχησαν Ἀχαιοὶ πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα. Καί μιν φαιδρύναντο καὶ ἀμφὶς ἔχρισαν ἐλαίῳ προφρονέως. Ὀλοὴ δὲ κατηφείη καὶ ὀιζὺς
ἀθανάτων ἰότητι κατέφθιτο· 〈τ〉οὶ δ’ ἀνὰ θυμὸν198 in vol. 2
470τέρποντ’ εἰσορόωντες· ὃ δ’ ἄμπνυεν ἐκ κακότητος· ἀχροίῃ γὰρ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δ’ ἅψεα πάντα. Ὡς δ’ ὁπότ’ ἀλδαίνηται ἔπι σταχύεσσιν ἄρουρα, ἥν τε πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
475ὄμβρος ἐπιβρίσας, ἣ δ’ ἀλθομένη ἀνέμοισι μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ· ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε πᾶν δέμας αἶψ’ ἀνέθηλεν· † ἐυτρόχῳ δ’ ἐνὶ κοίλῃ † κάλλιπε κήδεα πάντα τά οἱ περιδάμνατο θυμόν.
480 Ἀργεῖοι δ’ ὁρόωντες ἅτ’ ἐκ θανάτου ἀνιόντα ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον ἀθανάτων· τὸ δ’ ἄρ’ ἦεν ἐτήτυμον ὡς ἐνόησαν· καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν ἐσθλὴ Τριτογένεια, φάνεν δέ ἑ οἷος ἔην περ
485τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι. Καὶ τότ’ ἄρ’ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα, καί μιν κυδαίνοντες ἐπ’ εἰλαπίνῃσι γέραιρον. Ἀλλ’ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
490δὴ τότε μιν προσέειπεν ἐυμμελίης Ἀγαμέμνων· «Ὦ φίλ’, ἐπειδή πέρ σε θεῶν ἰότητι πάροιθε Λήμνῳ ἐν ἀμφιάλῳ λίπομεν βλαφθέντε νόημα,
μὴ δ’ ἡμῖν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι· οὐ γὰρ ἄνευ μακάρων τάδ’ ἐρέξαμεν, ἀλλά που αὐτοὶ199 in vol. 2
495ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀιστοῖς δυσμενέας δάμνασθαι, ὅτ’ ἀντία σεῖο μάχωνται. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . πᾶσαν ἀν’ ἤπειρον πέλαγός τ’ ἀνὰ μακρὸν ἄιστοι

9

(500)

Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη· τῶν δὲ δι’ αἰζηοὶ φορέονθ’ ὑπὸ Δαίμονος Αἴσῃ εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
505πολλάκις, οὐκ ἐσθλὸς δ’ ἀγαθῇ· τὰς δ’ οὔτ’ ἀλέασθαι οὔτ’ ἄρ’ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατ’ ἀνήρ· χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθ’ ὑπ’ ἀέλλαις οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀιζύν. Ἀλλ’ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
510ἐξαῦτις δώροισιν ἀρεσσόμεθ’ ἀπλήτοισι, Τρώων ἤν ποθ’ ἕλωμεν ἐυκτίμενον πτολίεθρον. Νῦν δὲ 〈λάβ’〉 ἑπτὰ γυναῖκας ἐείκοσί τ’ ὠκέας ἵππους ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν
515αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.» Ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα·
τὸν δ’ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός· «Ὦ φίλος, οὐ σοὶ ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ Ἀργείων, εἰ 〈καί〉 τις ἔτ’ ἤλιτεν εἵνεκ’ ἐμεῖο·200 in vol. 2
520οἶδα γὰρ ὡς 〈σ〉τρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς, οὐδ’ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδ’ ἀσύφηλον, ἀλλ’ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δ’ ἤπιον εἶναι. Νῦν δ’ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.»
525 Ὣς εἰπὼν ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε σφῶν ἑτάρων· οἳ δ’ αἶψα φιλοπτολέμῳ βασιλῆι εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες· αὐτὰρ ὅ γ’ ἀσπασίως κατελέξατο μέχρις ἐς ἠῶ. Νὺξ δ’ ἀνεχάσσατο δῖα, φάος δ’ ἐρύθηνε κολώνας
530ἠελίου· καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα. Ἀργεῖοι δ’ ὀλοοῖο μέγ’ ἱέμενοι πολέμοιο, οἳ μὲν δούρατα θῆγον ἐύξοα, τοὶ δὲ βέλεμνα, ἄλλοι δ’ αἰγανέας· ἅμα δ’ ἠοῖ δαῖτα πένοντο αὐτοῖς ἠδ’ ἵπποισι, πάσαντο δὲ πάντες ἐδωδήν.
535Τοῖσι 〈δὲ〉 δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι· «Εἰ δ’ ἄγε 〈δὴ〉 πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι Τροίης εὐπύργοιο καταπρῆσαί τε πόληα.»
540 Ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἰάνθη. Δῦσαν δ’ ἐν τεύχεσσι καὶ ἀσπίσιν· ἐκ δ’ ἄρα νηῶν
πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσσεύοντο καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν. Ἄλλος δ’ ἄλλον ἔρειδε κατὰ στίχας, οὐδέ κε φαίης201 in vol. 2
545κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπ’ ἄλλου·
ὣς ἄρ’ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισιν.202 in vol. 2

10

(t)

ΛΟΓΟΣ Ιʹ
1 Τρῶες δ’ αὖτ’ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ, δειδιότες μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
5Τοὺς δ’ ὡς οὖν ἐσίδοντο ποτὶ πτόλιν ἀίσσοντας, ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμ’ ἐβάλοντο σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες. Τοῖσ〈ι〉 δ’ ἄρ’ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε Πουλυδάμας, ὃ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
10 «Ὦ φίλοι, οὐκέτ’ ἀνεκτὸς ἐφ’ ἡμῖν μαίνεται Ἄρης. Ἀλλ’ ἄγε δὴ φραζώμεθ’ ὅπως πολέμοιό τι μῆχος εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες. Νῦν δ’ ἄγε δὴ πύργοισιν ἐυδμήτοις ἐπιβάντες μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
15εἰς ὅ κε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν·
οὐ γὰρ ἀβληχρὰ θεοῖσ〈ι〉 τετεύχαται ἄφθιτα ἔργα.16 in vol. 3
20Οὐδέ τί που βρώμης ἐπιδευόμεθ’ οὐδὲ ποτῆτος· πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις ἔμπεδον εἴδατα κεῖται, ἅ περ πολέεσσι καὶ ἄλλοις πολλὸν ἐπὶ χρόνον ἔσσετ’ ἀγειρομένοισιν ἐδωδὴ ἐς κόρον, εἰ καὶ ἔτ’ ἄλλος ἐελδομένοισιν ἵκηται
25τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.» Ὣς φάτο· τὸν δ’ ἐνένιπε θρασὺς πάις Ἀγχίσαο· «Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι, ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν; Οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδ’ Ἀχαιοί,
30ἀλλ’ ἔτ’ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες· νῶιν δ’ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ, ἤν πως ἐνθάδε πουλὺν ἔτι χρόνον ἀμφιμάχωνται. Οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
35οἶνον Μαιονίηθεν· ἀνιηρῇ δ’ ὑπὸ λιμῷ φθισόμεθ’ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνῃ. Ἀλλ’ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι 〈μ〉ηδ’ ἄρ’ ὀιζυρῶς θανέειν πολυαχ〈θ〉έι πότμῳ μέλλομεν, ἐν τ〈εύχ〉εσσι σὺν ἡμετέροις τεκέεσσι
40καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
χραισμήσει· κείνου γὰρ ἀφ’ αἵματός εἰμεν ἀγαυοῦ. Εἰ δέ οἱ † ἂρ κἀκείνῳ † ἀπεχθόμενοι θανέωμεν, εὐκλειῶς τάχ’ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης βέλτερον ἠὲ μένοντας ὀιζυρῶς ἀπολέσθαι.»17 in vol. 3
45 Ὣς φάτο· τοὶ δ’ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες. Αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι φράχθεν ἐπ’ ἀλλήλοις. Ἐπὶ δ’ ἀκαμάτου Διὸς ὄσσε δέρκετ’ ἀπ’ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα Τρῶας ἐπ’ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,

10

(50)

ὄφρα μάχην ἀλίαστον ἐπ’ ἀμφοτέροισι τανύσσῃ λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφ’ ἀλόχοιο. Τοὺς δ’ ἄγεν εἰς ἕνα χῶρον Ἔρις μεδέουσα κυδοιμοῦ οὔ τινι φαινομένη· περὶ γὰρ νέφος ἄμπεχεν ὤμους
55αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτ’ Ἀχαιῶν· τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες. Ἣ δὲ μέγ’ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
60τεύχεα δ’ ἐξ ἀδάμαντος ἔχε〈ν〉 πεπαλαγμένα λύθρῳ· πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δ’ ὑπὸ ποσσὶ κίνυτο γαῖα μέλαινα· πυρὸς δ’ ἄμπνυεν ἀυτ〈μ〉ὴν σμερδαλέου· μέγα δ’ αἰὲν ἀύτεεν ὀτρύνουσα
αἰζηούς. Οἳ δ’ αἶψα συνήιον ἀρτύνοντες18 in vol. 3
65ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον. Τῶν δ’ ὥς τ’ ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη φύλλα φύει, ἢ ὡς 〈ὅ〉τ’ ἐν ἀζαλέῃς ξυλόχοισι πῦρ βρέμει αἰθόμενον, ἢ ὡς μέγα πόντος ἀπείρων
70μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος γίνετ’ ἀπειρέσιος, τρομέει δ’ ὑπὸ γούνατα ναυτῶν· ὣς τῶν ἐσσυμένων μέγ’ ὑπέβραχε γαῖα πελώρη· ἐν δέ σφιν πέσε δῆρις, ἐπ’ ἄλλῳ δ’ ἄλλος ὄρουσε. Πρῶτος δ’ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
75υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ γῇ ἐν〈ὶ〉 Βοιωτῶν, ὃ δ’ ἅμα Προθοήνορι δίῳ ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι· τόν ῥα τότ’ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας νοσφίσατ’ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
80Τῷ δ’ ἐπὶ Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν Ὕλλον ἐυγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι, ὃν τέκε δῖ’ Ἀρέθουσα παρ’ ὕδασι Ληθαίοιο Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δ’ ἤκαχεν Ἰδομενῆα. Αὐτὰρ Πηλείδαο πάις δυοκαίδεκα φῶτας
85Τρώων αὐτίκ’ ὄλεσσεν ὑπ’ ἔγχεϊ πατρὸς ἑοῖο·
Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε Ἰσμηνόν τε καὶ Ἰμβράσιον Σχεδίον τε Φλέγυν τε Μνήσαιόν τ’ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνομόν τε καὶ Φάλιν ἠδὲ Γα〈λ〉ηνόν, ὃς οἰκία ναιετάεσκε19 in vol. 3
90Γαργάρῳ αἰπεινῇ, μετὰ δ’ ἔπρεπε μαρναμένοισι Τρωσὶν ἐρισθενέεσσι, κίεν δ’ ἅμ’ ἀπεί〈ρ〉ονι λαῷ ἐς Τροίην (μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα), νήπιος· οὐδ’ ἄρ’ ἐφράσσαθ’ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
95ἐσσυμένως ὀλέεσθαι ὑπ’ ἀργαλέου πολέμοιο, πρὶν δόμου ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι. Καὶ τότε Μοῖρ’ ἀίδηλος ἐπέχραεν Ἀργείοισιν Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο· ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας

10

(100)

πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπ’ ὀλέθρῳ. Δάμνατο δ’ ἄλλοθεν ἄλλον ἀνηλέι Κηρὶ ἐοικώς· οἳ δέ μιν αἶψ’ ὑπόεικον ἐφ’ ὑστατίῃ βιότοιο αἰνὸν μαιμώωντα καὶ οὐκ ἀλέγοντα μόροιο. Καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κεῖνος,
105εἰ μή οἱ χεῖρές τ’ ἔκαμον καὶ δούρατος αἰχμὴ
πολλὸν ἀνεγνάμφθη· ξίφ〈ε〉ος δέ οἱ οὐκέτι κώπη ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· 〈τὸν δ’〉 ὑπ’ ἄκοντι τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δ’ ἔβλυσεν αἷμα ἐκ στόματος· τῷ δ’ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.20 in vol. 3
110Τοῦ δ’ ἄρ’ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχε’ ἑλέσθαι ὥρμαινον· 〈τοὺσ〉 δ’ αὖτε θρασὺ σθένος Αἰνείαο δάμνατο μαιμώωντας ὀιζυρῶς περὶ νεκρῷ. Ὡς δ’ ὅτ’ 〈ἐν〉 οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
115σφῆκας τερσομένῃσι παρὰ σταφυλῇσι δαμάσσῃ, οἳ δ’ ἄρ’ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης· ὣς τοὺς αἶψ’ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι. Τυδείδης δὲ Μένωνα καὶ Ἀμφίνοον κατέπεφνεν ἄμφω ἀμύμονε φῶτε. Πάρις δ’ ἕλε Δημολέοντα
120Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο, ἤλυθε δ’ ἐς Τροίην ὑπ’ ἀρηιθόῳ Μενελάῳ· καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀιστῷ δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.
125 Τεῦκρος δὲ Ζέλυν εἷλε περικλυτὸν υἷα Μέδοντος, ὅς ῥά τε ναιετάεσκεν ὑπὸ Φρυγίην πολύμηλον ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων, ἧχί ποτ’ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
130οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν. Ἀμφὶ δ’ ἄρ’ αὐτῇ ἐκκέχυτ’ ἐν ξυλόχοισι βοῶν γλάγος, οἱ δέ νυ φῶτες θηεῦντ’ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθε φαίης21 in vol. 3
135ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δ’ ἵησι λευκὸν ὕδωρ, καί, βαιὸν ἀπόπροθεν ὁππόθ’ ἵκηται, πήγνυται ἀμφὶ ῥέεθρα, πέλει δ’ ἄρα λάινον οὖδας. Ἀλκαίῳ δ’ ἐπόρουσε Μέγης Φυλήιος υἱός· καί 〈ῥά〉 μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
140ἐγχείῃ· τοῦ δ’ ὦκα λύθη πολυήρατος αἰών· οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα καί περ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες, Φυλλὶς ἐύζωνος καὶ Μάργασος, οἵ ῥ’ ἐνέμοντο Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τ’ ἀλεγεινῷ
145Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα συμφέρετ’ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων. Γλαύκου δ’ ἐσθλὸν ἑταῖρον ἐυμμελίην Σκυλακῆα υἱὸς Ὀιλῆος σχεδὸν οὔτασεν ἀντιόωντα βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον

10

(150)

αἰχμῇ ἀνιηρῇ, περὶ δ’ ἔβλυσεν αἷμα βοείῃ. Ἀλλά μιν οὔ τι δάμασσεν, ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης· εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί, δὴ τότ’ ἄρ’ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
155οἶος ἄνευ〈θ’〉 ἑτάρων· τὸν 〈δ’〉 ἄστεος ἄγχι γυναῖκες
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν εἴρονθ’· ὃς δ’ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων· αἳ δ’ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖνον δάμναντ’ οὐδ’ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,22 in vol. 3
160ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν· καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου Τ〈λ〉ῷ ἐνὶ κυδαλίμῃ Τιτηνίδος ἀγχόθι πέτρης· ἀλλ’ ὃ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπ’ ὀλέθρῳ
165ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔ ποτε τιμή. Ποίαντος δ’ ἐπὶ τοῖσι πάις κτάνε Δηιονῆα ἠδ’ Ἀντήνορος υἱὸν ἐυμμελίην Ἀκάμαντα. Ἄλλων δ’ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
170θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέι ἶσος Ἄρηι ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ, ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
175εἴργουσι〈ν〉 προβλῆτες ἀάσπετα παφλάζοντα· ὣς οὔ τις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι· ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν, τεύχεσι δ’ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
180δαιδαλέοις. Περὶ γάρ οἱ ἐν〈ὶ〉 ζωστῆρι φαεινῷ ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
σμερδαλέοι καὶ λυγρὸν ὑπ’ ὀφρύσι μειδιόωσαι πορδάλιες· τῶν δ’ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι καὶ σύες ἀργιόδοντες ἐυσθενέες τε λέοντες,23 in vol. 3
185ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ ὑσμῖναι ἐνέκειντο μετ’ ἀργαλέοιο Φόνοιο· δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο. Ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο· ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
190Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον, Ἄργον ὃς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν· ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο βλήμενος ἐκ δίφροιο· καταιθομένης δ’ ἄρα γαίης, ὡς ἐτεόν, πεπότητο μέλας ἐνὶ ἠέρι καπνός·
195Περσεὺς δ’ ἀντίθεος βλοσυρὴν ἐδάιζε Μέδουσαν, ἄστρων ἧχι λοετρὰ πέλει καὶ τέρματα γαίης πηγαί τ’ Ὠκεανοῖο βαθυρρόου, ἔνθ’ ἀκάμαντι Ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη Νύξ· ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάις Ἰαπετοῖο

10

(200)

Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρε〈ν〉 δέ οἱ αἰετὸς ἧπαρ αἰὲν ἀεξόμενον· ὃ δ’ ἄρα στενάχοντι ἐῴκει. Καὶ τὰ μὲν ἂρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο ὀβρίμῳ Ἡρακλῆι· ὃ δ’ ὤπασε παιδὶ φορῆναι
205Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν. Αὐτὰρ ὃ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς. Ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀιστοὺς νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.24 in vol. 3
210Ἧκε δ’ ἀπὸ νευρῆφι θοὸν βέλος· ἣ δ’ ἰάχησεν ἰοῦ ἀπεσσυμένοιο. Ὃ δ’ οὐχ ἅλιον φύγε χειρῶν· καί ῥ’ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν, ἀλλ’ ἔβαλε〈ν〉 Κλεόδωρον ἀγακλειτόν περ ἐόντα βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δ’ ἄχρις ἐς ὦμον.
215Οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον· ἀλλ’ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπ’ ὤμων Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας βουπλῆγι στιβαρῷ· ὃ δ’ ἐχάσσατο μαρνάμενός περ αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
220ἄλλοθεν ἀίξας· ὣς γάρ νύ που ἤθελε δαίμων θήσειν αἰνὸν ὄλεθρον ἐύφρονος υἱέι Λέρνου ὃν τέκετ’ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ. Τὸν δ’ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ, δὴ τότε δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
225ἐμμεμαὼς θοὰ τόξα τιταίνετο καὶ μέγ’ ἀύτει· «Ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρ’ ἀίδηλον δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν· καί κεν ἀναπνεύσουσιν ὅσοι σέθεν εἵνεκα λυγρῷ τείροντ’ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετ’ ὀλέθρου
230ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.» Ὣς εἰπὼν νευρὴν 〈μὲν〉 ἐύστροφον ἀγχόθι μαζοῦ εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς ἰθύνθη, τόξον δὲ 〈λυγρὴ〉 ὑπερέσχεν ἀκωκὴ
τυτθὸν ὑπ’ αἰζηοῖο βίῃ· μέγα δ’ ἔβραχε νευρὴ25 in vol. 3
235ἰοῦ ἀπεσσυμένοιο δυσηχέος. Οὐδ’ ἀφάμαρτε δῖος ἀνήρ· τοῦ δ’ οὔ τι λύθη κέαρ, ἀλλ’ ἔτι θυμῷ ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός, ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν. Ἐξαῦτις δ’ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
240ἰῷ ἐυγλώχινι βάλε〈ν〉 βουβῶνος ὕπερθε Ποίαντος φίλος υἱός. Ὃ δ’ οὐκ〈έτ’〉 ἔμιμνε μάχεσθαι, ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, εὖτε λέοντα ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν· ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
245χάζετ’ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δ’ ἔπλετο δῆρις κτεινομένων ἑκάτερθε· νεκροὶ δ’ ἐπέκειντο νέκυσσι πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ ἢ χιόνος νιφάδεσσιν, ὅτ’ οὔρεα μακρὰ καὶ ὕλην

10

(250)

Ζηνὸς ὑπ’ ἐννεσίῃ〈σ〉 Ζέφυρος καὶ χεῖμα παλύνῃ· ὣς οἵ 〈γ’〉 ἀμφοτέρωθεν ἀνηλέι Κηρὶ δαμέντες ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο. Αἰνὰ δ’ ἀνεστενάχιζε Πάρις· περὶ δ’ ἕλκεϊ θυμὸν τείρετο· τὸν δ’ ἀλύοντα τάχ’ ἄμφεπον ἰητῆρες.
255Τρῶες δ’ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δ’ ἐπὶ νῆας κυανέας ἀφίκοντο θοῶς· τοὺ〈σ〉 γάρ ῥα κυδοιμοῦ νὺξ ἀπέπαυσε μέλαινα, μόγον δ’ ἐξείλετο γυίων
ὕπνον ἐπὶ βλεφάροισι πόνων ἀλκτῆρα χέασα. Ἀλλ’ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠῶ·26 in vol. 3
260οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ Κῆρας ἀλύξαι, ἢν ἐθέλῃ. Ὃ δ’ ἄρ’ αἶψα θεοπροπίῃσι πιθήσας ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
265κουριδίης εἰς ὦπα. Λυγροὶ δέ οἱ ἀντιόωντες κὰκ κορυφῆς ὄρνιθες ἀύτεον, οἳ δ’ ἀνὰ χεῖρα σκαιὴν ἀίσσοντες· ὃ δέ σφεας ἄλλοτε μέν που δείδιεν εἰσορόων, ὁτὲ δ’ ἀκράαντα πέτεσθαι εἴδετο· τοὶ δέ οἱ αἰνὸν ὑπ’ ἄλγεσι φαῖνον ὄλεθρον.
270Ἷξε δ’ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δ’ ἐσιδοῦσαι ἀμφίπολοι θάμβησαν ἀολλέες ἠδὲ καὶ αὐτὴ Οἰνώνη. Ὃ δ’ ἄρ’ αἶψα πέσε〈ν〉 παρὰ ποσσὶ γυναικὸς
272. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἀμφὶ μέλαιν’ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι μυελὸν ἐς λιπόωντα δι’ ὀστέου, οὕνεκα νη〈δ〉ὺν
275φάρμακον αἰνὸν ἔπυθε κατ’ οὐτάμενον χρόα φωτός. Τείρετο δὲ στυγερῇ βεβ〈ο〉λημένος ἦτορ ἀνίῃ· ὡς δ’ ὅτε τις νούσῳ 〈τε〉 καὶ ἀργαλέῃ μέγα δίψῃ αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται, ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
280ψυχή οἱ πεπότητ’ ἐπὶ χείλεσιν αὐαλέοισιν ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα· ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ῥ’ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν· «Ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ27 in vol. 3
285ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι χήρην οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα. Ἀλλ’ ἄγε, πρός τε θεῶν οἵ τ’ οὐρανὸν ἀμφινέμονται,
290πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος, ἤπιον ἔνθεο θυμόν, ἄχος δ’ ἀλεγεινὸν ἄλαλκε φάρμακ’ ἀλεξήσοντα καθ’ ἕλκεος οὐλομένοιο θεῖσα τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ, ἢν ἐθέλῃς· σῇσι〈ν〉 γὰρ ἐπὶ φρεσίν, εἴ τε σαῶσαι
295μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴ τε καὶ οὐκί. Ἀλλ’ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν ἐξάκες’, 〈ἕ〉ως μοι ἔτ’ ἀμφὶ μένος καὶ γυῖα τέθηλε· μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ

10

(300)

πὰρ ποσὶ σοῖσι πεσόντα. Λιτῇς δ’ ἀποθύμια ῥέξεις αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες εἰσὶ καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν καὶ χόλον. Ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
305ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.» Ὣς ἄρ’ ἔφη· τῆς δ’ οὔ τι φρένας παρέπεισε κελαινάς, ἀλλά ἑ κερτομέουσα μέγ’ ἀχνύμενον προσέειπε· «Τίπτε μοι εἰλήλουθας ἐναντίον, ἥν ῥα πάροιθε
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν28 in vol. 3
310εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶ τῆς σέο κουριδίης (τὴν γὰρ φάτις ἔμμεν ἀγήρω); Κείνην ἐσσύμενος γουνάζεο, μηδέ νύ μοί περ δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα.
315Αἲ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη δαρδάψαι σέο σάρκας, ἔπειτα δέ θ’ αἷμα λαφύξαι, οἷά με πήματ’ ἔοργας ἀτασθαλίῃσι πιθήσας. Σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐυστέφανος Κυθέρεια; Πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
320Τοὺς ἔχ’ ἀοσσητῆρας· ἐμῶν δ’ ἀπὸ τῆλε μελάθρων χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμ’ ἀλεγεινόν· σεῖο γὰρ εἵνεκ’, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος, τοὺς μὲν ἐφ’ υἱωνοῖς, τοὺς δ’ υἱάσιν ὀλλυμένοισιν. Ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
325ἧς σε χρεὼ νυκτός τε καὶ ἤματος ἀσχαλόωντα τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ, εἰς ὅ κέ ς’ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.» Ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων, νηπίη· οὐδ’ ἄρ’ ἐφράσσαθ’ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
330κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσε〈ν〉 Διὸς Αἶσα. Τὸν δ’ ἄρ’ ἐπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
332aοἶμον ἐς ἐσχατίην, ὅθι μιν μόρος αἰνὸς ἄγεσκε,
333λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ Ἥρη τ’ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
335ἑζομένη κατ’ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετ’ ἀλωή·
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο τάς ποτ’ ἄρ’ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη γείνατ’ 〈ἀν’〉 οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπ’ ἄλλης.29 in vol. 3
339. . . . . . . . . . . . (desunt tres versus) . . . . . . . . . . . .
340ἡ δ’ ἑτέρη χειμῶνι καὶ Αἰγοκερῆι μέμηλε· τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰὼν ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που αὐτῷ Ζηνὶ μέλοιτο κατ’ οὐρανόν. Αἳ δ’ ὀάριζον ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
345μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν ἤμελλον μάρψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,

10

(350)

ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον ἁρπάξας ἐθέλουσαν ἐύφρονα Τριτογένειαν ἥ τ’ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
355οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης· οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπ’ Οὐλύμποιο Κρονίων
360κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα. Καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν ἄλλά τε πόλλ’ ἐπὶ τοῖσι· Πάριν δ’ ἄρα θυμὸς ἐν Ἴδῃ κάλλιπεν, οὐδ’ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα. Ἀμφὶ δέ μιν Νύμφαι μέγ’ ἐκώκυον, οὕνεκ’ ἄρ’ αὐτοῦ30 in vol. 3
365εἰσέτι που μέμνηντο κατὰ φρένας ὅσσα πάροιθεν ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε· σὺν δέ σφι〈ν〉 μύροντο βοῶν θοοὶ ἀγροιῶται ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι. Καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
370δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ. Τῆς δ’ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός, γυῖα δ’ ὑπεκλάσθησαν· ἔπος δ’ ὀλοφύρατο τοῖον· «Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ ἐπὶ πένθε〈σ〉ι πένθος κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
375παίδων ἔσκες ἐμεῖο μεθ’ Ἕκτορα. Τῶ νύ σε λυγρὴ κλαύσομαι, εἰς ὅ κέ μοι κραδίῃ 〈ἔνι〉 πάλλεται ἦτορ. Οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα μήδετο λοίγια ἔργα· τὰ μὴ ὤφελλ’ ἐνόησα, ἀλλ’ ἔθανον προπάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ,
380ἐλπομένη καὶ ἔτ’ ἄλλα κακώτερα θηήσασθαι, παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων, σύν τε νυοὺς θύγατράς τε μετὰ Τρῳῇσι καὶ ἄλλαις ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπ’ ἀνάγκῃ.»
385Ὣς φάτο κωκύουσα. Πόσις δέ οἱ οὔ τι πέπυστο·
ἀλλ’ ὃ παρ’ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων·31 in vol. 3
386aτὸν γὰρ δὴ τεκέων περὶ πάντων τῖε μάλιστα,
387οὕνεκ’ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην· τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο. Ἀλλ’ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα,
390ἄλλα μὲν ἐν Τρώεσσιν ἀύτεεν, ἄλλα δέ οἱ κῆρ ἐν κραδίῃ μενέαινε· φίλον δ’ ἀνὰ θυμὸν ἔειπεν· «Ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ 〈σ〉οὶ μέγα πῆμα, ὤλεο λευγαλέως· ἐμὲ δ’ ἐν στυγερῇ κακότητι κάλλιπες ἐλπομένην ὀλοώτερα πήματ’ ἰδέσθαι.
395Ὡς ὄφελόν μ’ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν, ὁππότε σοί 〈γ’〉 ἑπόμην ὀλοῇ ὑπὸ Δαίμονος Αἴσῃ. Νῦν δ’ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδ’ ἐμοὶ αὐτῇ αἰνομόρῳ· πάντες δέ μ’ ἀάσπετον ἐρρίγασι, πάντες δ’ ἐχθαίρουσιν ἐμὸν κέαρ, οὐδέ πῃ οἶδα

10

(400)

ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον, αὐτίκ’ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω, Τρῳαὶ καὶ Τρῶές με περισταδὸν ἄλλοθεν ἄλλαι αἶψα διαρραίσουσι· νέκυν δ’ οὐ γαῖα καλύψει, ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα.
405Ὡς ὄφελόν μ’ ἐδαμάσσαντο . . . . . . . . . . . . . . . . .
405. . . . . . . . . . . . . . . . . . , πάρος τάδε πήματ’ ἰδέσθαι.» Ὣς ἔφατ’ οὔ τι γοῶσα πόσιν τόσον ὁππόσον αἰνῆς μύρετ’ ἀλιτροσύνης μεμνημένη. Ἀμφὶ δὲ Τρῳαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δ’ ἄλλα μενοίνων, αἳ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἳ δὲ καὶ ἀνδρῶν,32 in vol. 3
410αἳ δ’ ἄρ’ ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων. Οἴη δ’ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο Οἰνώνη· ἀλλ’ οὔ τι μετὰ Τρῳῇσιν ἐοῦσα κώκυεν, ἀλλ’ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις κεῖτο βαρὺ στενάχουσα παλαιοῦ λέκτρον ἀκοίτεω.
415Οἵη δ’ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος αἰπυτάτων ὀρέων, ἥ τ’ ἄγκεα πολλὰ παλύνει χευαμένη Ζεφύροιο καταιγίσιν, ἀμφὶ δὲ μακραὶ ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι δεύονθ’, ἣ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
420πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ· ὣς ἥ γ’ ἀσχαλόωσα μέγα στυγερῇ ὑπ’ ἀνίῃ τήκετ’ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο. Αἰνὰ δ’ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν· «Ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
425ἣ πόσιν ἀμφαγάπησα δυσάμμορος ᾧ σὺν ἐώλπειν γήραϊ τειρομένη περ ἐπὶ κλυτὸν οὐδὸν ἱκέσθαι αἰὲν ὁμοφρονέουσα· θεοὶ δ’ ἑτέρως ἐβάλοντο. Ὥς μ’ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι, ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι.
430Ἀλλὰ καὶ εἰ ζωός μ’ ἔλιπεν, μέγα τλήσομαι ἔργον ἀμφ’ αὐτῷ θανέειν, ἐπεὶ οὔ τί μοι εὔαδεν ἠώς.» Ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάρων ἐχέοντο
δάκρυα, κουριδίοιο 〈δ’〉 ἀναπλήσαντος ὄλεθρον μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ33 in vol. 3
435(ἅζετο γὰρ πατέρα σφὸν ἰδ’ ἀμφιπόλους εὐπέπλους), μέχρις ἐπὶ χθόνα δῖαν ἀπ’ εὐρέος Ὠκεανοῖο νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα. Καὶ τότ’ ἄρ’ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
440ἔκθορεν ἠύτ’ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα. Ὡς δ’ ὅτ’ ἀν’ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι ἐσσυμένως, ἣ δ’ οὔ τι λιλαιομένη φιλότητος ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
445εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο· ὣς ἣ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς. Οὐδέ τί οἱ κάμε γούνατ’, ἐλαφρότεροι δ’ ἐφέροντο ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ

10

(450)

καὶ Κύπρις. Οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας ἀντομένη ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα. Πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι. Τὴν δέ που εἰσορόωσα τόθ’ ὑψόθε δῖα Σελήνη
455μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος πολλὰ μάλ’ ἐσσυμένην ὀλοφύρετο καί οἱ ὕπερθε λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
Ἵκετο δ’ ἐμμεμαυῖα δι’ οὔρεος, ἧχι καὶ ἄλλαι Νύμφαι Ἀλεξάνδροιο νέκυν περικωκύεσκον.34 in vol. 3
460Τὸν δ’ ἔτι που κρατερὸν πῦρ ἄμπεχεν, οὕνεκ’ ἄρ’ αὐτῷ μηλονόμοι ξυνιόντες ἀπ’ οὔρεος ἄλλοθεν ἄλλοι ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι, κλαίοντες μάλα πολλὰ περισταδόν. Ἣ δέ μιν οὔ τι,
465ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ, ἀλλὰ καλυψαμένη πέρι φάρεϊ καλὰ πρόσωπα αἶψα πυρῇ ἐνέπαλτο. Γόον δ’ ἄρα πουλὺν ὄρινε· καίετο δ’ ἀμφὶ πόσει· Νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι θάμβεον, εὖτ’ ἐσίδοντο μετ’ ἀνέρι πεπτηυῖαν·
470καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν· «Ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν, οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος, νήπιος· οὐδ’ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
475τειρομένης, ἥ πέρ μιν ὑπὲρ φάος ἠελίοιο καί περ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.» Ὣς ἄρ’ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἳ δ’ ἐνὶ μέσσῃ πυρκαϊῇ καίοντο λελασμένοι ἠριγενείης. Ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
480Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
Ἀλλ’ ὅτε δ’ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ Οἰνώνην τε Πάριν τε, μιῇ δ’ ὑποκάββαλε τέφρῃ,35 in vol. 3
485δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν, ὀστέα δ’ αὐτῶν χρυσέῳ ἐν κρητῆρι θέσαν. Περὶ δέ σφισι σῆμα ἐσσυμένως τεύξαντο, θέσαν δ’ ἄρα δοιὼ ὕπερθε στήλας αἵ περ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη,
ζῆλον ἐπ’ ἀλλήλοισιν ἔτι στονόεντα φέρουσαι.36 in vol. 3

11

(t)

ΛΟΓΟΣ ΙΑʹ
1 Τρῳαὶ δὲ στενάχοντο κατὰ πτόλιν οὐδ’ ἐδύναντο ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθ’ ἔκειτο ἄστεος αἰπεινοῖο· νέοι δ’ ἔκτοσθε πόληος νωλεμέως πονέοντο, μάχη δ’ οὐ λῆγε φόνοιο,
5καί περ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκ’ Ἀχαιοὶ Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἳ δὲ καὶ αὐτοὶ τείχεος ἤιον ἐκτός· ἐπεί σφεας ἦγεν ἀνάγκη. Ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τ’ Ἐνυὼ στρωφῶντ’, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
10ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον· ἀμφ’ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι ἀργαλέως μαίνοντο. Φόβος δ’ ἑτέρωθε καὶ Ἄρης λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρά ἑ φῶτες
15οἳ μὲν καρτύνωνται ὁρώμενοι, οἳ δὲ φέβωνται. Πάντῃ δ’ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλε’ ἀνδρῶν ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο· ἀμφὶ δ’ ἄρά σφισι δοῦπος ἐρειδομένοισιν ὀρώρει, μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
20 Ἔνθ’ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν, ὃς τράφη ἐν Λυκίῃ Ξάνθου 〈παρὰ〉 καλὰ ῥέεθρα, ὅν ποτ’ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι Λητὼ δῖ’ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθ’ ἑοῖο48 in vol. 3
25δάμναθ’ ὑπ’ ὠδίνεσσι πολυτλήτοισιν ἀνίη θεσπεσίου τοκετοῖο, ὅσην ὠδῖνες ἔγειρον. Τῷ δ’ ἐπὶ Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα δουρὶ διὰ γναθμοῖο, πέρησε δ’ ἀνὰ στόμα χαλκὸς γλῶσσαν ἔτ’ αὐδήεσσαν· ὃ δ’ ἔγχεος ἄσχετον αἰχμὴν
30ἄμπεχε βεβρυχώς, περὶ δ’ ἔρρεεν αἷμα γένυσσι φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε δευόμενον θυμοῖο. Βάλεν δ’ Εὐήνορα δῖον τυτθὸν ὑπὲρ λαπάρην, διὰ δ’ ἤλασεν ἐς μέσον ἧπαρ
35αἰχμήν· τῷ δ’ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος. Εἷλε δ’ ἄρ’ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε Μαινάλου ὄβριμον υἷα τὸν Ὠκυρόη τέκε Νύμφη Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε δέξατο νοστήσαντα· κακαὶ δέ 〈ἑ〉 Κῆρες ἄμερσαν
40παιδὸς ἀνιηραί, μέγα δ’ υἱέος ἔλλαβε πένθος. Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν, ὃς τράφη ἐν Κνωσσῷ, ὃ δ’ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ· ἄμφω δ’ εἰς ἕνα χῶρον ἀπ’ ὠκυπόδων πέσον ἵππων·
καί ῥ’ ὃ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ49 in vol. 3
45λαιμόν, ὃ δ’ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμπεχε πότμος. Ἵπποι δ’ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·

11

(50)

καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν. Ἂν δὲ Φιλοκτήτης ὀλοῷ βάλε Πύρασον ἰῷ φεύγοντ’ ἐκ πολέμοιο· διέθρισε δ’ ἀγκύλα νεῦρα γούνατος ἐξόπιθεν, κατὰ δ’ ἔκλασεν ἀνέρος ὁρμήν.
55Καὶ τὸν μὲν Δαναῶν τις ὅτ’ ἔδρακε γυιωθέντα, ἐσσυμένως 〈ἀπ〉άμερσε καρήατος ἄορι τύψας ἀλγινόεντα τένοντα· 〈κ〉όλον δ’ ὑπεδέξατο γαῖα σῶμα· κάρη δ’ ἀπάτερθε κυλινδομένη πεφόρητο ἱεμένου φωνῆς· ταχέως δ’ ἅμ’ ἀπέπτατο θυμός.
60 Πουλυδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί, οἳ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι, ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι αἰνὸν ὑπ’ ἀγκίστροιο, βαλεῖν δέ τε εἰς ἅλα δῖαν δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
65ἰθὺ καὶ αἶψα τρίαιναν ἐπ’ ἰχθύσι νωμήσασθαι· ἀλλ’ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσαν ἔργα.
Εὐρύπυλος δὲ μενεπτόλεμος βάλε φαίδιμον Ἕλλον τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ Κλειτὼ καλλιπάρηος· ὃ δ’ ἐν κονίῃσι τανύσθη50 in vol. 3
70πρηνής· τοῦ δ’ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρόν.
70
(desunt plures versus) ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα, ἀλλ’ αὕτως ἤσπαιρεν, ἅτε βλοσυροῖο δράκοντος
75οὐρὴ ἀποτμηθεῖς’ ἀναπάλλεται οὐδέ οἱ ἀλκὴ ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα δαΐξῃ· ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτ’ ὀπήδει. Αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
80ἄμφω Κητείους, τὸν μὲν δορί, τὸν δ’ ἀλεγεινῷ ἄορι δῃώσας. Σθένελος δ’ ἕλε δῖον Ἄβαντα αἰγανέην προϊείς· ἣ δ’ ἀσφαράγοιο διὰ πρὸ ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίον ἦλθε τένοντος· λῦσε δ’ ἄρ’ ἀνέρος ἦτορ, ὑπέκλασε δ’ ἅψεα πάντα.
85Τυδείδης δ’ ἕλε Λαόδοκον, Μέλιον δ’ Ἀγαμέμνων, Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον. Αὐτὰρ Ἀγήνωρ Ἵππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα ὅς ῥ’ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδ’ ἐρατεινὰ
θρέπτα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.51 in vol. 3
90Ἂν δὲ Θόας ἐδάμασσε Λάμον καὶ ἀγήνορα Λύγκον, Μηριόνης δὲ Λύκωνα, καὶ Ἀρχέλοχον Μενέλαος, ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάεσκε πέτρην θ’ Ἡφαίστοιο περίφρονος ἥ τε βροτοῖσι θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
95ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δ’ ἄρ’ αὐτῷ φοίνικες θαλέουσι, φέρουσι δ’ ἀπείρονα καρπόν, ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι. Τεῦκρος δ’ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην

11

(100)

ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ· καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν ἰὸν ἀπὸ γναμπτοῖο κεράατος. Ὃς 〈δ’〉 ἀλεγεινὸς ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δ’ ὑπὸ νευρὴ εἰσέτι που κανάχιζεν· ὃ δ’ ἀντίον ἀσπαίρεσκε
105βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζετ〈αι〉 ἀνδρῶν καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι. Εὐρύαλος δ’ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας.
110Ὡς δ’ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς οὖρος ἀνὴρ πεδίοιο μέγ’ ἀσχαλόων ἐπ’ ἀρούρῃ δινήσας περὶ κρατὶ θοῶς καλὰ νεῦρα βόεια λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δ’ ὑπὸ ῥοίζῳ
ἠέρι πεπταμένας δολιχὰς στίχας, αἳ δὲ φέβονται,52 in vol. 3
115ἄλλη δ’ εἰς ἑτέρην εἰλεύμεναι ἀίσσουσι κλαγγηδόν, μάλα πάγχυ πάρος κατὰ κόσμον ἰοῦσαι· ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν ὀβρίμου Εὐρυάλοιο· τὸ δ’ οὐχ ἅλιον φέρε δαίμων, ἀλλ’ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
120θλάσσε περὶ πληγῇσι· μόρος δ’ ἐκίχανεν ἀρητός. Ἄλλος δ’ ἄλλον ἔπεφνε, περιστεναχίζετο δ’ αἶα. Ὡς δ’ ὅτ’ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο λάβρον ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα δένδρεα μακρὰ πέσῃσιν ὑπ’ ἐκ ῥιζῶν ἐριπόντα
125ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών· ὣς οἵ γ’ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγ’ ἔβραχεν. Οἳ δὲ κυδοιμοῦ ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες. Καὶ τότ’ ἄρ’ Αἰνείαο μόλε σχεδὸν ἠὺς Ἀπόλλων
130ἠδ’ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο· οἳ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς ἄγχι μάλ’ ἑσταότες κατὰ φύλοπιν, εὖθ’ ὑπ’ ἀπήνῃ δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὐδ’ ἀπέληγον ὑσμίνης. Τοῖς δ’ αἶψα θεὸς ποτὶ μῦθον ἔειπε,
135μάντι ἐειδόμενος Πολυμήστορι τόν ποτε μήτηρ
γείνατ’ ἐπὶ Ξάνθοιο ῥοῇς θεράπονθ’ Ἑκάτοιο· «Εὐρύμαχ’ Αἰνεία τε, θεῶν γένος, οὔ τι ἔοικεν ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,53 in vol. 3
140ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι μακρὸν ἐπ’ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.» Ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄιστος ἐτύχθη· οἳ δὲ νόῳ φράσσαντο θεοῦ μένος. Αἶψα δ’ ἄρ’ αὐτοῖς θάρσος ἀπειρέσιον κατεχεύατο, μαίνετο δέ σφι
145θυμὸς ἐνὶ στήθεσσι· καὶ ἔνθορον Ἀργείοισιν, ἀργαλέοις σφήκεσσιν ἐοικότες οἵ τ’ ἀλεγεινὸν ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις, εὖτε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·

11

(150)

ὣς ἄρα Τρώιοι υἷες ἐυπτολέμοισιν Ἀχαιοῖς ἔνθορον ἐσσυμένως. Κεχάροντο δὲ Κῆρες ἐρεμναὶ μαρναμένων, ἐγέλασσε δ’ Ἄρης, ἰάχησε δ’ Ἐνυὼ σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη. Οἳ δ’ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάιζον
155χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ αὕτως, ἠύτ’ ἄμαλλα θέρευς δυσθαλπέος ὥρῃ, ἥν ῥά τ’ ἐπισπέρχωσι θοοὶ χέρας ἀμητῆρες δασσάμενοι κατ’ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα· ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
160μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
αἵματι πλημμύρεσκεν· Ἔρις δ’ ἄρ’ ἰαίνετο θυμῷ ὀλλυμένων. Οἳ δ’ οὔ τι κακοῦ παύοντο μόθοιο, ἀλλ’ ἅτε μῆλα λέοντες ἀπηνέες . . . . . . . . . . . . . . . . . . .54 in vol. 3
163. . . . . . . . . . . . . . . . . . . . . . . . . οἳ δ’ ἄρα φύζης λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
165φεῦγον, ὅσοις ἀδάικτον ἔτι σθένος ἐν ποσὶ κεῖτο. Υἱὸς δ’ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει δυσμενέων μετόπισθεν ὑπ’ ἔγχεϊ νῶτα δαΐζων, Εὐρύμαχος δ’ ἑτέρωθεν· ἰαίνετο δ’ ἄμβροτον ἦτορ ὑψόθεν εἰσορόωντος Ἰηίου Ἀπόλλωνος.
170Ὡς δ’ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπ’ ἀμητῆρσι δαμῆναι, ἀντί’ ἐπισσεύῃ κρατεροὺς κύνας, οἳ δ’ ὁρόωντες ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
175πανσυδίῃ, τοὺς δ’ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται μακρὸν ἀνιύζοντες, ἄναξ δ’ ἐπιτέρπετ’ ἀρούρης· ὣς ἄρ’ ἰαίνετο Φοῖβος, ὅτ’ ἔδρακεν ἐκ πολέμοιο φεύγοντ’ Ἀργείων πουλὺν στρατόν. Οὐ γὰρ ἔτ’ αὐτοῖς
180ἔργ’ ἀνδρῶν μεμέληντο· πόδας δ’ εὔχοντο θεοῖσιν ὦκα φέρειν· μούνοις γὰρ ἔτ’ ἐν ποσὶν ἔπλετο νόστου ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
Ἔνθά τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,55 in vol. 3
185ἢ Μοίρης ἰότητι λιλαιομένης μιν ὀλέσσαι, φεύγοντ’ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται ἀντία δυσμενέων. Τὸν δ’ ὀβριμόθυμος Ἀγήνωρ παρφθάμενος μυῶνα κατ’ ἀλγινόεντα δάιξεν
190ἀμφιτόμῳ βουπλῆγι· βίῃ δ’ ὑπόειξε σιδήρου ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα ῥηιδίως ἤμησε· φλέβες δ’ ὑπερέβλυσαν αἷμα. Ἀμφεχύθη δ’ ἵπποιο κατ’ αὐχένος, αἶψα δ’ ἄρ’ αὐτὸς κάππεσεν ἀμφὶ νέκυσ〈σι〉· λίπε〈ν〉 δ’ ἄρα χεῖρα κραταιὴν
195στερρὸν ἔτ’ ἐμπεφυυῖαν ἐυγνάμπτοιο χαλινοῦ, οἷον ὅτε ζώοντος ἔην· μέγα δ’ ἔπλετο θαῦμα, οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθ’ αἱματόεσσα, Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα· φαίης κεν χατέουσαν ἔθ’ ἱππασίης πονέεσθαι·

11

(200)

σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος. Αἰνείας δ’ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ Αἰθαλίδην· αἰχμὴ δὲ παρ’ ὀμφαλὸν ἐξεπέρησεν ἔγκατ’ ἐφελκομένη· ὃ δ’ ἄρ’ ἐν κονίῃσι τανύσθη συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
205δεινὰ μάλα στενάχων, γαίῃ δ’ ἐνέρεισεν ὀδόντας βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα. Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο
οὕς τ’ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος56 in vol. 3
210αἵματος ἱέμενος, τοὶ δ’ ἄσπετον ἀσχαλόωσιν ἔργου ἑκὰς φεύγοντες, ἐπὶ σφίσι δ’ ἄχνυται ἀνήρ, ἀμφότερον ποθέων τε πόνον τρομέων τ’ ἐπὶ βουσὶ μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
215ὣς Δαναοὶ φοβέοντο, περὶ σφίσι δ’ ἄχνυτο θυμὸν υἱὸς Ἀχιλλῆος· μέγα δ’ ἴαχε λαὸν ἐέργων· «Ἆ δειλοί, τί φέβεσθε, ἐοικότες οὐτιδανοῖσι ψήρεσιν οὕς τ’ ἐφόβησε μολὼν κατεναντία κίρκος; Ἀλλ’ ἄγε θέσθ’ ἕνα θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
220τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.» Ὣς φάτο· τοὶ δ’ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες ἐσσυμένως. Ὃ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δ’ ἄρα λαοὶ Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
225ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ Ἀργεῖοι. Ὃ δ’ ἄρ’ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς ἄλλῳ ἐπ’ ἄλλον ἔπεφνε κατὰ μόθον· οἳ δ’ ἀπιόντες χάζοντ’, ἠύτε κύμα〈θ’ ἅ〉 τ’ ἐκ Βορέαο θυέλλης πόλλ’ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
230ὀρνύμεν’ ἐκ πόντοιο, τὰ δ’ ἔκποθεν ἄλλος ἀήτης ἀντίος ἀίξας μεγάλῃ περὶ λαίλαπι θύων
ὦσεν ἀπ’ ἠιόνων Βορέου ἔτι βαιὸν ἀέντος· ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω57 in vol. 3
235τυτθόν, ἐπεὶ μένος ἠὺ θρασύφρονος Αἰνείαο φευγέμεν οὐκ εἴασκε, μένειν δ’ ἀνὰ φύλοπιν αἰνὴν θαρσαλέως. Ἑκάτερθε δ’ ἴσην ἐτάνυσσεν Ἐνυὼ ὑσμίνην. Ἀλλ’ οὔ τι καταντίον Αἰνείαο υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο·
240ἀλλ’ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο θυμὸν καὶ μέγα κάρτος ἐπ’ ἄλλων ἔθνεα λαῶν.
242aἜνθ’ ὃ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δ’ ἄρ’ Ἀχαιῶν
243δάμνατο μυρία φῦλα. Δαϊκταμένων δ’ ἐνὶ χάρμῃ οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
245δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες. Καί ῥ’ οἳ μὲν πονέοντο· κόνιν δ’ ἀκάμαντες ἀῆται ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν ἠέρα θεσπεσίην, ὥς τ’ ἀπροτίοπτος ὀμίχλη,

11

(250)

οὐδ’ ἄρα φαίνετο γαῖα, βροτῶν δ’ ἀμάθυνεν ὀπωπάς. Ἀλλὰ καὶ ὧς μάρναντο· καὶ ἐς χέρας ὅν τιν’ ἕλοντο κτεῖνον ἀνηλεγέως, εἰ καὶ μάλα φίλτατος ἦεν· οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτ’ ἐπιόντα δήιον οὔτ’ ἄρ’ ἑταῖρον· ἀμηχανίη δ’ ἔχε λαούς.
255Καί νύ κε μίγδ’ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες ἀλλήλων, εἰ μή σφιν ἀπ’ Οὐλύμποιο Κρονίων ἤρκεσε τειρομένοισι, κόνιν δ’ ἀπάτερθεν ἔλασσεν
ὑσμίνης, ὀλοὰς δὲ κατεπρήυνεν ἀέλλας.58 in vol. 3
260 Οἳ δ’ ἔτι δηριόωντο· πόνος δ’ ἄρα τοῖσιν ἐτύχθη πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴ τε δαΐξαι χρειὼ δήιον ἄνδρα κατὰ κλόνον, εἴ τ’ ἀλέασθαι. Καί ῥ’ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον, ἄλλοτε δ’ αὖ Τρῶες Δαναῶν στίχας. Ἔπλετο δ’ αἰνὴ
265ὑσμίνη· νιφάδεσσι δ’ ἐοικότα πῖπτε βέλεμνα ἀμφοτέρωθεν ἰόντα. Δέος δ’ ἔχε μηλοβοτῆρας ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀυτήν· καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων εὔχετο δυσμενέας μὲν ὑπ’ Ἄρεϊ πάντας ὀλέσθαι,
270Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο ἦμάρ τ’ εἰσιδέειν ποτ’ ἐλεύθερον. Ἀλλά οἱ οὔ τι ἔκλυον· Αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν· ἅζετο δ’ οὔτε Ζῆνα πελώριον οὔτέ τιν’ ἄλλον ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
275κείνης, ὅν τινα πότμον ἐπ’ ἀνδράσι γεινομένοισιν, ἀνδράσιν ἢ πολίεσσιν, ἐπικλώσηται ἀφύκτῳ νήματι· τῇ δ’ ὑπὸ πάντα τὰ μὲν φθινύθει, τὰ δ’ ἀέξει. Τῆς δ’ ἄρ’ ὑπ’ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
280Τεῦχον δ’ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον νωλεμέως· οὐ γάρ τιν’ ἔχεν δέος, ἀλλ’ ἐμάχοντο προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
Ἀλλ’ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθον ἐν κονίῃσι, δὴ τότ’ 〈ἄρ’〉 Ἀργείοισιν ὑπέρτερον ὤρνυτο θάρσος59 in vol. 3
285Παλλάδος ἐννεσίῃσι δαΐφρονος ἥ ῥα μολοῦσα ὑσμίνης ἄγχιστα μέγ’ Ἀργείοισιν ἄμυνεν ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
289Καὶ τότ’ ἄρ’ Αἰνείαν ἐρικυδέα δῖ’ Ἀφροδίτη,
288ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
290αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης ἥρπασεν ἐσσυμένως, περὶ δ’ ἠέρα χεύατο πουλύν· οὐ γὰρ ἔτ’ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ μάρνασθ’ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο. Τῶ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
295ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν, μὴ καὶ ὑπὲρ Κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ φείσατο πρόσθεν Ἄρηος ὅ περ πολὺ φέρτερος ἦεν. Τρῶες δ’ οὐκέτ’ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος, ἀλλ’ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·

11

(300)

ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι. Τῶν δ’ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν ἀνέρες ἠδ’ ἵπποι· μάλα δ’ ἅρματα πολλὰ κέχυντο
305βαλλομένων. Πάντῃ δ’ ἀπερείσιον ἔρρεεν αἷμα ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν. Καί ῥ’ οἳ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι κεῖντο, παρ’ αἰγιαλοῖσιν ἀλίγκιον ἐκχυμένοισι δούρασιν, εὖτ’ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
310ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην ἠλιβάτου σχεδίης, πάντῃ δ’ ἀναπλήθεται εὐρὺς αἰγιαλός, τοῖσι〈ν〉 δὲ μέλαν ποτικλύζεται οἶδμα· ὣς οἵ γ’ ἐν κονίῃσι καὶ αἵματι δηῳθέντες60 in vol. 3
315κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο. Παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα. Τῶν δ’ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος τεύχεα πάντ’ ἐδέχοντο κακῷ πεφορυγμένα λύθρῳ·
320πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δ’ ἀνὰ ἄστυ ἔσσυντ’ ἰητῆρες 〈ἐσ〉 οὐταμένων αἰζηῶν οἰκία ποιπνύοντες, ἵν’ οὐταμένους ἀκέσωνται· τοὺς δ’ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀύτευν.
325Καί ῥ’ οἳ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ κεῖντο βαρὺ στενάχοντες ἐπ’ ἄλγεσιν οὐδ’ ἐπὶ δόρπον ἐκ καμάτοιο τρέποντο· θοοὶ δ’ ἐπαΰτεον ἵπποι φορβῇ ἐπιχρεμέθοντες ἄδην. Ἑτέρωθε δ’ Ἀχαιοὶ πὰρ κλισίῃς νήεσσί θ’ ὁμοίια Τρωσὶ πένοντο.
330 Ἦμος δ’ Ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς ἵππους μαρμαίροντας, ἀνέγρετο δ’ ἔθνεα φωτῶν, δὴ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων οἳ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν, οἳ δ’ ἄρ’ ἐνὶ κλισίῃσιν ἅμ’ ἀνδράσιν οὐταμένοισι
335μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν. Οἳ δ’ ἀπὸ πύργων μάρναντ’ Ἀργείοισι· μόθος δ’ ἀλεγεινὸς ὀρώρει. Σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς μάρναθ’ ἅμ’ ἀντιθέῳ Διομήδεϊ. Τοὺς δ’ ἄρ’ ὕπερθε61 in vol. 3
340Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης σύν 〈τ’〉 ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀιστοῖς ἠδ’ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες αἵ τ’ ἀλεγεινὸν αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
345Ἀμφὶ 〈δὲ〉 Δαρδανίῃσιν ἐριδμαίνεσκε πύλῃσιν υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο. Τοὺς δ’ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,

11

(350)

Τρῶας ἐποτρύνοντες ἀνὰ μόθον· οἳ δὲ καὶ αὐτοὶ προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης. Ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας νισομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο νωλεμέως· τοὺς δ’ ἠὺς ἀφ’ ἕρκεος ὑψηλοῖο
355Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε. Πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα Τεῦκρος ἐυμμελίης. Ἄλλῃ δ’ ἔχεν ἄλλος ὀιζύν. Καὶ τότ’ ἄρ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
360ἀσπίδας ἐντύναντο, βάλον δ’ ἐφύπερθε καρήνων θέντες ἐπ’ ἀλλήλῃσι· μιῇ δ’ ἅπαν ἥρμοσαν ὁρμῇ. Φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος πυκνὸν ὃ οὔτ’ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος ῥιπὴ ἀπειρεσίη οὔτ’ ἐκ Διὸς ἄσπετος ὄμβρος·62 in vol. 3
365τοῖαι 〈ἄρ’〉 Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις καρτύναντο φάλαγγες· ἔχον δ’ ἕνα θυμὸν ἐς ἀλκὴν εἰς ἓν ἀρηρέμενοι. Καθύπερθε δὲ Τρώιοι υἷες βάλλον χερμαδίοισι· τὰ δ’ ὡς στυφελῆς ἀπὸ πέτρης γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
370καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες πήγνυντ’ ἐν σακέεσσι, τὰ δ’ ἐν χθονί, πολλὰ δ’ ἄπωθε μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις πάντοθε βαλλομένων. Οἳ δὲ κτύπον οὔ τι φέβοντο ἄσπετον οὐδ’ ὑπόεικον, ἅτε ψεκάδων ἀίοντες
375δοῦπον· ἔσω δ’ ὑπὸ τεῖχος ὁμῶς ἴσαν οὐδέ τις αὐτῶν νόσφιν ἀφειστήκει· συναρηρέμενοι δ’ ἐφέποντο, ὡς νέφος ἠερόεν τό ῥά που περὶ χείματι μέσσῳ αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων. Πουλὺς δ’ ἀμφὶ φάλαγγι βρόμος καναχή θ’ ὑπὸ ποσσὶ
380νισομένων ἐτέτυκτο· κόνιν δ’ ἀπάτερθεν ἀῆται ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
αἰζηῶν μετόπισθε· περίαχε δ’ ἄκριτος αὐδή, οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι· ἆσθμα δ’ ἀνήιε πουλὺ χύδην, περίχευε δ’ ἀυτμὴ〈ν〉63 in vol. 3
385λαοῦ ἀποπνείοντος. Ἀπειρέσιον δ’ ἄρα θυμῷ Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες, δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος. Ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο ἀθρόοι ἐγχριμφθέντες ὑπ’ ἀμφιτόμοις πελέκεσσι
390ῥῆξαι τείχεα μακρά, πύλας δ’ εἰς οὖδας ἐρεῖσαι θαιρῶν ἐξερύσαντες. Ἔχεν δ’ ἄρα μῆτις ἀγαυὴ ἐλπωρήν· ἀλλ’ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο ὄβριμον ἀμφοτέρῃσιν ἀρηρότα χείρεσι λᾶαν
395ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ ἀνέρας οὓς κατέμαρψεν ὑπ’ ἀσπίσιν, εὖτ’ ἐν ὄρεσσι φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος αἶγας, ὑποτρομέουσι δ’ ὅσαι σχεδὸν ἀμφινέμονται· ὣς Δαναοὶ θάμβησαν. Ὃ δ’ εἰσέτι λᾶας ὕπερθε

11

(400)

βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες. Ὡς δ’ ὅτ’ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθεν Ζεὺς ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ, ἀμφὶ δὲ μηλονόμοι τε καὶ ἄλλ’ ὅσα . . . . . . . . .
404. . . . . . . . . . . . . . . . πάντα φέβονται·
405ὣς ἄρ’ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκ’ ἄρ’ αὐτῶν Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο ἀσπίσιν ἀκαμάτοισι τετυγμένον, οὕνεκ’ ἄρ’ αὐτῷ θάρσος ἀπειρέσιον θεὸς ὤπασεν. Οὐδέ τις αὐτῶν ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,64 in vol. 3
410οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν· εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ δεινὸς Ἄρης καὶ πάντα κατιθύνεσκε βέλεμνα καὶ μόρον καὶ δέος αἰνὸν ἐπ’ Ἀργείοισι φέροντα.
415Μάρνατο δ’ ὡς ὁπότ’ αὐτὸς Ὀλύμπιος οὐρανόθεν Ζεὺς ἀσχαλόων ἐδάιζεν ὑπέρβια φῦλα Γιγάντων σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίνασσε Τηθύν τ’ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ γυῖ’ ἐλελίζετ’ Ἄτλαντος ὑπ’ ἀκαμάτου Διὸς ὁρμῆς·
420ὣς ἄρ’ ὑπ’ Αἰνείαο κατηρείποντο φάλαγγες Ἀργείων ἀνὰ δῆριν· ὃ γὰρ περὶ τείχεα πάντα ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δ’ ἄρα χειρῶν πᾶν ὅ τί οἱ παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
425κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων· τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων δυσμενέων ἀπέρυκε πολὺν στρατόν, ἀμφὶ δ’ ἄρ’ αὐτῷ
Τρῶες ἐκαρτύναντο. Κακὴ δ’ ἔχε πάντας ὀιζὺς ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν65 in vol. 3
430ἠδὲ καὶ ἐκ Τρώων· μέγα δ’ ἴαχον ἀμφοτέρωθεν, Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων μάρνασθ’ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος Ἀργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
435μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι. Τοὺς δ’ ἄμφω στονόεσσα καὶ ἄσπετος ἄμπεχ’ ἀυτὴ μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπ’ Ἄρεϊ, τῶν δὲ σαῶσαι.
440 Αἴας δ’ αὖτ’ ἀπάτερθε θρασύφρονος Αἰνείαο μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που ἰθὺ βέλος πεπότητο δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε ἀλγινόεντες ἄκοντες. Ἐπ’ ἄλλῳ δ’ ἄλλον ἔπεφνεν·
445οἳ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν ἐς μόθον οὐκέτ’ ἔμιμνον, ἔλειπε δὲ τείχεα λαός. Καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν, Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι,

11

(450)

ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσετο ποσσὶ κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη λευγαλέην. Σφετέρου 〈δὲ〉 καρήατος ἔμμεναι ἄλκαρ
ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα ἄτρομον ἐνθέμενος κραδίῃ νόον· ἐν δ’ ἄρα χειρὶ66 in vol. 3
455ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δ’ αὖτε εἷρπεν ἄνω· τὸν δ’ αἶψα διηερίη φέρεν οἶμος. Καί νύ κε δὴ Τρώεσσιν ἄχος γένετ’, εἰ μὴ ἄρ’ αὐτῷ ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα ὑστάτιον καὶ πρῶτον ἀφ’ ἕρκεος ὑψηλοῖο
460Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ οὐδ’ ἀπάτερθεν ἐόντα. Βάλεν δέ μιν εὐρέι πέτρῳ κὰκ κεφαλῆς, μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς κλίμακά οἱ συνέαξεν. Ὃ δ’ ὑψόθεν ἠύτ’ ὀιστὸς ἔσσυτ’ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
465ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι. Ἤριπε δ’ ἐν θώρηκι κατὰ χθονός, οὕνεκ’ ἄρ’ αὐτοῦ νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ καὶ κρατερὴ τρυφάλεια. Περιστονάχησε δὲ Λοκρῶν
470λαός, ὅτ’ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ· δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ. Καὶ τότε δὴ Ποίαντος ἐὺς πάις ἀντιθέοιο,
475ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀιστὸν ἰθύνων ἐς φῶτα περικλυτόν. Οὐδ’ ἀφάμαρτεν ἀνέρος, ἀλλά οἱ οὔ τι δι’ ἀσπίδος ἀκαμάτοιο ἐς χρόα καλὸν ἵκαν〈εν〉 (ἀπέτραπε γὰρ Κυθέρεια
480καὶ σάκος), ἀλλ’ ἄρα τυτθὸν ἐπέχραε δέρμα βοείης. Οὐδ’ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μίμαντα μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης τύψεν· ὃ δ’ ἐ〈κ〉 πύργοιο κατήριπεν, εὖτ’ ἀπὸ πέτρης ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·67 in vol. 3
485ὣς ὃ πεσὼν τετάνυστο, λίπε〈ν〉 δέ μιν ἱερὸς αἰών. Αἰνείας δ’ ἑτάροιο χολωσάμενος βάλε πέτρην καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
490Τῷ δ’ ἐπὶ μακρὸν ἄυσε πάις Ποίαντος ἀγαυοῦ· «Αἰνεία, σύ γ’ ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες δυσμενέσιν μάρνανται ἀνάλκιδες; Εἰ δέ τίς ἐσσι, ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
495Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.» Ὣς ἄρ’ ἔφη· τὸν δ’ οὔ τι θρασὺς πάις Ἀγχίσαο καί περ ἐελδόμενος προσεφώνεεν, οὕνεκ’ ὀρώρει δῆρις ὀιζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο

11

(500)

οὐδέ σφιν μάλα δηρὸν ὑπ’ Ἄρεϊ τειρομένοισιν
ἔσκε λύσις καμάτοιο· πόνος δ’ ἄπρηκτος ὀρώρει.68 in vol. 3

12

(t)

ΛΟΓΟΣ ΙΒʹ
1 Ἀλλ’ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης αἰχμηταὶ Δαναοί, πολέμου δ’ οὐ γίνετο τέκμωρ, δὴ τότ’ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας, εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπ’ ἐννεσίῃς Ἑκάτοιο
5πτήσιας οἰωνῶν ἠδ’ ἀστέρας ἄλλά τε πάντα σήμαθ’ ὅς’ ἀνθρώποισι θεῶν ἰότητι πέλονται· καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε· «Μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε, ἀλλ’ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
10ἢ δόλον ὃς νήεσσι καὶ ἡμῖν ἔσσετ’ ὄνειαρ. Ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα. Ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δ’ ἄρα κείνη χηραμὸν ἐς πέτρης κατεδύσετο· τῇ δὲ χολωθεὶς ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
15χηραμοῦ· ἣ δ’ ἀλέεινεν· ὃ δ’ ἐνθέμενος δόλον αἰνὸν θάμνῳ ὑπεκρύφθη· ἣ δ’ ἔκθορεν ἀφραδίῃσιν
ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὃς δ’ ἐπα〈ε〉ρθεὶς δειλαίῃ τρήρωνι φόνον στονόεντ’ ἐφέηκε. Τῶ νῦν μή τι βίῃ πειρώμεθα Τρώιον ἄστυ88 in vol. 3
20περσέμεν, ἀλλ’ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.» Ὣς ἄρ’ ἔφη· τῶν δ’ οὔ τις ἔχε〈ν〉 φρεσὶ τεκμήρασθαι ἄλκαρ ὀιζυροῖο μόθου· δίζοντο δὲ μῆχος εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·
25 «Ὦ φίλ’, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν, εἰ ἐτεὸν πέπρωται ἐυπτολέμοισιν Ἀχαιοῖς ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα, ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες βησόμεθ’ ἀσπασίως· λαοὶ δ’ ἀπὸ νόσφι νέεσθαι
30ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δ’ ἄρα πάντες ἃς κλισίας, ἵνα Τρῶες ἀπ’ ἄστεος ἀθρήσαντες ἐς πεδίον προχέωνται ἀταρβέες. Ἀλλά τις ἀνὴρ θαρσαλέος, τόν τ’ οὔ τις ἐπίσταται ἐν Τρώεσσι, μιμνέτω ἔκτοθ〈εν〉 ἵππου ἀρήιον ἐνθέμενος κῆρ,
35ὅς τις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων ὑπαλύξαι, ἵππῳ ὑποπτήξας εὐεργέι τόν ῥ’ ἐκάμοντο Παλλάδι χωομένῃ Τρώων ὑπὲρ αἰχμητάων· καὶ τὰ μὲν ὣς ἐπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
40εἰς ὅ κέ οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες, ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα, ὄφρ’ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πένηται, τοῖς μὲν ἄρ’ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας, τοὺς δ’ ἄρ’ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου,89 in vol. 3
45ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.» Ὣς φάτο· τὸν δ’ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δ’ ἄλλων Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατ’ Ἀχαιοῖς μῆτιν καὶ δόλον ἐσθλὸν ὃς Ἀργείοισιν ἔμελλε νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·

12

(50)

τοὔνεκ’ ἀριστήεσσιν ἐυπτολέμοισι μετηύδα· «Μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε, ὦ φίλοι, ἀλλὰ πίθεσθε ἐυπτολέμῳ Ὀδυσῆι. Οὐ γάρ οἱ ἔσσετ’ ἄπρηκτον ἐυφρονέοντι νόημα· ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
55σήματα δ’ οὐκ ἀτέλεστ’ ἀναφαίνεται ἄλλοθεν ἄλλα· Ζηνὸς μὲν γὰρ ὕπερ〈θε〉 μέγα κτυπέουσι δι’ αἴθρης βρονταὶ ὁμῶς στεροπῇσι, παραΐσσουσι δὲ λαοὺς δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες. Ἀλλ’ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
60μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγ’ ἀνάγκη θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
κάρτιστοι δὲ τότ’ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου, ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται90 in vol. 3
65ἄστυ περὶ σφέτερον, μέγα δέ σφι〈σι〉 μαίνεται ἦτορ.» Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· «Ὦ Κάλχαν, δηίοισι καταντίον ἄλκιμοι ἄνδρες μάρνανται· τοὶ δ’ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει.
70Τῶ νῦν μήτε δόλον φραζώμεθα, μήτέ τι μῆχος ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.» Ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο· «Ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
75ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ καὶ ἐσθλῇ, θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς· ἀλλ’ οὔτ’ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο οὔθ’ ἡμεῖς μάλα πολλὰ πονεύμενοι. Ἀλλ’ ἄγε θᾶσσον
80Κάλχαντος βουλῇσι θοὰς ἐπὶ νῆας ἰόντες ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται εἵνεκα τεκτοσύνης, δέδαεν δέ μιν ἔργον Ἀθήνη.» Ὣς φάτο· τῷ δ’ ἄρα πάντες ἀριστῆες πεπίθοντο
85νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὐδὲ μὲν ἐσθλὸν πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος· ὑσμίνης γὰρ ἔτ’ ἔσκον ὀιζυρῆς ἀκόρητοι.
Ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος91 in vol. 3
90πάντα φέρειν ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει, ἐλπόμενοι πτολίεθρον ἐύκτιτον ἐξαλαπάξαι· ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο. Καί νύ κεν αἶψ’ ἐτέλεσσαν ὅσά σφισιν ἤθελε θυμός, εἰ μὴ Ζεὺς νεμέσησεν ἀπ’ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
95Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δ’ ἐτίναξεν ἠέρα πᾶσαν ὕπερθε, βάλεν δ’ ἀκάμαντα κεραυνὸν ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα Δαρδανίη. Τῶν δ’ αἶψα μετετράπετ’ ἠὺ νόημα ἐς φόβον, ἐκ δ’ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ·

12

(100)

καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο. Ἐς δ’ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις μάντιν ἀγασσάμενοι τὸν ἄρ’ ἐκ Διὸς ἔμμεν ἔφαντο, ἢ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα. Ἦμος δ’ αἰγλήεντα περιστέφει οὐρανὸν ἄστρα
105πάντοθε μαρμαίροντα, πόνου δ’ ἐπιλήθεται ἀνήρ, δὴ τότ’ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα ἤλυθε παρθενικῇ ἀταλάφρονι πάντ’ εἰκυῖα ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δ’ ἄρ’ Ἐπειοῦ ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείρα〈τ〉ι καί μιν ἀνώγει
110τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
αὐτὴ συγκαμέειν, αὐτὴ δ’ ἄφαρ ἔνδοθι βῆναι, ἔργον ἐς ὀτρύνουσα. Θεῆς δ’ ὅ γε μῦθον ἀκούσας καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου· ἔγνω δ’ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ92 in vol. 3
115ἄλλο παρ’ ἐξ ὥρμαινε, νόον δ’ ἔχεν αἰὲν ἐπ’ ἔργῳ θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη. Ἠὼς δ’ ὁππόθ’ ἵκανεν ἀπωσαμένη κνέφας ἠὺ εἰς Ἔρεβος, χαροπὴ δὲ δι’ ἠέρος ἤιεν αἴγλη, δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
120ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν· οἳ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο. Καὶ τότ’ ἄρ’ Ἀτρέος υἷες 〈ἐσ〉 ἄγκεα τηλεθάοντα Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι ἀνέρας. Οἳ δ’ ἐλάτῃσιν ἐπιβρίσαντες 〈ἀν’〉 ὕλην
125τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι θεινομένων· δολιχαὶ δὲ κατ’ οὔρεα μακρὰ κολῶναι δεύοντ’ ἐκ ξυλόχοιο· νάπη δ’ ἀνεφαίνετο πᾶσα θήρεσιν οὐκέτι τόσσον ἐπήρατος ὡς τὸ πάροιθε· πρέμνα δ’ ἀπαυαίνοντο βίην ποθέοντ’ ἀνέμοιο.
130Καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ ἐσσυμένως φορέεσκον ἐπ’ ᾐόνας Ἑλλησπόντου οὔρεος ἐκ λασίοιο· μόγησε 〈δὲ〉 θυμὸς ἐπ’ ἔργῳ αἰζηῶν τε καὶ ἡμιόνων. Πονέοντο δὲ λαοὶ 〈– ⏑ ⏑〉 ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
135οἳ μὲν γὰρ τέμνεσκον ὑπ’ ὀκριόεντι σιδήρῳ δούρατα καὶ σανίδας διεμέτρεον· οἳ δ’ ἄρ’ ἀπ’ ὄζους λείαινον πελέκεσσιν ἔτ’ ἀπρίστων ἀπὸ φιτρῶν· ἄλλος δ’ ἄλλό τι ῥέζε πονεύμενος. Αὐτὰρ Ἐπειὸς ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα93 in vol. 3
140νηδύα, τῇ δ’ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ κινυμένην, λάσιον δὲ κάρη καὶ ἐύτριχον οὐρήν, οὔατα δ’ ὀφθαλμούς τε διειδέας ἄλλά τε πάντα
145οἷς ἐπικίνυται ἵππος. Ἀέξετο δ’ ἱερὸν ἔργον ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην δῶκ’ ἐρατήν. Τετέλεστο δ’ ἐνὶ τρισὶν ἤμασι πάντα Παλλάδος ἐννεσίῃσι· πολὺς δ’ ἐπεγήθεε λαὸς Ἀργείων, θαύμαζε δ’ ὅπως ἐπὶ δούρατι θυμὸς

12

(150)

καὶ τάχος ἐκπεπότητο ποδῶν, χρεμέθοντι δ’ ἐῴκει. Καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου εὔχετ’ ἐπ’ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας· «Κλῦθι, θεὰ μεγάθυμε, σάου δ’ ἐμὲ καὶ τεὸν ἵππον.» Ὣς φάτο· τοῦ δ’ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
155καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν πᾶσιν ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο. Ἀλλ’ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
160δὴ τότ’ ἐπ’ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς ἔπλετ’ ὀρινομένων. Ἀνέμων δ’ ἐπιβάντες ἀέλλαις οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δ’ ὑπ’ αἰθὴρ94 in vol. 3
165ἔβραχεν. Οἳ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα ἀλλήλων ἵσταντο καταντίον, οἳ μὲν Ἀχαιῶν, οἳ δ’ ἄρ’ ὑπὲρ Τρώων· πολέμου δ’ ἔρος ἔμπεσε θυμῷ. Τοῖσι δ’ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον. Καί ῥ’ οἳ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
170ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἳ δ’ ἐρατεινὴν Ἴλιον· Αἶσα δ’ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν τρέψε νόον μακάρεσσιν. Ἄρης δ’ ἐξῆρχε μόθοιο, ἆλτο δ’ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι σύμπεσον ἀλλήλοισι. Περὶ σφίσι δ’ ἄμβροτα τεύχη
175χρύσεα κινυμένοισι μέγ’ ἴαχεν· ἀμφὶ δὲ πόντος εὐρὺς ὑπεσμαράγησε· κελαινὴ δ’ ἔτρεμε γαῖα ἀθανάτων ὑπὸ ποσσί. Μακρὸν δ’ ἅμα πάντες ἄυσαν· σμερδαλέη δ’ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε, μέχρις ἐπ’ Ἀιδονῆος ὑπερθύμοιο βέρεθρον·
180Τιτῆνες δ’ ὑπένερθε μέγ’ ἔτρεσαν. Ἀμφὶ δὲ μακρὴ Ἴδη ὑπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα ἀενάων ποταμῶν, δολιχαὶ δ’ ἅμα τοῖσι χαράδραι νῆές τ’ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ· ἀλλ’ οὐκ ἀνθρώποισι πέλεν δέος, οὐδ’ ἐνόησαν
185αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν. Οἳ δὲ κολώνας χερσὶν ἀπορρήξαντες ἀπ’ οὔρεος Ἰδαίοιο
βάλλον ἐπ’ ἀλλήλους· αἳ δὲ ψαμάθοισιν ὁμοῖαι ῥεῖα διεσκίδναντο θεῶν περὶ ἄσχετα γυῖα ῥηγνύμενα〈ι〉 διὰ τυτθά. Διὸς δ’ ἐπὶ πείρασι γαίης95 in vol. 3
190οὐ λάθον ἠὺ νόημα· λιπὼν δ’ ἄφαρ Ὠκεανοῖο χεύματ’ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον Εὖρος καὶ Βορέης, Ζέφυρος δ’ ἐπὶ τοῖσι Νότος τε, τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις ἅρματος αἰὲν ἐόντος ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
195χερσὶν ὑπ’ ἀκαμάτοισιν ἀτειρέος ἐξ ἀδάμαντος. Ἵκετο δ’ Οὐλύμποιο ῥίον μέγα· σὺν δ’ ἐτίναξεν ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δ’ ἄλλαι βρονταὶ ὁμῶς στεροπῇσι μέγ’ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δ’ ἀὴρ

12

(200)

ἄσπετον. Ἀθανάτοισι δ’ ὑπὸ φρένας ἔμπεσε δεῖμα· πάντων δ’ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων. Τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα ἆλτο διὰ νεφέων, τάχα δέ σφεας εἰσαφίκανεν· οἴη γὰρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
205τοῖον δ’ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι· «Ἴσχεσθ’ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκ’ ἀνδρῶν μάρνασθ’ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄιστοι ἔσσεσθ’· ἦ γὰρ ὕπερθεν ἐφ’ ὑμέας οὔρεα πάντα
210εἰς ἓν ἀναρρήξας οὔθ’ υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλ’ ἄρα πάντας ὁμῶς 〈καθ〉ύπερθε καλύψει γαίῃ ἀπειρεσίῃ· οὐδ’ ἔσσεται ὔμμιν ἄλυξις ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.» Ὣς φάτο· τοὶ δ’ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν·96 in vol. 3
215ὑσμίνης δ’ ἔσχοντο, χόλον δ’ ἀπὸ νόσφι βάλοντο ἀργαλέον, φιλότητα δ’ ὁμήθεα ποιήσαντο. Καί ῥ’ οἳ μὲν νίσοντο πρὸς οὐρανόν, οἳ δ’ ἁλὸς εἴσω, οἳ δ’ ἀνὰ γαῖαν ἔμιμνον. Ἐυπτολέμοισι δ’ Ἀχαιοῖς υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
220 «Ὦ νύ μοι Ἀργείων σημάντορες ὀβριμόθυμοι, νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵ τινές ἐστε ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει ἔργον ἀναγκαίης. Ἀλλὰ μνησώμεθ’ Ἄρηος, ἐς δ’ ἵππον βαίνωμεν ἐύξοον, ὄφρά κε τέκμωρ
225εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γὰρ ἄμεινον ἔσσεται, ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν ἄστυ μέγ’ ἐκπέρσωμεν οὗ εἵνεκα δεῦρο μολόντες πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης. Ἀλλ’ ἄγε δὴ μένος ἠὺ καὶ ἄλκιμον ἐν φρεσὶ θέσθε·
230καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπ’ ἀνάγκῃ θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει θάρσος, ὅ πέρ τε πέλει πολὺ λώιον ἀνθρώποισιν. Ἀλλ’ ἄγ’ ἀριστῆες μὲν ἐὺν λόχον ἐντύνασθε·
235οἱ δ’ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες μίμνετε, εἰς ὅ κεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι δήιοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι. Αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι, μιμνέτω ἄγχ’ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·97 in vol. 3
240καί οἱ πάντα μέλοιτο μάλ’ ἔμπεδον ὁππός’ ἔγωγε πρόσθ’ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ, ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.» Ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
245ἐκτελέειν· τῶ καί μιν ἐυφρονέοντ’ ἀνὰ θυμὸν εὐρὺς ἀγάσσατο λαός· ὃ δ’ ἐν μέσσοισιν ἔειπεν· «Ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες, ἔργον μὲν τόδ’ ἔγωγε λιλαιομένοισι τελέσσω, εἴ τέ μ’ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται

12

(250)

βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ, ἢ θανέειν δηίοισιν ὑπ’ ἀνδράσιν ἢ ὑπαλύξαι Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.» Ὣς φάτο θαρσαλέως· μέγα δ’ Ἀργεῖοι κεχάροντο, καί τις ἔφη· «Ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
255σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι ἢ νῶιν· νῦν γὰρ 〈καὶ〉 ὀίομαι ἐσσυμένως περ ἀργαλέου πολέμοιο τέκμωρ εὔδηλον ἔσεσθαι.» Ὣς ἄρ’ ἔφη κατὰ λαὸν ἀρηιφίλων τις Ἀχαιῶν.
260Νέστωρ δ’ αὖθ’ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
«Νῦν χρειώ, φίλα τέκνα, βίης καὶ θάρσεος ἐσθλοῦ· νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν. Ἀλλ’ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου98 in vol. 3
265βαίνετ’, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάζει. Ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο, οἷον ὅτ’ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότ’ ἔγωγε πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
270εἰ μὴ ἄρ’ ἀντίθεος Πελίης ἀέκοντά μ’ ἔρυκε. Νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλ’ ἄρα καὶ ὧς, ὡς νέον ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου θαρσαλέως· κάρτος δὲ θεὸς καὶ κῦδος ὀπάσσει.» Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος·
275 «Ὦ Νέστορ, σὺ μέν ἐσσι νόῳ προφερέστατος ἀνδρῶν πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρφεν οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο. Τῶ σε χρὴ Τενέδοιο πρὸς ᾐόνας ἀπονέεσθαι· ἐς δὲ λόχον νέοι ἄνδρες ἔθ’ ὑσμίνης ἀκόρητοι
280βησόμεθ’, ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.» Ὣς φάτο· τῷ δ’ ἄγχιστα κιὼν Νηλήιος υἱὸς ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τ’ ἐφύπερθεν, οὕνεχ’ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον αὐτός, ὃ δ’ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
285ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι. Καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν· «Ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ ἐύφρονι μύθῳ ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ.99 in vol. 3
290Ὀψὲ δ’ ἄρ’ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά. Ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν, ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δ’ ἐς μέσσον ἔλασσαν· τοὔνεκα ῥηιδίη μὲν ἐς ἀργαλέην κακότητα
295αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δ’ ἐπὶ κῦδος, μέσφ’ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.» Ὣς φάτο· τὸν δ’ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός· «Ὦ γέρον, ὡς σύ γ’ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτω〈σ〉.

12

(300)

Εἰ δ’ ἑτέρως ἐθέλουσι θεοί, καὶ τοῦτο τετύχθω· βουλοίμην δ’ ὑπ’ Ἄρηι ἐυκλειῶς ἀπολέσθαι ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.» Ὣς εἰπὼν ὤμοισι κατ’ ἄμβροτα θήκατο τεύχη πατρὸς ἑοῦ· τοὶ δ’ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
305ἡρώων οἱ ἄριστοι ὅσοις θρασὺς ἔπλετο θυμός. Τούς μοι νῦν καθ’ ἕκαστον ἀνειρομένῳ σάφα, Μοῦσαι, ἔσπεθ’ ὅσοι κατέβησαν ἔσω πολυχανδέος ἵππου· ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατ’ ἀοιδήν, πρίν μοι 〈ἔτ’〉 ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
310Σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι τρὶς τόσον Ἕρμου ἄπωθεν ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ, οὔρεϊ οὔτε λίην χθαμαλῷ οὔθ’ ὑψόθι πολλῷ. Πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα100 in vol. 3
315υἱὸς Ἀχιλλῆος, σὺν δ’ ὁ κρατερὸς Μενέλαος ἠδ’ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης· βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς, σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης, Αἴας τ’ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
320Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω· σὺν δ’ ἄρ’ ἐυμμελίης Ποδαλείριος Εὐρύμαχός τε Τεῦκρός τ’ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος, Θάλπιος Ἀμφίμαχός τε μενεπτόλεμός τε Λεοντεύς· σὺν δ’ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
325Δημοφόων τε καὶ Ἀμφίλοχος κρατερός τ’ Ἀγαπήνωρ, σὺν δ’ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός· ἄλλοι δ’ αὖ κατέβαινον ὅσοι ἔσαν ἔξοχ’ ἄριστοι, ὅσσους χάνδανεν ἵππος ἐύξοος ἐντὸς ἐέργειν. Ἐν δέ σφιν πύματος κατεβήσετο δῖος Ἐπειὸς
330ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δ’ ᾧ ἐνὶ θυμῷ ἠμὲν ἀνωΐξαι κείνου πτύχας ἠδ’ ἐπερεῖσαι· τοὔνεκα δὴ πάντων βῆ δεύτατος. Εἴρυσε δ’ εἴσω κλίμακας ᾗς ἀνέβησαν· ὃ δ’ αὖ μάλα πάντ’ ἐπερείσας αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
335πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου. Οἳ δ’ ἄλλοι νήεσσιν ἐπέπλεον εὐρέα πόντον ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον. Τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·101 in vol. 3
340τοὺς δὲ καὶ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου Ἀργεῖοι κατέρυξαν, ἵν’ ἐν νήεσσι μένοντες ἄλλοις σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες ἔργῳ ἐποίχονται, ὁπότ’ εἰσορόωσιν ἄνακτες· τοὔνεκ’ ἄρ’ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
345Οἳ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο· εὐνὰς δ’ ἔνθ’ ἔβαλον κατὰ βένθεος· ἐκ δ’ ἔβαν αὐτοὶ νηῶν ἐσσυμένως· ἀπὸ δ’ ἔκτοθι πείσματ’ ἔδησαν ἠιόνων· αὐτοὶ δὲ παρ’ αὐτόθι μίμνον ἕκηλοι δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.

12

(350)

Οἳ δ’ ἄρ’ ἐν ἵππῳ ἔσαν δηίων σχεδόν, ἄλλοτε μέν που φθεῖσθαι ὀιόμενοι, ὁτὲ δ’ ἱερὸν ἄστυ δαΐξαι· καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια. Τρῶες δ’ εἰσενόησαν ἐπ’ ᾐόσιν Ἑλλησπόντου καπνὸν ἔτ’ ἀίσσοντα δι’ ἠέρος· οὐδ’ ἄρα νῆας
355δέρκονθ’ αἵ σφιν ἔνεικαν ἀφ’ Ἑλλάδος αἰνὸν ὄλεθρον. Γηθόσυνοι δ’ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι τεύχε’ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμπεχε θυμόν. Ἵππον δ’ εἰσενόησαν ἐύξοον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτύχθη.
360Ἀγχόθι δ’ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν, καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις μειλιχίοις εἴροντο πάρος, μετέπειτα δ’ ὁμοκλῇ σμερδαλέῃ, καὶ πολλὰ δολόφρονα φῶτα δάιζον102 in vol. 3
365πολλὸν ἐπὶ χρόνον αἰέν. Ὃ δ’ ἔμπεδον ἠύτε πέτρη μίμνεν ἀτειρέα γυῖ’ ἐπιειμένος. Ὀψὲ δ’ ἄρ’ αὐτοῦ οὔαθ’ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ, ὅππῃ ἔβαν Δαναοί, σὺν νήεσιν ἠὲ καὶ ἵππος
370ἔνδον ἐρητύεσκεν. Ὃ δ’ ἐνθέμενος φρεσὶ κάρτος λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλ’ ἐνὶ θυμῷ ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσε〈ν〉 μέγα κάρτος. Τοῖα δ’ ἄρ’ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
375 «Ἀργεῖοι μὲν νηυσὶν ὑπὲρ πόντοιο φέβονται μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ. Κάλχαντος δ’ ἰότητι δαΐφρονι Τριτογενείῃ ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρ’ ἀλέωνται πάγχυ κοτεσσαμένης Τρώων ὕπερ. Ἀμφὶ δὲ νόστου
380ἐννεσίῃ〈σ〉 Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον, ὄφρά με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης δαίμοσιν εἰναλίοις. Ἐμὲ δ’ οὐ λάθον, ἀλλ’ ἀλεγεινὰς σπονδάς τ’ οὐλοχύτας τε μάλ’ ἐσσυμένως ὑπαλύξας ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
385οἳ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ μ’ ἐλίποντο,
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.» Ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν· ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην. Τῷ δ’ οἳ μὲν πεπίθοντο κατὰ στρατόν, οἳ δ’ ἄρ’ ἔφαντο103 in vol. 3
390ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ ἥνδανε Λαοκόωντος· ὃ γὰρ πεπνυμένα βάζων φῆ δόλον ἔμμεναι αἰνὸν ὑπ’ ἐννεσίῃσιν Ἀχαιῶν, πάντας δ’ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον, ἵππον δουράτεον καὶ γνώ〈με〉ναι εἴ τι κέκευθε.
395 Καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον, εἰ μὴ Τριτογένεια κοτεσσαμένη περὶ θυμῷ αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ γαῖαν ἔνερθε θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος. Τῷ δ’ ἄφαρ ἔμπεσε δεῖμα, τρόμος δ’ ἀμφέκλασε γυῖα

12

(400)

ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος, σὺν δ’ ἔχεεν λασίῃσιν ὑπ’ ὀφρύσιν ὄμματα φωτός· γλῆναι δ’ ἀργαλέῃσι πεπαρμέναι ἀμφ’ ὀδύνῃσι ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δ’ ὀπωπαὶ
405τειρόμεναι ὑπένερθεν· ἄχος δ’ ἀλεγεινὸν ἵκανεν ἄχρι καὶ ἐς μήνιγγας ἰδ’ ἐγκεφάλοιο θέμεθλα. Τοῦ δ’ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ ὀφθαλμοί, ὁτὲ δ’ αὖτε δυσαλθέα γλαυκιόωντες· πολλάκι δ’ ἔρρεον, οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
410εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ. Μαινομένῳ δ’ ἤικτο καὶ ἔδρακε διπλόα πάντα αἰνὰ μάλα στενάχων. Καὶ ἔτι Τρώεσσι κέλευεν
οὐδ’ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε δῖα θεή· λευκαὶ δ’ 〈ἄρ’〉 ὑπὸ βλέφαρ’ ἔσταν ὀπωπαὶ104 in vol. 3
415αἵματος ἐξ ὀλοοῖο. Περιστενάχιζε δὲ λαὸς οἰκτείρων φίλον ἄνδρα καὶ ἀθανάτην Ἀγελείην ἐρριγὼς μὴ δή τι παρήλιτον ἀφραδίῃσι. Καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον, οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος,
420ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντ’ ἀγορεύ〈σ〉ειν· τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ ὀψέ περ οἰκτείραντες. Ἀγειρόμενοι δ’ ἄρα πάντες σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
425ποσσὶν ὑπὸ βριαροῖσιν ἐύτροχα δούρατ’ ἔθηκεν, ὄφρά κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. Οἳ δ’ ἅμα πάντες εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠύτε νῆα ἕλκωσι〈ν〉 μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
430αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα· ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ πνασυδίῃ μογέοντες ἀνείρυον. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ
435πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο· αὐτοὶ δ’ ἐστέψαντο κάρη· μέγα δ’ ἤπυε λαὸς
ἀλλήλοις ἐπικεκλομένων. Ἐγέλασσε δ’ Ἐνυὼ δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δ’ Ἥρη τέρπετ’, Ἀθηναίη δ’ ἐπεγήθεεν. Οἳ δὲ μολόντες105 in vol. 3
440ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἳ δ’ ὀλόλυξαν Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι θάμβεον ὄβριμον ἔργον ὃ δή σφισιν ἔκρυφε πῆμα. Λαοκόων δ’ ἔτ’ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
445ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔ τι πείθοντ’, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν. Τῷ δ’ ἐπὶ κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθήνη δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος. Δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ

12

(450)

ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες σμερδαλέοι ναίεσκον ἔτ’ οὐλομένοιο γενέθλης Τυφῶνος, νήσοιο κατὰ πτύχας ἥν τε Καλύδνην λαοὶ ἐπικλείουσιν, ἔσω ἁλὸς ἀντία Τροίης. Ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
455ἐς Τροίην· οἳ δ’ αἶψα θεῆς ὕπο κινηθέντες νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος νισομένων καὶ κῦμα διίστατο· τοὶ δ’ ἐφέροντο αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου. Ἀμφὶ δ’ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
460Νύμφαι καὶ Σιμόεντος, ἀπ’ Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο. Τοὶ δ’ ἄφαρ ἷξαν ὅπῃ θεὸς ὀτρύνεσκε, θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων δυστήνοις ἐπὶ παισί. Κακὴ δ’ ἐπενίσετο φύζα Τρῶας, ὅτ’ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·106 in vol. 3
465οὐδέ τις αἰζηῶν, οὐδ’ εἰ μένος ἄτρομος ἦεν, μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμπεχε δεῖμα θῆρας ἀλευομένους, ὀδύνη δ’ ἔχεν. Ἔνθα γυναῖκες οἴμωζον καί πού τις ἑῶν ἐπελήσατο τέκνων αὐτὴ ἀλευομένη στυγερὸν μόρον. Ἀμφὶ δὲ Τροίη
470ἔστεν’ ἐπεσσυμένων. Πολλοὶ δ’ ἄφαρ εἰς ἓν ἰόντες γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δ’ ἀγυιαῖς ἀμφιπεριπτώσσοντες. Ἔλειπτο δὲ μοῦνος ἄπωθε Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ καὶ θεός. Οἳ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
475ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδ’ ὅ γ’ ἀμύνειν ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. Οἳ δ’ ἄρ’ Ἀθήνης προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
480ἄμφω ἀιστώθησαν ὑπὸ χθόνα· τῶν δ’ ἔτι σῆμα φαίνεθ’, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος Περγάμῳ ἐν ζαθέῃ. Προπάροιθε δὲ Τρώιοι υἷες παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων τεῦξαν ἅμ’ ἀγρόμενοι κενεὸν τάφον ᾧ ἔπι δάκρυ
485χεῦε πατὴρ ἀλαοῖσιν ὑπ’ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον· ἔστενε δ’ ἄτην ἀνέρος ἀφραδίῃ, μακάρων δ’ ὑπεδείδιε μῆνιν. Ὡς δ’ ὅτ’ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν107 in vol. 3
490πολλὰ μάλ’ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών, ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν, δάμναθ’ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος, μητέρι δ’ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
495ὣς ἥ γε στενάχιζε λυγρὸν τεκέων ἐπ’ ὀλέθρῳ μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο πῆμα μάλ’ ἀργαλέον πόσιος πέλεν ἀμφ’ ἀλαοῖο. Καί ῥ’ ἣ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε, τοὺς μὲν ἀποφθιμένους, τὸν δ’ ἄμμορον ἠελίοιο·

12

(500)

Τρῶες δ’ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν. Ἱερὰ δ’ οὐ καίοντο, πυρὸς δ’ ἐσβέννυτ’ ἀυτμή, ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
505καπνὸς δ’ αἱματόεις ἀνεκήκιε· μῆρα δὲ πάντα πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί· σπονδαὶ δ’ αἷμα γένοντο· θεῶν δ’ ἐξέρρεε δάκρυ, καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δ’ ἐφέροντο ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
510τείχεα καὶ πύργοι μεγάλ’ ἔκτυπον, † ὡς ἐτεόν περ †·
αὐτόματοι δ’ ἄρ’ ὀχῆες ἀνωίγνυντο πυλάων αἰνὸν κεκλήγοντες, ἐπεστενάχοντο δὲ λυγρὸν ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες· ἄστρα δὲ πάντ’ ἐφύπερθε θεοδμήτοιο πόληος108 in vol. 3
515ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι· ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο ἔντοσθεν πυλέων. Μάλα μυρία δ’ ἄλλ’ ἐφαάνθη
520σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα· ἀλλ’ οὐ δεῖμ’ ἀλεγεινὸν ἐπὶ Τρώων φρένας ἷξε δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατ’ ἄστυ· Κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρ’ ἐπὶ δαιτὶ πότμον ἀναπλήσωσιν ὑπ’ Ἀργείοισι δαμέντες.
525 Οἴη δ’ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα Κασσάνδρη, τῆς οὔ ποτ’ ἔπος γένετ’ ἀκράαντον, ἀλλ’ ἄρ’ ἐτήτυμον ἔσκεν, ἀκούετο δ’ ἔκ τινος αἴσης ὡς ἀνεμώλιον αἰέν, ἵν’ ἄλγεα Τρωσὶ γένηται· ἥ ῥ’ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
530εἰς ἓν ἅμ’ ἀίσσοντα, μέγ’ ἴαχεν, εὖτε λέαινα ἥν ῥά τ’ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης οὐτάσῃ ἠὲ βάλῃ, τῆς δ’ ἐν φρεσὶ μαίνεται ἦτορ
532. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . πάντῃ ἀν’ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή· ὣς ἄρα μαιμώωσα θεοπρόπον ἔνδοθεν ἦτορ
535ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι· ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς δ’ ὑπὸ δειρή, ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ. Καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·109 in vol. 3
540 «Ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ κείμεθ’ Ὀλέθρου. Σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλ’ ἄρα πάντες
545χαίρετε ἀφραδέοντες. Ὃ γὰρ μέγα πῆμα κέκευθεν· ἀλλά μοι οὐ πείσεσθ’, οὐδ’ εἰ μάλα πόλλ’ ἀγορεύσω, οὕνεκ’ Ἐριννύες ἄμμι γάμου κεχολωμέναι αἰνοῦ ἀμφ’ Ἑλένης καὶ Κῆρες ἀμείλιχοι ἀίσσουσι πάντῃ ἀνὰ πτολίεθρον· ἐπ’ εἰλαπίνῃ δ’ ἀλεγεινῇ

12

(550)

δαίνυσθ’ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.»
551. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον· «Ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει γλῶσσα κακοφραδίη τ’ ἀνεμώλια πάντ’ ἀγορεύειν;
555Οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμπέχει αἰδώς, ἀλλά σε λύσς’ ὀλοὴ περιδέδρομε· τῶ νύ σε πάντες αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν. Ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην ἠδ’ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
560μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.» Ὣς ἄρ’ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὣς δὲ καὶ ἄλλοι κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν, οὕνεκ’ ἄ〈ρά〉 σφι〈σι〉 πῆμα καὶ ἀργαλέον μένος Αἴσης110 in vol. 3
565ἄγχι παρειστήκει. Τοὶ δ’ οὐ νοέοντες ὄλεθρον κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου. Ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης αἰθομένης ἔτι δαλὸν ἀπ’ ἐσχαρεῶνος ἑλοῦσα
570ἔσσυτο μαιμώως’, ἑτέρῃ δ’ ἐνὶ χειρὶ φέρεσκεν ἀμφίτυπον βουπλῆγα. Λυγροῦ δ’ ἐπεμαίετο ἵππου, ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες πῦρ ὀλοόν τε σίδηρον ἀκηδέες ἐντύνοντο
575δαῖτα λυγρήν· μάλα γὰρ τάχ’ ἐπήιεν ὑστατίη νύξ. Ἀργεῖοι δ’ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδ’ ἀλεγόντων Κασσάνδρης, τήν ῥ’ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
580 Ἣ δ’, ἅτε πόρδαλις ἔσσυτ’ ἐν οὔρεσιν ἀσχαλόωσα ἥν τ’ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες σεύοντ’ ἐσσυμένως, ἣ δ’ ἄγριον ἦτορ ἔχουσα ἐντροπαλιζομένη ἀναχάζεται ἀχνυμένη κῆρ· ὣς ἥ γ’ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη περ
585Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.111 in vol. 3

13

(t)

ΛΟΓΟΣ ΙΓʹ
1 Οἳ δ’ ἄρ’ ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δ’ ἄρα τοῖσιν αὐλοὶ ὁμῶς σύριγξι μέγ’ ἤπυον· ἀμφὶ δὲ πάντῃ μολπὴ ἐπ’ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀυτὴ δαινυμένων, οἵ〈η〉 τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.
5Ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον, ἀμφὶ δ’ ἄρ’ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δ’ ἐπ’ ἄλλῳ ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων· καί ῥά οἱ ἐν μεγάροις κειμήλια καὶ δόμος αὐτὸς
10φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δ’ ἐώλπει ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δ’ 〈ἄρ’〉 ἀχλὺς ἄμπεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ καὶ νόος αἰζηῶν, ὁπότ’ ἐς φρένα χανδὸν ἵκηται· καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·
15«Ἦ ῥ’ ἅλιον Δαναοὶ στρατὸν ἐνθάδε πουλὺν ἄγειραν,
σχέτλιοι, οὐδ’ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο, ἀλλ’ αὕτως ἀπόρουσαν ἀπ’ ἄστεος ἡμετέροιο νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.» Ὣς ἄρ’ ἔφη Τρώων τις ἐεργόμενος φρένα οἴνῳ,128 in vol. 3
20νήπιος· οὐδ’ ἄρ’ ἐφράσσατ’ ἐπὶ προθύροισιν Ὄλεθρον. Εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον οἴνῳ ἐνιπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ, δὴ τότ’ ἄρ’ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε δεικνὺς Ἀργείοισι πυρὸς σέλας. Ἀμφὶ δέ οἱ κῆρ
25ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται Τρῶες ἐυσθενέες, τάχα δ’ ἀμφαδὰ πάντα γένηται· ἀλλ’ οἳ μὲν λεχέεσσι πανύστατον ὕπνον ἴαυον πολλῷ ὑπ’ ἀκρήτῳ βεβαρηότες, οἳ δ’ ἐσιδόντες ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.
30 Αὐτὸς δ’ ἄγχ’ ἵπποιο Σίνων κίεν· ἦκα δ’ ἄυσεν, ἦκα μάλ’, ὡς μή πού τις ἐνὶ Τρώεσσι πύθηται, ἀλλ’ οἶοι Δαναῶν ἡγήτορες ὧν ἀπὸ νόσφιν ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι· οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δ’ Ὀδυσῆα
35πάντες ἐπ’ οὔατ’ ἔνευσαν. Ὃ δέ σφεας ὀτρύνεσκεν ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἳ δ’ ἐπίθοντο ἐς μόθον ὀτρύνοντι καὶ ἐξ ἵπποιο χαμᾶζε ὥρμαινον πονέεσθαι. Ὃ δ’ ἰδρείῃσιν ἔρυκε πάντας ἐπεσσυμένους· αὐτὸς δ’ ἄρα χερσὶ θοῇσιν
40ἵππου δουρατέοιο 〈μάλ’〉 ἀτρέμας ἔνθα καὶ ἔνθα
πλευρὰ διεξώιξεν ἐυμμελίω ὑπ’ Ἐπειοῦ· βαιὸν δ’ ἐξανέδυ σ〈αν〉ίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ Τρῶας παπταίνεσκεν, ἐγρηγορότ’ εἴ που ἴδοιτο. Ὡς δ’ ὅταν ἀργαλέῃ λιμῷ βεβολημένος ἦτορ129 in vol. 3
45ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλ’ ἐδωδῆς ποίμνης πρὸς σταθμὸν εὐρύν, ἀλευόμενος δ’ ἄρα φῶτας καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι, βαίνει ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος· ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ

13

(50)

ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες νισόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς τεῦξεν ἀριστήεσσιν ἐυσθενέεσσι κέλευθα ἵππον ἐς ἐρχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν· οἵ ῥα τότ’ ἀμφ’ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,
55θαρσαλέοι〈σ〉 σφήκεσσιν ἐοικότες οὕς τε κλονήσῃ δρυτόμος, οἳ δ’ ἄρα πάντες ὀρινόμενοι περὶ θυμῷ ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν· ὣς οἵ γ’ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο ἐς Τρώων πτολίεθρον ἐύκτιτον· ἐν δ’ ἄρα τοῖσι
60πάλλετ’ ἐνὶ στέρνοισι κέαρ. Τάχα δ’ οἳ μὲν ἔναιρον δυσμενέας . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
61(desunt plures versus)
61. . . . . Τοὶ δ’ 〈ἄρ’〉 ἔρεσσον ἔσω ἁλός· αἳ δ’ ἐφέροντο νῆες ὑπὲρ μέγα χεῦμα· Θέτις δ’ ἴθυνε κέλευθα
οὖρον ἐπιπροϊεῖσα· νόος δ’ ἰαίνετ’ Ἀχαιῶν. Καρπαλίμως δ’ ἐλθόντες ἐπ’ ᾐόνας Ἑλλησπόντου,130 in vol. 3
65ἔνθ’ αὖτις στήσαντο νέας, σὺν δ’ ἄρμενα πάντα εἷλον ἐπισταμένως ὅσα νήεσιν αἰὲν ἕπονται. Αὐτοὶ δ’ αἶψ’ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο ἄβρομοι, ἠύτε μῆλα ποτὶ σταθμὸν ἀίσσοντα ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·
70ὣς οἵ γ’ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες. Οἳ δ’ ὥς τ’ ἀργαλέῃ λιμῷ . . . . . . . . . . . . . . . . . . .
72. . . . . . . . . . . . . . . . . . . . . . . . . . περιπαιφάσσοντες σταθμῷ ἐπιβρίσωσι κατ’ οὔρεα μακρὰ καὶ ὕλην, εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δ’ ἐπ’ ἄλλοις
75δάμνανθ’ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ
75
(desunt plures versus) αἵματι καὶ νεκύεσσιν· ὀρώρει δ’ αἰνὸς ὄλεθρος καί περ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων. Ἀλλ’ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης, δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο
80ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος. Πᾶν δ’ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο καὶ νεκύων, πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα καιόμεν’ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο. Ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·
85μαίνετο δ’ ἐν μέσσοισιν Ἄρης στονόεσσά τ’ Ἐνυώ. Πάντῃ δ’ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν Τρώων ὀλλυμένων ἠδ’ ἀλλοδαπῶν ἐπικούρων· τῶν οἳ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι, 〈τ〉οὶ δ’ ἐφύπερθε131 in vol. 3
90πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἳ δ’ ἄρα χερσὶ δράγδην ἔγκατ’ ἔχοντες ὀιζυρῶς ἀλάληντο ἀμφὶ δόμους, ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες· πολλῶν δ’ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
95χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐταῖς, φευγόντων δ’ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν ἄντικρυς ἐς μαζούς, 〈τ〉ῶν δ’ ἰξύας ἄχρις ἱκέσθαι αἰδοίων ἐφύπερθε διαμπερές, ἧχι μάλιστα Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.

13

(100)

Πάντῃ δ’ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει ὠρυθμός, στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν ἔπλετο λευγαλέη· περὶ δ’ ἴαχε πάντα μέλαθρα ἄσπετον. Οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν εἰδομένων γεράνοισιν, ὅτ’ αἰετὸν ἀθρήσωσιν
105ὑψόθεν ἀίσσοντα δι’ αἰθέρος, οὐδ’ ἄρα τῇσι θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλ’ ἄ〈ρα〉 μοῦνον μακρὸν ἀνατρίζουσι φοβεύμεναι ἱερὸν ὄρνιν· ὣς ἄρα Τρωιάδες μέγ’ ἐκώκυον ἄλλοθεν ἄλλαι, αἳ μὲν ἀνεγρόμεναι λεχέων ἄπο, ταὶ δ’ ἐπὶ γαῖαν
110θρῴσκουσαι· τῇς 〈δ’〉 οὔ τι μίτρης ἔτι μέμβλετο λυγρῇς, ἀλλ’ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα μοῦνον ἐφεσσάμεναι· ταὶ δ’ οὐ φθάσαν οὔτε καλύπτρην οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλ’ ἐπιόντας δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο132 in vol. 3
115παλλόμεναι κραδίην, μοῦνον δ’ ἄρα χερσὶ θοῇσιν αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἳ δ’ ἀλεγεινῶς ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δ’ ἐλάθοντο
120δείματος ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη ὤπασεν. Οἰμωγὴ δ’ ἀταλάφρονας ἔκβαλεν ὕπνου νηπιάχους τῶν οὔ πω ἐπίστατο κήδεα θυμός. Ἄλλοι δ’ ἀμφ’ ἄλλοισιν ἀπέπνεον· οἳ δ’ ἐκέχυντο
125πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ Κῆρες ὀιζυρῶς ἐπεγήθεον ὀλλυμένοισιν. Οἳ δ’ ὥς τ’ ἀφνειοῖο σύες κατὰ δώματ’ ἄνακτος εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος μυρίοι ἐκτείνοντο, λυγρῷ δ’ ἀνεμίσγετο λύθρῳ
130οἶνος ἔτ’ ἐν κρητῆρσι λελειμμένος. Οὐδέ τις ἦεν ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον, οὐδ’ εἴ τις μάλ’ ἄναλκις ἔην. Ὀλέκοντο δὲ Τρῶες· ὡς δ’ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι, καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
135ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα μίμνωσι〈ν〉, κείνοιο γλάγος ποτὶ δῶμα φέροντος,133 in vol. 3
137. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . νηδύα πλησάμενοι πολυχανδέα, πάντ’ ἐπιόντες αἷμα μέλαν πίνουσιν, ἅπαν δ’ ὀλέκουσι μένοντες
140πῶυ, κακὴν δ’ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι· ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπ’ ἄλλῳ κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηιοτῆτα· οὐδ’ ἄρ’ ἔην Τρώων τις ἀνούτατος, ἀλλ’ ἄρα πάντων γναμπτὰ μέλη πεπάλακτο μελαινόμεν’ αἵματι πολλῷ.
145 Οὐδὲ μὲν Ἀργείοισιν ἀνούτητος πέλε δῆρις. Ἀλλ’ οἳ μὲν δεπάεσσι τετυμμένοι, οἳ δὲ τραπέζαις, οἳ δ’ ἔτι καιομένοισιν ὑπ’ ἐσχαρεῶσι τυπέντες δαλοῖς, οἳ δ’ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο

13

(150)

Ἡφαίστου μαλεροῖο περιζείοντος ἀυτμῇ. Ἄλλοι δ’ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δ’ ἀπὸ χειρῶν δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτ’ ἐβάλοντο χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν.
155Καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε λᾶα βαλὼν ἑτέροιο κατὰ μόθον. Οἳ δ’ ἅτε θῆρες οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
νύχθ’ ὑπὸ λευγαλέην· μέγα δ’ ἰσχανόωντες Ἄρηος134 in vol. 3
160ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον σεύοντες. Πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροι〈σ〉ιν ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι, δυσμενέας δάμναντο καὶ ὧς βεβαρηότες οἴνῳ.
165Αἴγλη δ’ ἄσπετος ὦρτο δι’ ἄστεος, οὕνεκ’ Ἀχαιῶν πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρ’ ἀνὰ δῆριν δυσμενέας τε φίλους τε μάλ’ ἀτρεκέως ὁρόωσι. Καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα αἰχμητῆρα Κόροιβον, 〈ἀγαυοῦ〉 Μυγδόνος υἷα,
170ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν, ἧχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι. Καὶ τὸν μὲν περὶ δουρὶ μέλας 〈ἐ〉κιχήσατο πότμος· κάππεσε δ’ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν, νήπιος· οὐδ’ ἀπόνητο γάμων ὧν εἵνεχ’ ἵκανε
175χθιζὸς ἐπὶ Πριάμοιο 〈πόλιν〉 . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
175. . . . . . . . . . . . . . . . . . . . . . . . . καὶ ὑπέσχετ’ Ἀχαιοὺς Ἰλίου ἂψ ὦσαι· τῷ δ’ οὐ θεὸς ἐξετέλεσσεν ἐλπωρήν· Κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον. Σὺν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα, γαμβρὸν ἐυμμελίην Ἀντήνορος ὅς ῥα μάλιστα
180θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
Ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι, καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δ’ ἄρα πάγχυ γηραλέου κλάσθησαν ἄδην ὑπὸ σώματι γυῖα· καί ῥα περιτρομέων, ἅμα χείρεσιν ἀμφοτέρῃσι,135 in vol. 3
185τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δ’ ἥψατο γούνων ἀνδροφόνου ἥρωος. Ὃ δ’ ἐς μόθον ἐσσύμενός περ, ἢ χόλου ἀμβολίῃ ἢ καὶ θεοῦ ὀτρύνοντος, βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρά τι εἴπῃ λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον. Ὃς δ’ ἀλεγεινὸν
190ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμπεχε δεῖμα· «Γουνοῦμαί ς’, ὅ τίς ἐσσι πολυσθενέων Ἀργείων, αἴδεσαι ἀμφὶ γερόντος . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
192. . . . . . . . . . . . . . . . . . . . . . τεὰς χέρας ἀργαλέου τε λῆγε χόλου· καὶ γάρ ῥα μακρὸν πέλει ἀνέρι κῦδος ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα
195κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς. Τοὔνεκ’ ἐμεῦ ἀπὸ νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.» Ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός· «Ὦ γέρον, ἔλπομ’ ἔγωγ’ ἐσθλὸν ποτὶ γῆρας ἱκέσθαι·

13

(200)

ἀλλά μοι 〈ἕ〉ως ἔτι κάρτος ἀέξεται, οὔ τιν’ ἐάσω ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλ’ Ἄιδι πάντας ἰάψω,
οὕνεκ’ ἄρ’ ἐσθλὸς ἀνὴρ καὶ δήιον ἄνδρ’ ἀπαμύνει.» Ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ δεινὸς ἀνήρ, ἴθυνε δ’ ὅπῃ θνητοῖς ἐπὶ πότμος136 in vol. 3
205ψυχῆς εἶσι τάχιστα καθ’ αἵματος αἰνὰ κέλευθα. Καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα Τυδείδαο χέρεσσιν· ὃ δ’ εἰσ〈έτι〉 Τρῶας ἐναίρων ἔσσυτ’ ἀνὰ πτολίεθρον ἑῷ μέγα κάρτεϊ θύων. Δάμνατο δ’ ἠὺν Ἄβαντα· βάλεν δ’ ὑπὸ δούρατι μακρῷ
210υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα. Αἴας δ’ Ἀμφιμέδοντα, Δαμαστορίδην δ’ Ἀγαμέμνων, Ἰδομενεὺς δὲ Μίμαντα, Μέγης δ’ ἕλε Δηιοπίτην. Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ Πάμμονα δῖον ὄλεσσε, βάλεν δ’ ἐπιόντα Πολίτην,
215Τισίφονόν τ’ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας υἱῆας Πριάμοιο· καὶ ἀντιόωντ’ ἀνὰ δῆριν δάμνατ’ Ἀγήνορα δῖον. Ἐπ’ ἄλλῳ δ’ ἄλλον ἔπεφνεν ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετ’ Ὄλεθρος ὀλλυμένων· ὃ δὲ πατρὸς ἑοῦ καταειμένος ἀλκὴν
220μαιμώων ἐδάιζεν ὅσους κίχεν. Ἔνθα καὶ αὐτῷ δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν Ἑρκείου ποτὶ βωμόν· ὃ δ’ ὡς ἴδεν υἷ’ Ἀχιλῆος, ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκ’ ἄρ’ αὐτοῦ θυμὸς ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσθαι.
225Τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·
«Ὦ τέκος ὀβριμόθυμον ἐυπτολέμου Ἀχιλῆος, κτεῖνον μηδ’ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη137 in vol. 3
230φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης λευγαλέης ὁμάδου τε δυσηχέος. Ὡς ὄφελόν με σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι Ἴλιον, ὁππότ’ ἄποινα περὶ κταμένοιο φέρεσκον Ἕκτορος, ὅν 〈περ〉 ἔπεφνε πατὴρ τεός. Ἀλλὰ τὸ μέν που
235Κῆρες ἐπεκλώσαντο· σὺ δ’ ἡμετέροιο φόνοιο ἄασον ὄβριμον ἆορ, ὅπως λελάθωμ’ ὀδυνάων.» Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· «Ὦ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις· οὐ γάρ ς’ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·
240οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.» Ὣς εἰπὼν ἀπέκοψε κάρη πολιοῖο γέροντος ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ. Ἣ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπ’ αἶαν
245νόσφ’ ἄλλων μελέων ὁπόσοις ἐ〈πι〉κίνυτ〈αι〉 ἀνήρ. Κεῖτο δ’ ἄρ’ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
246. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν. Οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποισιν,
ἀλλ’ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον.138 in vol. 3

13

(250)

Καὶ τὸν μὲν πότμος εἷλε· κακῶν δ’ ὅ γε λήσατο πολλῶν. Οἳ δ’ ἐπὶ Ἀστυάνακτα βάλον Δαναοὶ ταχύπωλοι πύργου ἀφ’ ὑψηλοῖο, φίλον δέ οἱ ἦτορ ὄλεσσαν μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα Ἕκτορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
255ζωὸς ἐών· τῶ καί οἱ ἀπηχθήραντο γενέθλην, καί οἱ παῖδ’ ἐβάλοντο καθ’ ἕρκεος αἰπεινοῖο, νήπιον, οὔ πω δῆριν ἐπιστάμενον πολέμοιο. Ἠύτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
260μητρὸς ἀποτμήξαντες ἐυγλαγέων ἀπὸ μαζῶν, ἣ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα μακρὰ κινυρομένη, τῇ δ’ ἐξόπιθεν κακὸν ἄλλο ἔλθῃ, ἐπεί κε λέοντες ἀναρπάζωσι καὶ αὐτήν· ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
265ἦγον δήιοι ἄνδρες ἅμ’ ἄλλαις ληιάδεσσι κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ γοῶσαν. Ἣ δ’ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος μνησαμένη φόνον αἰνὸν ἐύσφυρος Ἠετιώνη ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
270τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν· καί ῥ’ ὀλοφυδνὸν ἄυσε μέγ’ ἀχνυμένη κέαρ ἔνδον·
«Εἰ δ’ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ ἢ κατὰ πετράων ἢ καὶ πυρὶ αἶψα βάλεσθε, Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματ’ ἔασι.139 in vol. 3
275Καὶ γάρ μευ πατέρ’ ἐσθλὸν ἐνήρατο Πηλέος υἱὸς Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δ’ ἐνὶ φαίδιμον ἄνδρα, ὅς μοι ἔην μάλα πάντα τά τ’ ἔλδετο θυμὸς ἐμεῖο· καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα, ᾧ ἔπι κυδιάασκον ἀπείριτον, ᾧ ἔπι πολλὰ
280ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα. Τῶ νύ μ’ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο νοσφίσατ’ ἐσσυμένως μηδ’ εἰς ἑὰ δώματ’ ἄγεσθε μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων
285κηδεμονῆας ὄλεσσεν, ἄχος δέ με δέχνυται αἰνὸν ἐκ Τρώων στυγεροῖσιν ἐπ’ ἄλγεσιν οἰωθεῖσαν.» Ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε ζωέμεναι κείνοισιν ὅσων μέγα κῦδος ὄνειδος ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.
290Οἳ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ. Ἄλλοι δ’ ἀλλοίοις ἐνὶ δώμασι θυμὸν ἔλειπον ἀνέρες· ἐν δ’ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει· ἀλλ’ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκ’ ἄρ’ αὐτοῦ Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,
295ὃς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδ’ ἐσάωσεν ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα.
Τῷ δ’ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἅπασαν, καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.140 in vol. 3

13

(300)

Καὶ τότε δὴ πάις ἐσθλὸς ἀμύμονος Ἀγχίσαο πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο δουρὶ καὶ ἠνορέῃ, πολλῶν δ’ ἀπὸ θυμὸν ὀλέσσας, ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν αἰθόμενον πτολίεθρον ἀπολλυμένους θ’ ἅμα λαοὺς
305πανσυδίῃ καὶ κτῆσιν ἀπείριτον ἔκ τε μελάθρων ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτ’ ἄρ’ αὐτοῦ ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτείχεα πάτρην, ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμ’ ὑπαλύξαι. Ὡς δ’ ὅθ’ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήια νωμῶν
310νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμ’ ἀλεείνων πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δ’ ἄρα νηὸς ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήια μοῦνος τυτθὸν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς
315φορτίδος· ὣς πάις ἐσθλὸς ἐύφρονος Ἀγχίσαο ἄστυ λιπὼν δηίοισι καταιθόμενον πυρὶ πολλῷ υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε, τὸν μὲν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα·
320τὸν δ’ ἁπαλῆς μάλα χειρὸς ἐπιψαύοντα πόδεσσι
γαίης, οὐλομένου δὲ φοβεύμενον ἔργα μόθοιο ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δ’ ὑπ’ ἀνάγκης ἐκρέματ’ ἐμπεφυὼς ἀταλὸς πάις, ἀμφὶ δὲ δάκρυ χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὃ νεκρῶν141 in vol. 3
325σώμαθ’ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δ’ ἐν ὄρφνῃ οὐκ ἐθέλων στείβεσκε. Κύπρις δ’ ὁδὸν ἡγεμόνευεν υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ πρόφρων ῥυομένη· τοῦ δ’ ἐσσυμένου ὑπὸ ποσσὶ πάντῃ πῦρ ὑπόεικε, περισχίζοντο δ’ ἀυτμαὶ
330Ἡφαίστου μαλεροῖο, καὶ ἔγχεα καὶ βέλε’ ἀνδρῶν πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς ὁππός’ Ἀχαιοὶ κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι. Καὶ τότε δὴ Κάλχας μεγάλ’ ἴαχε λαὸν ἐέργων· «Ἴσχεσθ’ Αἰνείαο κατ’ ἰφθίμοιο καρήνου
335βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα. Τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέι βουλῇ Θύμβριν ἐπ’ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι
340κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν ἄχρις ἐπ’ Ἀντολίην τε καὶ ἀκάματον Δύσιν ἐλθεῖν. Καὶ γάρ οἱ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν, οὕνεκα δὴ πάις ἐστὶν ἐυπλοκάμου Ἀφροδίτης. Καὶ δ’ ἄλλως τοῦδ’ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,
345οὕνεκά οἱ χρυσοῖο καὶ ἄλλοις ἐν κτεάτεσσιν
345. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἄνδρα σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν, τῶν πάντων προβέβουλεν ἑὸν πατέρ’ ἠδὲ καὶ υἷα· νὺξ δὲ μί’ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.»142 in vol. 3

13

(350)

Ὣς φάτο· τοὶ δ’ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον πάντες. Ὃ δ’ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει, ἧχί ἑ ποιπνύοντα πόδες φέρον· οἳ δ’ ἔτι Τροίης Ἀργεῖοι πτολίεθρον ἐυκτίμενον διέπερθον. Καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι
355Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας ἀμφ’ Ἑλένης λεχέεσσι δυσάμμορον· ἣ δ’ ὑπὸ φύζῃ κεύθετ’ ἐνὶ μεγάροισιν. Ὃ δ’ αἵματος ἐκχυμένοιο γήθεεν ἀμφὶ φόνῳ, τοῖον δ’ ἐπὶ μῦθον ἔειπεν· «Ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντ’ ἐφέηκα
360σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια ζωὸν ἔτ’ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ ς’ ἐδέξατ’ ὄλεθρος ἡμετέρης ἀλόχοιο παρὰ λεχέεσσι δαμέντα ἀργαλέως. Ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε
365θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος. Ἀλλ’ ὃ μὲν 〈αἶψ’ ἀφ〉ίκανεν ὑπὸ ζόφον ὀκρυόεντα τίσας αἴσιμα πάντα· σὲ δ’ οὐκ ἄρ’ ἔμελλεν ὀνήσειν
ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔ ποτ’ ἀλιτροὶ143 in vol. 3
370ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκ’ ἄρ’ αὐτοὺς εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.» Ὣς εἰπὼν δηίοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·
375μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἀέξων ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι Τρωσὶ κακὰ φρονέεσκε τὰ δὴ θεὸς ἐξετέλεσσε πρέσβα Δίκη. Κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν ἀμφ’ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
380σχέτλιοι, οἵ ποτε † κεῖνο † παρ’ ἐκ μέλαν αἷμα καὶ ἱρὰ ἀθανάτων ἐλάθοντο παραιβασίῃσι νόοιο. Τῶ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον· τοὔνεκ’ ἄρ’ οἳ μὲν ὄλοντο πρὸ τείχεος, οἳ δ’ ἀνὰ ἄστυ τερπόμενοι παρὰ δαιτὶ καὶ ἠυκόμοις ἀλόχοισιν.
385 Ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας ὥρμαινε κτανέειν ζηλημοσύνῃσι νόοιο, εἰ μή οἱ κατέρυξε βίην ἐρόεσς’ Ἀφροδίτη
390ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δ’ ἐρωήν· τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο καί οἱ ἔνερθεν ἡδὺν ἐφ’ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ καὶ ὄσσων.
Τῷ δ’ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν, οὐδ’ ἄρ’ 〈ἔτ’〉 ἔτλη κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι·144 in vol. 3
395ἀλλ’ ὥς τε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι εἱστήκει, τό περ οὔτε θοαὶ Βορέαο θύελλαι ἐσσύμεναι κλονέουσι δι’ ἠέρος οὔτε Νότοιο· ὣς ὃ ταφὼν μένε δηρόν, ὑπεκλάσθη δέ οἱ ἀλκὴ δερκομένου παράκοιτιν. Ἄφαρ δ’ ὅ γε λήσατο πάντων

13

(400)

ὅσσά οἱ ἐν λεχέεσσιν ἐνήλιτε κουριδίοισι· πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις ἥ περ ἁπάντων ἀθανάτων δάμνησι νόον θνητῶν τ’ ἀνθρώπων. Ἀλλὰ καὶ ὧς θοὸν ἆορ ἀπὸ χθονὸς αὖτις ἀείρας κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλ’ ἐνὶ θυμῷ
405ὡρμᾶτ’ ἐσσυμένοιο, δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀχαιούς. Καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι· δείδιε γὰρ μὴ δή σφιν ἐτώσια πάντα γένηται· «Ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε
410κουριδίην παράκοιτιν ἐναιρέμεν ἧς πέρι πολλὰ ἄλγε’ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες. Οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γ’ ἔολπας, ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης λησάμενος· τῶ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.»
415Ὣς φάθ’· ὃ δ’ αἶψ’ ἐπίθησε. Θεοὶ δ’ ἐρικυδέα Τροίην
κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον, νόσφιν ἐυπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτ’ ἐσίδοντο περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.145 in vol. 3
420Ἀλλ’ οὐ μὰν οὐδ’ αὐτὴ ἐύφρων Τριτογένεια πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ νύ οἱ ἔνδοθι νηοῦ Κασσάνδρην ᾔσχυνεν Ὀιλέος ὄβριμος υἱός, θυμοῦ τ’ ἠδὲ νόοιο βεβλαμμένος. Ἣ δέ οἱ αἰνὸν εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης.
425Οὐδέ οἱ ἔργον ἀεικὲς ἐσέδρακεν· ἀλλά οἱ αἰδὼς καὶ χόλος ἀμφεχύθη, βλοσυρὰς δ’ ἔ〈σ〉τρεψεν ὀπωπὰς νηὸν ἐς ὑψόροφον, περὶ δ’ ἔβραχε θεῖον ἄγαλμα καὶ δάπεδον νηοῖο μέγ’ ἔτρεμεν· οὐδ’ ὅ γε λυγρῆς λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.
430 Πάντῃ δ’ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα ὑψόθεν· ἀζαλέη δὲ κόνις συνεμίσγετο καπνῷ· ὦρτο δ’ ἄρα κτύπος αἰνός· ὑπετρομέοντο δ’ ἀγυιαί.
432aΚαίετο δ’ Αἰνείαο δόμος, καίοντο δὲ πάντα
433Ἀντιμάχοιο μέλαθρα· καταίθετο δ’ ἄσπετον ἄκρη Πέργαμον ἀμφ’ ἐρατὴν περί θ’ ἱερὸν Ἀπόλλωνος
435νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν Ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντ’ ἐρατεινοὶ υἱωνῶν Πριάμοιο· πόλις δ’ ἀμαθύνετο πᾶσα. Τρῶες δ’ οἳ μὲν παισὶν ὑπ’ Ἀργείων ὀλέκοντο, οἳ δ’ ὑπὸ λευγαλέοιο πυρὸς σφετέρων τε μελάθρων,
440ἔνθά σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη· ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες· οἳ δ’ ἄρ’ ὁμῶς τεκέεσσι κατακτείναντες ἀκοίτις κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.146 in vol. 3
445Καί ῥά τις οἰόμενος δηίων ἑκὰς ἔμμεναι αὐτὸς ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας ὥρμηνεν πονέεσθαι ἐφ’ ὕδατι· τὸν δὲ παραφθὰς Ἀργείων τις ἔτυψεν ὑπ’ ἔγχεϊ καί οἱ ὄλεσσε θυμὸν ὑπ’ ἀκρήτῳ βεβαρημένον· ἤριπε δ’ εἴσω

13

(450)

δώματος, ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις. Ἄλλῳ δ’ αὖ φεύγοντι δι’ ἐκ μεγάροιο μεσόδμη ἔμπεσε καιομένη, ἐπὶ δ’ ἤρτυεν αἰπὺν ὄλεθρον. Πολλαὶ δ’ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώμασι παίδων
455οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δ’ ἀνὰ ποσσὶν ἰοῦσαι παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων. Ἵπποι δ’ αὖτε κύνες τε δι’ ἄστεος ἐπτοίηντο φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ στεῖβον ἀποκταμένους· ζωοῖσι δὲ πῆμα φέροντες
460αἰὲν ἐνερρήγνυντο. Βοῇ δ’ ἀμφίαχεν ἄστυ καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο φθεγγομένου· τοὺς δ’ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν. Ἄλλον δ’ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
φλὸξ δ’ ἄρ’ ἐς ἠέρα δῖαν ἀνέγρετο, πέπτατο δ’ αἴγλη147 in vol. 3
465ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο μέχρις ἐπ’ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο. Καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον· «Ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
470πολλὰ μάλ’ ἀμφ’ Ἑλένης ἑλικοβλεφάροιο καμόντες· πᾶσα δ’ ἄρ’ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη καίεται οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε. Πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα· καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
475κυδήεντα τίθησι, τὰ δ’ ὑψόθι μείονα θῆκε· πολλάκι δ’ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.» Ὣς ἄρ’ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην εἰσορόων. Στονόεσσα δ’ ἔτ’ ἄμπεχε Τρῶας ὀιζύς·
480Ἀργεῖοι δ’ ἀνὰ ἄστυ κυδοίμεον, ἠύτ’ ἀῆται λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν, ὁππότ’ ἄρ’ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν ἐς Νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ
485πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντ’ ἐνὶ πόντῳ ὀρνυμένων ἀνέμων· 〈τ〉οῖς εἴκελοι υἷες Ἀχαιῶν πόρθεον Ἴλιον αἰπύ. Τὸ δ’ ἐν πυρὶ καίετο πολλῷ, ἠύτ’ ὄρος λασίῃσιν ἄδην καταειμένον ὕλῃς ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
490ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι κολῶναι,
τῷ δ’ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα Ἡφαίστοιο βίηφι περιστρεφθέντα καθ’ ὕλην· ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς ῥύετ’ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι148 in vol. 3
495μακρὰ περιστήσαντο τά περ βροτὸς οὔ ποτ’ ἄλυξε. Καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τ’ Ἀκάμαντι Θησῆος μεγάλοιο δι’ ἄστεος ἤντετο μήτηρ Αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν ὅς μιν ἄγεν κείνοισι καταντίον. Ἣ δ’ ἀλάλυκτο

13

(500)

φεύγους’ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἳ δ’ ἐσιδόντες αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο ἀντιθέην παράκοιτιν. Ἄφαρ δέ οἱ ἐμμεμαῶτες χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
505ἐς Δαναούς· ἣ δ’ αἰνὸν ἀναστενάχουσα μετηύδα· «Μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων, δήιον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε. Οὐ γὰρ Τρωιάδων γένος εὔχομαι· ἀλλά μοι ἐσθλὸν αἷμα πέλει Δαναῶν μάλ’ ἐυκλεές, οὕνεκα Πιτθεὺς
510γείνατό μ’ ἐν Τροιζῆνι, γάμῳ δ’ ἑδνώσατο δῖος Αἰγεύς, ἐκ δ’ ἄρ’ ἐμεῖο κλυτὸς πάις ἔπλετο Θησεύς. Ἀλλ’ ἄγε, πρὸς μεγάλοιο Διὸς τερπνῶν τε τοκήων, εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδ’ ἵκοντο
υἷες ἅμ’ Ἀτρείδῃσι, φίλοισί με παίδεσι κείνου149 in vol. 3
515δείξατ’ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀίω ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ, ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.» Ὣς φάτο· 〈τ〉οὶ δ’ ἀίοντες ἑοῦ μνήσαντο τοκῆος, ἀμφ’ Ἑλένης ὅς’ ἔρεξε καὶ ὡς διέπερσαν Ἀφίδνας
520κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότ’ ἄρ’ αὐτοὺς ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι νηπιάχους ἔτ’ ἐόντας· ἀνεμνήσαντο δ’ ἀγαυῆς Αἴθρης, ὅσς’ ἐμόγησε δορυκτήτῳ ὑπ’ ἀνάγκῃ, ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα
525ἀντιθέης Ἑλένης· σὺν δ’ ἀμφασίῃ κεχάροντο. Δημοφόων δέ μιν ἠὺς ἐελδομένην προσέειπε· «Σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ αὐτίκ’, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας ἡμέας, οἵ σε φίλῃσιν ἀειράμενοι παλάμῃσιν
530οἴσομεν ἐς νῆας καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.» Ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·
535ὣς δ’ αὕτως Ἀκάμαντα κύσε〈ν〉. Περὶ δέ σφισι δάκρυ ἡδὺ κατὰ βλεφάροιιν ἐχεύατο μυρομένοι〈σ〉ιν. Ὡς δ’ ὁπότ’ αἰζηοῖο μετ’ ἀλλοδαποῖσιν ἐόντος λαοὶ φημίξωσι μόρον, τὸν δ’ ἔκποθεν υἷες ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα
540κλαίουσι〈ν〉 μάλα τερπνόν· ὃ δ’ ἔμπαλι παισὶ καὶ αὐτὸς μύρεται ἐν μεγάροισιν ἐνωπαδόν, ἀμφὶ δὲ δῶμα ἡδὺ κινυρομένω〈ν〉 γοερὴ περιπέπτατ’ ἰωή· ὣς τῶν μυρομένων λαρὸς γόος ἀμφιδεδήει. Καὶ τότε που Πριάμοιο πολυτλήτοιο θύγατρα150 in vol. 3
545Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρά ἑ γαῖα ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα. Τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθε ῥῆξεν ἀπειρεσίην· ἣ δ’ ἐννεσίῃσι θεοῖο

13

(550)

κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου Ἰλίου ὀλλυμένης· ἧς εἵνεκά φασι καὶ αὐτὴν Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι ἀχλύι καὶ νεφέεσσιν ἀνηναμένην χορὸν ἄλλων Πληιάδων αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·
555ἀλλ’ αἳ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν, ἣ δ’ ἄρα μούνη κεύθεται αἰὲν ἄιστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν, οὐδέ οἱ αὐτὸς Ζεὺς ὕπατος χραίσμησεν ἀπ’ αἰθέρος, οὕνεκα Μοίραις
560εἴκει καὶ μεγάλοιο Διὸς μένος. Ἀλλὰ τὸ μέν που ἀθανάτων τάχ’ ἔρεξεν ἐὺς νόος ἠὲ καὶ οὐκί· Ἀργεῖοι δ’ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
πάντῃ ἀνὰ πτολίεθρον· Ἔρις δ’ ἔχε πείρατα χάρμης.151 in vol. 3

14

(t)

ΛΟΓΟΣ ΙΔʹ
1 Καὶ τότ’ ἀπ’ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς οὐρανὸν εἰσανόρουσε, Χάος δ’ ὑπεδέξατο Νύκτα. Οἳ δὲ βίῃ Τροίην εὐερκέα δῃώσαντο Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,
5χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται ἐξ ὀρέων καναχηδὸν ὀρινομένου ὑετοῖο, πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετ’ ὄρεσφιν αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης· ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ
10κτήματα πάντα φέρεσκον ἐυσκάρθμους ἐπὶ νῆας. Σὺν δ’ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας, τὰς μὲν ἔτ’ ἀδμῆτας καὶ νήιδας οἷο γάμοιο, τὰς δ’ ἄρ’ ὑπ’ αἰζηοῖσι νέον φιλότητι δαμείσας, ἄλλας δ’ αὖ πολιοπλοκάμους, ἑτέρας δ’ ἄρα κείνων
15ὁπλοτέρας ὧν παῖδας ἀπειρύσσαντ’ ἀπὸ μαζῶν ὑστάτιον χείλεσσι γλάγος πέρι μαιμώωντας. Τοῖσι δὲ δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς ἦγεν ἑὴν παράκοιτιν ἀπ’ ἄστεος αἰθομένοιο
ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.176 in vol. 3
20Κασσάνδρην 〈δ’〉 ἄγε δῖαν ἐυμμελίης Ἀγαμέμνων, Ἀνδρομάχην δ’ Ἀχιλῆος ἐὺς πάις. Αὐτὰρ Ὀδυσσεὺς εἷλκε βίῃ Ἑκάβην. Τῆς δ’ ἀθρόα δάκρυ’ ἀπ’ ὄσσων πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα καὶ κραδίη ἀλάλυκτο φόβῳ· δεδάικτο δὲ χαίτας
25κράατος ἐκ πολιοῖο· τέφρη δ’ ἐπεπέπτατο πολλὴ τήν που ἀπ’ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο· καί ῥα μέγα στενάχιζε〈ν, ὅ〉τ’ ἀμφί ἑ δούλιον ἦμαρ μά〈ρ〉ψ’ ἀεκαζομένην. Ἕτερος δ’ ἑτέρην γοόωσαν
30ἤγετο Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ· αἳ δ’ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι νηπιάχοις ἅμα παισὶ κινυ〈ρό〉μεναι μάλα λυγρῶς. Ὡς δ’ ὁπότ’ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν
35ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, ταὶ δ’ ἀλεγεινὸν μίγδα περιτρίζουσι διηνεκὲς ἀλλήλῃσιν· ὣς Τρῳαὶ Δαναοῖσιν ἐπεστενάχοντο δαμεῖσαι· ἴσην δ’ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην. Ἀλλ’ οὐ μὰν Ἑλένην γόος ἄμπεχεν· ἀλλά οἱ αἰδὼς
40ὄμμασι κυανέοισιν ἐφίζανε καί οἱ ὕπερθε καλὰς ἀμφερύθηνε παρηίδας. Ἐν δέ οἱ ἦτορ ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί· τοὔνεχ’ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.177 in vol. 3
45Καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ ἕσπετο νισομένοιο κατ’ ἴχνιον ἀνδρὸς ἑοῖο αἰδοῖ πορφύρουσα παρήιον, ἠύτε Κύπρις, εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνῃσιν Ἄρηος ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν

14

(50)

δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο, τοῖς ἔνι κεῖτ’ ἀχέουσα 〈περὶ〉 φρεσὶν αἰδομένη τε ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω ἀμφαδὸν εἰσοράασθαι ἐπ’ αἴσχεϊ θηλυτέρῃσι·
55τῇ Ἑλένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ νῆας ἐπ’ Ἀργείων εὐήρεας. Ἀμφὶ δὲ λαοὶ θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
60κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι οὔτ’ οὖν ἀμφαδίην, ἀλλ’ ὡς θεὸν εἰσορόωντο ἀσπασίως· πᾶσι〈ν〉 γὰρ ἐελδομένοισι φαάνθη. Ὡς δ’ ὅτ’ ἀλω〈ο〉μένοισι δι’ ἀκαμάτοιο θαλάσσης πατρὶς ἑὴ μετὰ δηρὸν ἐπευχομένοισι φανείη,
65οἳ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες πάτρῃ χεῖρ’ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ· ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτ’ αὐτοῖς μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·
τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων178 in vol. 3
70ἦρα φέρους’ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί. Καὶ τότ’ ἄρ’, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ, Ξάνθος ἔθ’ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα.
75Ὡς δ’ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα τυτθὰ διατμήξῃ, στάχυας δ’ ἀπὸ πάντας ἀμέρσῃ ῥιπῇ ὑπ’ ἀργαλέῃ, καλάμη δ’ ἄρα χεύατ’ ἔραζε μαψιδίη καρποῖο κατ’ οὔδεος ὀλλυμένοιο λευγαλέως, ὀλοὸν δὲ πέλει μέγα πένθος ἄνακτι·
80ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀιζὺς ἀθάνατόν περ ἐόντα. Μακρὴ δ’ ἀμφέστενεν Ἴδη καὶ Σιμόεις· μύροντο δ’ ἀπόπροθι πάντες ἔναυλοι Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
85 Ἀργεῖοι δ’ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες, μέλποντες Νίκης ἐρικυδέος ὄβριμον ἀλκήν, ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ. Μολπὴ δ’ οὐρανὸν ἷκε δι’ αἰθέρος, εὖτε κολοιῶν
90κλαγγὴ ἀπειρεσίη, ὁπότ’ εὔδιον ἦμαρ ἵκηται χείματος ἐξ ὀλοοῖο, πέλει δ’ ἄρα νήνεμος αἰθήρ· ὣς τῶν πὰρ νήεσσι μέγ’ ἔνδοθι γηθομένων κῆρ
92. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἀθάνατοι τέρποντο κατ’ οὐρανόν, ὅσσοι ἀρωγοὶ ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων.
95Ἄλλοι δ’ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον, δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον· ἀλλ’ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων ῥηιδίως δύνατ’ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων179 in vol. 3

14

(100)

ἀθανάτων μένος ἐστί, Διὸς δ’ ἐκ πάντα πέλονται. Ἀργεῖοι δ’ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς λείβεσκον μέθυ λαρὸν ἐπ’ αἰθομένῃσι θυηλῇς ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
105Πολλὰ δ’ ἐν εἰλαπίνῃ θυμηδέι κυδαίνεσκον πάντας ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος. Θαύμαζον 〈δὲ〉 Σίνωνα περικλυτόν, οὕνεχ’ ὑπέτλη λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον
110αἰέν· ὃ δ’ ἐν φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ νίκῃ ἐπ’ Ἀργείων, σφετέρῃ δ’ οὐκ ἄχνυτο λώβῃ· ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων ἐσθλῶν ὁππόσ〈α τ’〉 ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
115 Οἳ δ’ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες· «Ἠνύσαμεν πολέμοιο μακρὸν τέλος· ἠράμεθ’ εὐρὺ κῦδος ὁμῶς δηίοισι μέγα πτολίεθρον ἑλόντες· ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.»
120 Ὣς ἔφαν· ἀλλ’ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε. Τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . οὐ γὰρ ἔτ’ αὐτοῖς δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλ’ ἐπὶ ἔργα εὐνομίης ἐτρέποντο καὶ εὐφροσύνης ἐρατεινῆς.180 in vol. 3
125Ὃς δ’ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδε λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας ἠδ’ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας, ἕνδεκα δ’ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσά τ’ ἔρεξε
130Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα ὥς 〈τε〉 Κύκνον κατέπεφνεν ὑπέρβιον ἠδ’ ὅς’ Ἀχαιοὶ μαρνάμενοι μετὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο Ἕκτορά θ’ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης ὥς θ’ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον ὥς τ’ ἐδάμασσεν
135υἱέα Τιθωνοῖο καὶ ὡς κτάνε καρτερὸς Αἴας Γλαῦκον ἐυμμελίην ἠδ’ ὡς ἐρικυδέα φῶτα Εὐρύπυλον κατέπεφνε θοοῦ πάις Αἰακίδαο ὥς τε Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα ἠδ’ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
140ἀνέρες ὥς τε πόληα θεηγενέος Πριάμοιο πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν. Ἄλλῃ δ’ ἄλλος ἄειδεν ὅ τι φρεσὶν ᾗσι μενοίνα. Ἀλλ’ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο ποτοῖο181 in vol. 3
145παυσάμενοι Δαναοὶ λαθικηδέα κοῖτον ἕλοντο. Χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας· τῶ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν παύσανθ’, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν. Ἄλλῃ δ’ ἄλλος ἴαυεν· ὃ δ’ ἐν κλισίῃσιν ἑῇσιν

14

(150)

Ἀτρείδης ὀάριζε μετ’ ἠυκόμοιο γυναικός· οὐ γάρ πω κείνοισιν ἐπ’ ὄμμασιν ὕπνος ἔπιπτεν, ἀλλὰ Κύπρις πεπότητο περὶ φρένας, ὄφρα παλαιοῦ λέκτρου ἐπιμνήσωνται, ἄχος δ’ ἀπὸ νόσφι βάλωνται. Πρώτη δ’ αὖθ’ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·
155 «Μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ· οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν, ἀλλά μ’ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες. Καί μ’ 〈ἄμοτον〉 μεμαυῖαν ὀιζυρῶς ἀπολέσθαι
160ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι σεῦ ἕνεκ’ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός· τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ λίσσομαι ἀμφ’ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.»
165 Ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος· «Μηκέτι νῦν μέμνης’ ἅ τ’ ἐπάσχομεν ἄλγεα θυμῷ· ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι Λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτ’ ἔργων.»
Ὣς φάτο· τὴν δ’ ἕλε χάρμα, δέος δ’ ἐξέσσυτο θυμοῦ·182 in vol. 3
170ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο ὃν πόσιν. Ἀμφὶ δέ οἱ βάλε πήχεε, καί σφιν ἅμ’ ἄμφω δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων. Ἀσπασίως δ’ ἄρα τώ γε παρ’ ἀλλήλοισι κλιθέντε σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο.
175Ὡς δ’ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται ἀλλήλοις περὶ πρέμνα, τὰ δ’ οὔ ποτε ἲς ἀνέμοιο σφῶν ἀπὸ νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος. Ἀλλ’ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,
180δὴ τότ’ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο ἔστη ὑπὲρ κεφαλῆς οὗ υἱέος, οἷος ἔην περ ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δ’ Ἀχαιοῖς. Κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα ἀσπασίως καὶ τοῖα παρηγορέων προσέειπε·
185 «Χαῖρε, τέκος, καὶ μή τι δαΐζεο πένθεϊ θυμὸν εἵνεκ’ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν ἤδη ὁμέστιός εἰμι· σὺ δ’ ἴσχεο τειρόμενος κῆρ ἀμφ’ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ. Αἰεὶ δ’ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
190ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι πείθεο· καί νύ σε πάντες ἐύφρονα μυθήσονται. Τῖε δ’ ἀμύμονας ἄνδρας ὅσοις νόος ἔμπεδός ἐστιν· ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ’ ἀλεγεινός.
Ἢν δ’ ἀγαθὰ φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων.183 in vol. 3
195Κεῖνος δ’ οὔ ποτ’ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθ’ ἵκανεν ᾧ τινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκ’ ἄρ’ αὐτῆς πρέμνον δύσβατόν ἐστι, μακροὶ δέ οἱ ἄχρις ἐπ’ αἴθρῃ ὄζοι ἀνηέξη〈ν〉θ’· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται

14

(200)

εἰς Ἀρετῆς ἀναβάντες ἐυστεφάνου κλυτὸν ἔρνος. Ἀλλ’ ἄγε κύδιμος ἔσσο. Καὶ ἐν φρεσὶ πευκαλίμῃσι μήτ’ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ, μήτ’ ἐσθλῷ μέγα χαῖρε. Νόος δέ τοι ἤπιος ἔστω ἔς τε φίλους ἑτάρους ἔς θ’ υἱέας ἔς τε γυναῖκας
205μνωομένῳ κατὰ θυμὸν ὅτι σχεδὸν ἀνθρώποισιν οὐλομένοιο Μόροιο πύλαι καὶ δώματα νεκρῶν· ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης, ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δ’ ἀέξει· τοὔνεκα μείλιχος ἔσσο. Καὶ Ἀργείοισιν ἔνισπε,
210Ἀτρείδῃ δὲ μάλιστ’ Ἀγαμέμνονι· εἴ γέ τι θυμῷ μέμνηνθ’ ὅσς’ ἐμόγησα περὶ Πριάμοιο πόληα ἠδ’ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι, τῶ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον,
215ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης μᾶλλον ἔτ’ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δ’ ἄρ’ οἶδμα κινήσω πόντοιο, βαλῶ δ’ ἐπὶ χείματι χεῖμα,
ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι μίμνως’ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰς ὅ κ’ ἔμοιγε184 in vol. 3
220λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου· αὐτὴν δ’, εἴ κ’ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται, κούρην ταρχύσασθαι ἀπόπροθεν οὔ τι μεγαίρω.» Ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ· αἶψα δ’ ἐς Ἠλύσιον πεδίον 〈κίεν〉, ἧχι τέτυκται
225οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη ἄνοδός τε ἀθανάτοις μακάρεσσιν. Ὃ δ’, ὁππότε μιν λίπεν ὕπνος, μνήσατο πατρὸς ἑοῖο, νόος δέ οἱ ἠὺς ἰάνθη. Ἀλλ’ ὅτ’ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια νύκτα διασκεδάσασα, φάνη δ’ ἄρα γαῖα καὶ αἰθήρ,
230δὴ τότ’ Ἀχαιῶν υἷες ἀπ’ ἐκ λεχέων ἀνόρουσαν ἱέμενοι νόστοιο. Νέας δ’ ἐς βένθεα πόντου εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρ’ αὐτοὺς ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός, εἰς ἀγορήν τ’ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·
235 «Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων, πατρὸς ἐφημοσύνην ἐρικυδέος ἥν μοι ἔνισπε χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι· φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν. Ἠνώγει δ’ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,
240ὄφρά οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄροιτε τύμβον ἐπ’ εὐρώεντα Πολυξείνην εὔπεπλον· καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι. Εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
ἠπείλει κατὰ πόντον ἐναντία κύματ’ ἀείρας185 in vol. 3
245λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδ’ ἐρύξειν.» Ὣς φαμένοιο πίθοντο καὶ ὡς θεῷ εὐχετόωντο. Καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον ἢ πάρος ἦεν, μαινομένον ἀνέμοιο· μέγα〈σ〉 δ’ ὀροθύνετο πόντος

14

(250)

χερσὶ Ποσειδάωνος· ὃ γὰρ κρατερῷ Ἀχιλῆι ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι ἐς πέλαγος. Δαναοὶ δὲ μέγ’ εὐχόμενοι Ἀχιλῆι πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον· «Ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·
255τῶ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθ’ ἡμῖν. Οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος Αἰών.» Ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο. Τὴν δ’ ἄγον, ἠύτε πόρτιν ἐς 〈ἀ〉θανάτοιο θυηλὰς μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
260ἣ δ’ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ· ὣς τῆμος Πριάμοιο πάις περικωκύεσκε δυσμενέων ἐν χερσίν. Ἄδην δέ οἱ ἔκχυτο δάκρυ· ὡς δ’ ὁπότε βριαρῇ ὑπὸ χερμάδι καρπὸς ἐλαίης οὔ πω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
265χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ ἁρμοὶ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν· ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·186 in vol. 3
270καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο, δεύετο δὲ χρὼς ἀτρεκέως ἀτάλαντος ἐυκτεάνῳ ἐλέφαντι. Καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ μνήσατ’ ὀιζυροῖο καὶ ἀλγινόεντος ὀνείρου
275τόν ῥ’ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί· ἦ γὰρ ὀίετο τύμβον ἐπ’ ἀντιθέου Ἀχιλῆος ἑστάμεναι γοόωσα· κόμαι δέ οἱ ἄχρις ἐπ’ οὖδας ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα.
280Τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δ’ ἐπὶ μακρὸν ἀύτει. Εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαργεῦσα γάλακτι, τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
285νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν, ἣ δ’ ὁτὲ μέν θ’ ὑλακῇσι κινύρεται, ἄλλοτε δ’ αὖτε ὠρυθμῷ, στυγερὴ δὲ δι’ ἠέρος ἔσσυτ’ ἀυτή· ὣς Ἑκάβη γοόωσα μέγ’ ἴαχεν ἀμφὶ θυγατρί· «Ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δ’ ὕστατον ἀχνυμένη κῆρ
290κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίολπα παθόντας, ἢ πόλιν ἠὲ θύγατρας ἀδευκέας ἢ ἐμὸν αὐτῆς ἦμαρ ἀναγκαῖον ἢ δούλιον; Οὕνεκα Κῆρες σμερδαλέαι πολέεσσί μ’ ἐνειλήσαντο κακοῖσι.187 in vol. 3
295Τέκνον ἐμόν, σοὶ δ’ αἰνὰ καὶ οὐκ ἐπίολπα καὶ αὐτῇ ἄλγε’ ἐπεκλώσαντο· γάμου δ’ ἀπὸ νόσφι βάλοντο ἐγγὺς ἐόνθ’ Ὑμέναιον, ἐπεκρήναντο δ’ ὄλεθρον ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς καὶ νέκυς ἡμετέρῳ ἔτ’ ἰαίνεται αἵματι θυμόν.

14

(300)

Ὥς μ’ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε γαῖα χανοῦσα κάλυψε πάρος σέο πότμον ἰδέσθαι.» Ὣς φαμένης ἄλληκτα κατὰ βλεφάρων ἐχέοντο δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθε〈σ〉ι πένθος. Οἳ δ’ ὅτ’ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,
305δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε· «Κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων Ἀργείων μηδ’ ἧμιν ἔτ’ ἀργαλέως χαλέπαινε·
310ἤδη γάρ τοι πάντα τελέσσομεν ὅσσα μενοινᾷς σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δ’ ἵλαος ἄμμι γένοιο τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.» Ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ
λαυκανίης· τὴν δ’ αἶψα λίπεν πολυήρατος αἰὼν188 in vol. 3
315οἰκτρὸν ἀνοιμώξασαν ἐφ’ ὑστατίῃ βιότοιο. Καί ῥ’ ἣ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δ’ ὑπὸ δειρὴ φοινίχθη περὶ πάντα, χιὼν ὣς ἥ τ’ ἐν ὄρεσσιν ἢ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπ’ ἄκοντι αἵματι 〈πορ〉φύροντι θοῶς ἐρυθαίνεθ’ ὕπερθεν.
320Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκ’ ἄρ’ αὐτὴν κεῖνος ἐνὶ Τρώεσσιν ἑῷ πάρος υἱέι δίῳ Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν. Ὃς δ’ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα
325ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρὰ δώματα καὶ νηοῖο καταντίον Ἀτρυτώνης, δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα σμερδαλέη, καὶ χεῦμα κατεπρήυνε γαλήνη. Οἳ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες,
330μέλποντες μακάρων ἱερὸν γένος ἠδ’ Ἀχιλῆα. Αἶψα δὲ δαῖτ’ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ· οἳ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισ〈ι〉 κυπέλλοις πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι
335θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι. Ἀλλ’ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο, δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπε· «Κλῦτε, φίλοι, πολέμοιο μακρὴν 〈προ〉φυγόντες ὁμο‐
338
κλήν, ὄφρα λιλαιομένοισιν ἔπος θυμηδὲς ἐνίσπω·
189 in vol. 3
340ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη. Ἀλλ’ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ παύσατ’ ὀιζυροῖο χόλου, κατέρυξε δὲ κῦμα ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δ’ ἀῆται μείλιχοι οὐδ’ ἔτι κῦμα κορύσσεται. Ἀλλ’ ἄγε νῆας
345εἰς ἁλὸς οἶδμ’ ἐρύσαντες ἀναμνησώμεθα νόστου.» Ὣς φάτ’ ἐελδομένο〈ι〉ς, οἳ δ’ ἐς πλόον ἐντύνοντο. Ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη, οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετ’· ἀμφὶ δὲ λαοὶ

14

(350)

θάμβεον ἀγρόμενοι· τῆς δ’ ἅψεα λάινα πάντα θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι. Καὶ τὴν μὲν Κάλχαντος ὑπ’ ἐννεσίῃσιν Ἀχαιοὶ νηὸς ἐπ’ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου· καρπαλίμως δ’ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες
355κτήματα πάντ’ ἐβάλονθ’ ὁπός’ Ἴλιον εἰσανιόντες ληίσσαντο πάροιθε περικτίονας δαμάσαντες ἠδ’ ὁπός’ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα γήθεον, οὕνεκ’ ἔσαν μάλα μυρία· τοῖς 〈δ’〉 ἅμα πολλαὶ ληι〈ά〉δες συνέποντο μάλ’ ἀχνύμεναι κατὰ θυμόν.
360Αὐτοὶ δ’ ἐντὸς ἵκοντο νεῶν· ἀλλ’ οὔ σφισι Κάλχας ἕσπετ’ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτραις δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
Οἳ δέ οἱ οὔ τι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν190 in vol. 3
365Αἶσα κακή. Μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς Ἀμφίλοχος θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης Παμφύλων Κιλίκων 〈τε〉 ποτὶ πτολίεθρα νέεσθαι.
370 Ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ νηῶν πείσματ’ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς ἐσσυμένως ἀνάειραν. Ἐπίαχε δ’ Ἑλλήσποντος σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ. Ἀμφὶ δ’ ἄρά σφισι πολλὰ περὶ πρῴρῃσιν ἔκειτο
375ἔντε’ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης μυρί’ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας καὶ κεφαλὰς καὶ δοῦρα καὶ ἀσπίδας ᾗσι μάχοντο ἀντία δυσμενέων. Ἀπὸ δὲ πρῴρηθεν ἄνακτες εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
380εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι. Εὐχωλαὶ δ’ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο. Αἳ δ’ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ ληιάδες καὶ πολλὰ κινυρόμεναι γοάασκον
385κρύβδην Ἀργείων μέγ’ ἐνὶ φρεσὶ πένθος ἔχουσαι. Καί ῥ’ αἳ μὲν περὶ γούνατ’ ἔχον χέρας, αἳ δὲ μέτωπα
386aχερσὶν ἐπηρείδοντο δυσάμμοροι· αἳ δ’ ἄρα τέκνα
387ἄμπεχον ἀγκοίνῃσι· τὰ δ’ οὔ πω δούλιον ἦμαρ
ἔστενον, οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλ’ ἐπὶ μαζῷ θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.191 in vol. 3
390Πάσῃσι〈ν〉 δ’ ἐλέλυντο κόμαι καὶ στήθεα λυγρὰ ἀμφ’ ὀνύχεσσι δέδρυπτο· παρειῇσι〈ν〉 δ’ ἔτι δάκρυ αὐαλέον περίκειτο, κατείβετο δ’ ἄλλ’ ἐφύπερθε πυκνὸν ἀπὸ βλεφάρων. Δέρκοντο δὲ τλήμονα πάτρην αἰθομένην ἔτι πάγχυ, πολὺν δ’ ἀνὰ καπνὸν ἰόντα.
395Ἀμφὶ δὲ Κασσάνδρην ἐρικυδέα παπταίνουσαι πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς μνωόμεναι· ἣ δέ σφιν ἐπεγγελάασκε γοώσαις καί περ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης. Τρώων δ’ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,

14

(400)

ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο θαπτέμεναι μεμαῶτες· ἄγεν δ’ ἀλεγεινὸν ἐς ἔργον Ἀντήνωρ· αὐτοὶ δὲ πυρὴν πολέεσσι τίθεντο. Ἀργεῖοι δ’ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
405ἄλλοτε δ’ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο ἐσσυμένως. Ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἳ δ’ ἀνὰ θυμὸν καί περ ἰαινόμενοι κταμένων μνησθέντες ἑταίρων ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
410ὄσσε βάλον〈θ’〉· ἣ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν χαζομένη. Τοὶ δ’ αἶψα παρ’ ἀγχιάλοιο φέροντο ῥηγμῖνας Τενέδοιο, παρημείβοντο δὲ Χρῦσαν
καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης· Λέσβος δ’ ἠνεμόεσς’ ἀνεφαίνετο· κάμπτετο δ’ ἄκρη192 in vol. 3
415ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης. Λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρῴραις ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ κύματα· λευκαίνοντο δ’ ὑπὲρ πόντοιο κέλευθοι. Καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
420πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρά σφι κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη. Καί ῥ’ ὁπότ’ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης, δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
425Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός· «Ζεῦ πάτερ, οὐκέτ’ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ οὔτ’ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτ’ ὀπηδεῖ
430ἀνδράσι λευγαλέοισι, κακοῦ δ’ ἄρα πολλάκις ἐσθλὸς συμφέρετ’ ἄλγεσι μᾶλλον, ἔχει δ’ ἄλληκτον ὀιζύν. Τοὔνεκ’ ἄρ’ οὔτε δίκην τις ἔθ’ ἅζεται, οὐδέ τις αἰδὼς ἔστι παρ’ ἀνθρώποισιν. Ἔγωγε μὲν οὔτ’ ἐν Ὀλύμπῳ ἔσσομαι οὔτ’ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
435τίσομ’ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ υἱὸς Ὀιλῆος μέγ’ ἐνήλιτεν, οὐδ’ ἐλέαιρε Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας πολλάκις, οὐδ’ ἔδδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ
ᾐδέσατ’ ἀθανάτην, ἀλλ’ ἄσχετον ἔργον ἔρεξε.193 in vol. 3
440Τῶ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς ῥέξαι ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.» Ὣς φαμένην προσέειπε 〈πατὴρ〉 ἀγανοῖς ἐπέεσσιν· «Ὦ τέκος, οὔ τοι ἔγωγ’ ἀνθίσταμαι εἵνεκ’ Ἀχαιῶν,
445ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες χερσὶν ὑπ’ ἀκαμάτοισιν ἐτεκτήναντο Κύκλωπες, δώσω ἐελδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ αὐτὴ χεῖμ’ ἀλεγεινὸν ἐπ’ Ἀργείοισιν ὄρινον.» Ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν

14

(450)

καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης θήκατο· τῆς δ’ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἰάνθη. Αὐτίκα δ’ αἰγίδα θοῦριν ἐδύσετο παμφανόωσαν, ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν· ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης
455σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες. Ἔβραχε δ’ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης, οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ. Λάζετο δ’ ἔντεα πατρὸς ἅ περ θεὸς οὔ τις ἀείρει
460νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον, σὺν δ’ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε· νὺξ 〈δ’〉 ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·
Ζεὺς δὲ μέγ’ εἰσορόων 〈ἐπ〉ετέρπετο. Κίνυτο δ’ εὐρὺς οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δ’ ἔβραχεν αἰθήρ,194 in vol. 3
465ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος. Ἣ δ’ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν, ὄφρ’ Ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ ἐλθέμεναι κραναοῖο Καφηρέος ἔγγυθεν ἄκρων
470νωλεμέως χριμφθέντας ἀνοιδῆναί τε θάλασσαν λευγαλέῃς ῥιπῇσι μεμηνότας. Ἣ δ’ ἀίουσα ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι· φαίης κεν πῦρ ἔμμεν ἅμ’ ἠέρι καὶ μέλαν ὕδωρ. Ἵκετο δ’ Αἰολίην, Ἀνέμων ὅθι λάβρον ἀέντων
475ἄντρα πέλει στυφελῇσιν ἀρηρέμεν’ ἀμφὶ πέτρῃσι κοῖλα καὶ ἠχήεντα· δόμοι δ’ ἄγχιστα πέλονται Αἰόλου Ἱπποτάδαο. Κίχεν δέ μιν ἔνδον ἐόντα σύν τ’ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν ὁππός’ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
480Αὐτὰρ ὅ γ’ οὐκ ἀπίθησε, μολὼν δ’ ἔκτοσθε μελάθρων χερσὶν ὑπ’ ἀκαμάτοισιν ὄρος μέγα τύψε τριαίνῃ, ἔνθ’ Ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο ἐν κενεῷ κευθμῶνι, περίαχε δ’ αἰὲν ἰωὴ
βρυχομένων ἀλεγεινά. Βίῃ δ’ ἔρρηξε κολώνην·195 in vol. 3
485οἳ δ’ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρ’ ἀλεγεινὸν ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ. Οἳ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι πᾶν ἔπος· ἐσσυμένοισι δ’ ἐπεστενάχιζε θάλασσα
490ἄσπετον· ἠλιβάτοισι δ’ ἐοικότα κύματ’ ὄρεσσιν ἄλλοθεν ἄλλα φέροντο. Κατεκλάσθη δ’ ἄρ’ Ἀχαιῶν θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που ὑψηλὸν φέρε κῦμα δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
495βυσσὸν ἐς ἠερόεντα, βίη δέ οἱ ἄσχετος αἰεὶ ψάμμον ἀναζείεσκε διοιγομένοιο κλύδωνος. Οἳ δ’ ἄρ’ ἀμηχανίῃ βεβολημένοι οὔτ’ ἐπ’ ἐρετμῷ χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες, οὔτ’ ἄρα λαίφη ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι

14

(500)

ῥηγνύμεν’ ἐξ ἀνέμων οὐδ’ ἔμπαλιν ἰθύνασθαι ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι. Οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν χερσὶν ἐπισταμένῃσι θοῶς οἰήια νωμᾶν· πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
505Οὐδέ τις ἐλπωρὴ βι〈ότ〉ου πέλεν, οὕνεκ’ ἐρεμνὴ νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν ἦρα κασιγνήτοιο φέρων ἐρικυδέι κούρῃ, ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
510θῦνε μετ’ ἀστεροπῇσιν· ἐπέκτυπε δ’ οὐρανόθεν Ζεὺς κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος. Ἀμφὶ δὲ πᾶσαι νῆσοί τ’ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ἧχι μάλιστα τεῦχεν ἀμειλίκτοισιν ἐπ’ ἄλγεσιν ἄλγεα δαίμων196 in vol. 3
515Ἀργείοις. Στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας ἔπλετ’ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν ἀγνυμένων· αἳ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν αἰὲν 〈ἐν〉ερρήγνυντο. Πόνος δ’ ἄπρηκτος ὀρώρει· καί ῥ’ οἳ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
520νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δ’ ὑπὸ πότμῳ κάτθανον, οὕνεκ’ ἄρά σφιν ἐπέχραον ἄλλοθεν ἄλλα νηῶν δούρατα μακρά, συνηλοίηντο δὲ πάντων σώματα λευγαλέως· οἳ δ’ ἐν νήεσσι πεσόντες
525κεῖντο καταφθιμένοισιν ἐοικότες· οἳ δ’ ὑπ’ ἀνάγκης νήχοντ’ ἀμφιπεσόντες ἐυξέστοισιν ἐρετμοῖς· ἄλλοι δ’ αὖ σανίδεσσιν ἐπέπλεον. Ἔβραχε δ’ ἅλμη βυσσόθεν, ὥς τε θάλασσαν ἰδ’ οὐρανὸν ἠδὲ καὶ αἶαν φαίνεσθ’ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.
530 Ἣ δ’ ἄρ’ ἀπ’ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη οὔ τι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δ’ ἄρ’ αἰθὴρ ἴαχεν. Ἣ δ’ Αἴαντι φόνον καὶ πῆμα φέρουσα ἔμβαλε νηὶ κεραυνόν, ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ ἐσκέδασε〈ν〉 διὰ τυτθά· περίαχε δ’ αἶα καὶ αἰθήρ,
535ἐκλύσθη δ’ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη. Οἳ δ’ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δ’ ἄρ’ αὐτοὺς κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δ’ ἀνάσσης αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀίσσουσα. Οἳ δ’ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην197 in vol. 3
540θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο. Ληιάσι〈ν〉 δ’ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο· καί ῥ’ αἳ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἳ δ’ ἀλεγειναὶ δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
545σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης τινύμεναι Δαναούς. Ἣ δ’ ὑψόθεν εἰσορόωσα τέρπεθ’ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια. Αἴας δ’ ἄλλοτε μὲν περινήχετο δούρατι νηός, ἄλλοτε δ’ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη,

14

(550)

ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς. Σχίζετο δ’ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες ἠνορέην καὶ κάρτος ἐθάμβεον. Ἀμφὶ δὲ κῦμα ἄλλοτε μὲν φορέεσκε πελώριον ἠύτ’ ἐπ’ ἄκρην
555οὔρεος ὑψηλοῖο δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδ’ ὅ γε χεῖρας κάμνε πολυτλήτους. Πολλοί γε μὲν ἔνθα καὶ ἔνθα σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·
οὔ πω γάρ οἱ θυμὸν ἐμήδετο Κηρὶ δαμάσσαι198 in vol. 3
560κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα, πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι. Τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀιζὺς πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες ἀνδρὶ περιστήσαντο. Μένος δ’ ἐνέπνευσεν ἀνάγκη·
565φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν, ἐκφυγέειν. Ἀλλ’ οὔ τι θεῶν ὑπάλυξεν ὁμοκλήν· δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος, εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
570Γυραίης, καί οἱ μέγ’ ἐχώσατο. Σὺν δ’ ἐτίναξε πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἳ δ’ ἀλεγεινὸν θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ χωομένοιο ἄνακτος. Ἀπέσχισε δ’ εἰς ἅλα πέτρον
575εὐρέα, τῇ περ ἐκεῖνος ἑαῖς ἐπεμαίετο χερσί· καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δ’ αἷμ’ ὀνύχεσσι· μορμῦρον δέ οἱ αἰὲν ὀρινόμενος περὶ κῦμα ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον.
580Καί νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ὅ γ’ αὐτῷ ῥήξας 〈γ〉αῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην. Εὖτε πάρος μεγάλοιο κατ’ Ἐγκελάδοιο δαΐφρων
Παλλὰς ἀειραμένη 〈Σ〉ικελὴν ἐπικάββαλε νῆσον ἥ ῥ’ ἔτι καίετ〈αι〉 αἰὲν ὑπ’ ἀκαμάτοιο Γίγαντος199 in vol. 3
585αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη ὑψόθεν ἐξεριποῦσα· βάρυνε δὲ καρτερὸν ἄνδρα. Ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατ’ Ὄλεθρος γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
590 Ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο, οἳ μὲν ἄρ’ ἐν νήεσσι τεθηπότες, οἳ δὲ πεσόντες ἔκτοσθε〈ν〉 νηῶν· ὀλοὴ δ’ ἔχε πάντας ὀιζύς. Αἳ μὲν γὰρ φορέοντ’ ἐπικάρσιαι εἰν ἁλὶ νῆες, ἄλλαι δ’ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
595ἐκ περάτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω, τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι· αἳ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν ὄμβρου ἐπιβρίσαντος ἀπείρονος οὐδ’ ὑπέμειναν λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ

14

(600)

μισγόμενον· ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ συνεχές, ἣ δ’ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα. Καί τις ἔφη· «Τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα, ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε, ποντώθη δ’ ἄρα γαῖα, βυθὸς δ’ ἐπεχεύατο πάντῃ.»
605 Ὣς ἄρ’ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς λευγαλέον. Πολλοὶ δὲ κατέφθιθον· ἀμφὶ δὲ νεκρῶν πλήθεθ’ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμ’ ἐπὶ χέρσον.
Ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην200 in vol. 3
610πᾶσαν ἄδην ἐκάλυψε· μέσον δ’ 〈οὐ〉 φαίνετο κῦμα. Ἄλλοι δ’ ἄλλην κῆρα κακὴν λάχον· οἳ μὲν ἀν’ εὐρὺν πόντον ὀρινομένης ἁλὸς ἄσχετον, 〈οἳ〉 δ’ ἐνὶ πέτραις ἄξαντες πέρι νῆας ὀιζυρῶς ἀπόλοντο Ναυπλίου ἐννεσίῃσιν. Ὃ γὰρ κοτέων μάλα παιδὸς
615χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων καί περ ἀκηχέμενος μέγ’ ἐγήθεεν, οὕνεκ’ ἄρ’ αὐτῷ δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον τειρόμενον κατὰ βένθος. Ἑῷ δ’ ἄρα πολλὰ τοκῆι εὔχεθ’ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
620Τοῦ δὲ Ποσειδάων μὲν ἐπέκλυεν· † ἄλλα † δὲ πόντος
620. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἂψ μέλαν οἶδμα φέρεσκεν· ὃ δ’ ἀκαμάτῃ χερὶ πεύκην αἰθομένην ἀνάειρε, δόλῳ δ’ ἀπάφησεν Ἀχαιοὺς ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι· αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
625αὐταῖς σὺν νήεσσι· κακῷ δ’ ἐπὶ κύντερον ἄλγος τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς νυκτὶ θοῇ. Παῦροι δ’ ἔφυγον μόρον οὕς τ’ ἐσάωσεν
ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος. Αὐτὰρ Ἀθήνη ἄλλοτε μὲν 〈θυμῷ〉 μέγ’ ἐγήθεεν, ἄλλοτε δ’ αὖτε201 in vol. 3
630ἄχνυτ’ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκ’ ἔμελλε πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ· ὅς ῥα τότ’ ἀκαμάτοισι περὶ φρεσὶ πάγχυ μεγαίρων τείχεσι καὶ πύργοισιν ἐυσθενέων Ἀργείων, οὓς ἔκαμον Τρώων στυγερῆς 〈ἔρυμ’〉 ἔμμεν ἀυτῆς,
635ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν ὅσση ἀπ’ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον, καί μιν ἐπ’ ἠιόνας Τροίης βάλεν. Ὗε δ’ ὕπερθε Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἐννοσιγαίῳ. Οὐδὲ μὲν οὐδ’ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο·
640ἀλλ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δ’ ἔργον Ἀχαιῶν. † Καὶ τόσση † δὲ θάλασσα καὶ εἰσέτι . . . . . . . . . . . . . . .
642. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . κελάδοντες χείμαρροί τ’ ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ, τοὺς μέλαν οἶδμ’ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
645πόντον ἐσελθέμεναι, πρὶν τείχεα πάντ’ ἀμαθῦναι ἀργαλέως Δαναῶν. Αὐτὸς δ’ ἄρα γαῖαν ἔνερθε ῥῆξε Ποσειδάων, ἀνὰ δ’ ἔβλυσεν ἄσπετον ὕδωρ ἰλύν τε ψάμαθόν τε· βίῃ δ’ ἐλέλιξε κραταιῇ Σίγεον, ἠιόνες δὲ μέγ’ ἔβραχον· ἐκ δὲ θεμέθλων
649. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .202 in vol. 3

14

(650)

Δαρδανίη· καὶ ἄιστον ὑποβρύχιόν τ’ ἐκαλύφθη ἕρκος ἀπειρέσιον, κατεδύσετο δ’ ἔνδοθι γαίης μακρὰ διισταμένης. Ψάμαθος δ’ ἔτι φαίνετο μούνη, χασσαμένου πόντοιο, κατ’ ἀκτάων ἐριδούπων, νόσφι δ’ ἐπ’ αἰγιαλοῖσι κατεκτάθη. Ἀλλὰ τὰ μέν που
655ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἳ δ’ ἐνὶ νηυσὶν Ἀργεῖοι πλώεσκον ὅσους διὰ χεῖμα κέδασσεν· ἄλλῃ δ’ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.203 in vol. 3